Immagini della pagina
PDF
ePub

θάλασσαν, ....πόλεμος δὲ μὴ ἔστω· ὁ δῆμος [τῶν Αστυπαλαιέων ἡγείσθω] πολεμίους καὶ ὑπεναντίους [τοὺς ἐπιβουλεύοντας Ρωμαίων τῷ δήμῳ καὶ] τ[ ] βουλῇ, ὥς [γ]ε τῷ δήμῳ τῷ Ρωμαίων καὶ τοῖς ὑπὸ Ρωμαίους τασσομένοις πόλεμον ἐπιφέρωσι, μήτε τοῖς πο]λεμίοις καὶ ὑπεναντίοις μήτε ὅπλοις μήτε χρήμασιν μήτε ναυσὶν βοηθείτω ὁ δῆμος καὶ [ἡ] βουλή, [μήτε] δόλῳ πονηρῷ. Οὐκ ἐάσει ὁ δῆμος τῶν Ρωμαίων τοὺς πολεμίους καὶ ὑπεναντίους [τῆς βουλῆς καὶ τ]οῦ δήμου τοῦ Αστυπαλαιέων διὰ τῆς ἰδίας χώρας, καὶ ἧς ἂν [κρατῇ ὁ] δῆμος καὶ βουλή, διε]λ[θεῖν, ὥς γε τῷ δήμῳ τῶν] Αστυπαλαιέων καὶ τοῖς ὑπ ̓ αὐτοὺς τασσομένοις πόλεμον ἐπιφέρωσιν, μήτε ὅπλ[οις] μήτε χρήμασι μήτε ναυσὶ βοηθεῖν μήτε δόλῳ πονηρῷ. ἐὰν δέ τις ἐπιφέρῃ τῷ δήμῳ [τῷ Αστυπαλαιέων, ὁ δῆμος [ὁ?] Ρωμαίων.... ....πρότερος πόλεμον ἐπιφέρῃ.... ....συνθηκῶν καὶ ὁρκίων...... ....τοῦ δήμου τῶν Ρωμαίων καὶ τοῦ δήμου τῶν Αστυπαλαιέων. Εὰν δέ τι πρὸς ταύτας τὰς συνθήκας κοινῇ βουλῇ προσθεῖναι ἢ ἀφελεῖν βού λ[ω]νται, ὁ δῆμος καὶ ἡ βουλὴ [βουλευέτω, καὶ ἐ]ὰν θελήσ[η], ἐξέστω· ἃ δὲ ἂν προσθῶσιν ἐν ταῖς συνθήκαις ἢ [ἂ] ἂν ἀφέ[λ]ωσιν ἐκ τῶν συνθηκῶν, ἐκτὸς ἔστω ταῦτα ταῖς συνθήκαις γεγραμμένα. [Αναθεῖναι δὲ] ἀνάθημα ἓμ μὲν Ρωμαίων ἐν τῷ Καπετωλίῳ ναῷ τοῦ Διός, ἓν δὲ Αστυπαλαιέων ἐν τῷ ἱερῷ τῆς Αθηνᾶς καὶ τοῦ Ασκληπίου καὶ πρὸς τῷ βωμῷ [τοῦ Διὸς καὶ ? τῆς Ρώμης.

III. ἔδοξε τῷ δάμῳ· Εὐχωνίδας Εὐκλεῦς ἐπεστάτει, [γνώμα] πρυτανίων· ἐπ]ειδ[ή] παραγεγένηται ὁ ἀποσταλεὶς πρεσβευτὰς εἰς Ρώμαν Ραδοκλῆς Αντιμάχου, καὶ [τα] πε[ρὶ τῶν συνθηκῶν] δογματισθέντα [ἀπενήνοχεν, &] δοθεῖσα δὲ διὰ τοῦ ψαφίσματος ....τοὺς προσβευτὰς ὑπὲρ τῆς πατρίδος καὶ Ρωμαίων.... προαιρούμενος [καὶ] πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν [προς] ενενκάμενος.... ....[τὰν] συμμαχίαν ποτὶ τοὺς Ρωμαίους... ἐπαινέσαι μὲν [Ραδοκλῆν Αντιμάχου: κ. τ. λ.]

§. IX. SÉNATUSCONSULTE SUR ASCLÉPIADE
DE CLAZOMÈNE ».

(An de Rome 675; av. J.-C. 78.)

Επὶ ὑπάτων Κοΐντου Αυτατίου Κοίντου υἱοῦ Κάτλου καὶ Μάρκου Αἰμιλίου.... Μάρκου υἱωνοῦ Λεπίδου, στρατηγοῦ δὲ κατὰ πόλιν καὶ ἐπὶ τῶν ξένων Λευκίου Κορνηλίου.... Σισέννα, μηνός μαίου, Κόϊντος Λυτάτιος Κοΐντου υἱὸς Κάτλος ὕπατος συγκλήτῳ συνεβού [λευσε....] πρὸ ἡμερῶν ἕνδεκα καλανδῶν ἰουνίων ἐν κομητίῳ. Γραφομένῳ παρῆσαν Λεύκιος Φαβέριος Λευκίου υἱὸς Σεργία, Γάϊος.... κίου υἱὸς Ποπλιλία, Κόϊντος Πετίλλιος Τίτου υἱὸς Σεργία. Περὶ ὧν Κόϊντος Λυτάτιος Κοΐντου υἱὸς ὕπατος λόγους ἐποιήσατο [Ασκληπιάδην].... Φιλίνου υἱὸν Κλαζομένιον, Πολύστρατον Πολυάρκου υἱὸν Καρύστιον, Μένισκον Εἰρηναίου τὸν γεγονότα, Μένισκον Θαργηλίου υἱὸν Μιλήσιον....] ἐν τοῖς πλοίοις παραγεγονέναι τοῦ πολέμου τοῦ Ἰταλικοῦ ἐπαρχομένου, τούτους ἐργασίαν ἔπανδρον καὶ πιστὴν τοῖς δημοσίοις πράγμασιν τοῖς ἡμετέροις [παρεσχηκέναι, τούτους ἑαυτὸν κατὰ τὸ τὴς συγκλήτου δόγμα εἰς τὰς πατρίδας ἀπολῦσαι βούλεσθαι, ἐὰν αὐτῷ φαίνηται, ὅπως ὑπὲρ τῶν καλῶς πεπραγμένων ὑπ' αὐτῶν... [ἀνδρα]γαθημάτων εἰς τὰ δημόσια πράγματα τὰ ἡμέτερα, καταλογὴ αὐτῶν γένηται, περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν Ασκληπιάδην Φιλίνου υἱὸν Κλαζ [ομένιον,] Που λύστρατου Πολυάρκου υἱὸν Καρύστιον, Μένισκον Εἰρηναίου υἱὸν Μιλήσιον τὸν γεγονότα, Μένισκον ἄνωθεν δὲ Θαργηλίου, ἄνδρας καλοὺς καὶ ἀγαθοὺς καὶ φίλ[ους προσ]αγορεῦσαι τὴν σύγκλητον, καὶ τὸν δῆμον τῶν Ρωμαίων διαλαμβάνειν τὴν τούτων ἐργασίαν καλὴν καὶ ἔπανδρον καὶ πιστὴν τοῖς δημοσίοις πράγμασιν τοῖς ἡμετέροις γεγονέναι· δι ̓ ἣν αἰτίαν τὴν σύγκλητον κρίνειν ὅπως οὗτοι τέκνα ἔκγονοί τε αὐτῶν ἐν ταῖς ἑαυτῶν πατρίσιν ἀλει τούργητοι πάντων τῶν πραγμάτων καὶ ἀνέκφοροι ὦσιν. Εἴ τινες

(1) On a vu plus haut, n° XLII, les fragments qui restent de l'original latin, avec la restitution de Sigonius. Le texte grec n'est pas encore publié dans le recueil de Boeckh. Nous le donnons avec Haubold (l. c., p. 91) d'après Orsini, l. c., no 24.

εἰσφοραὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶν εἰσπεπραγμέναι εἰσίν, μετὰ τὸ τούτους τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν ὁρμῆσαι, τοσαῦται αὐτοῖς ἀποδοθῶσιν ἀποκατασταθῶσιν· εἴ τέ τινες ἄγροι οἰκίαι ὑπάρχοντα αὐτῶν πέπρανται μετὰ τὸ ἐκ τῆς πατρίδος τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν ὁρμῆσαι, ὅπως ταῦτα πάντα αὐτοῖς εἰς ἀκέραιον ἀποκατασταθῇ· εἴ τέ τις προθεσμία παρελήλυθεν ἀφ ̓ οὗ ἐκ τῆς πατρίδος τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν ὥρμησαν, μή τι τοῦτο τὸ πρᾶγμα αὐτοῖς βλαβερὸν γένηται, μηδέ τι αὐτοῖς διὰ ταύτην τὴν αἰτίαν ἔλασσον ὀφείληται, μηδέ τι ἔλασσον αὐτοῖς μεταπορεύσεσθαι πράσσειν ἐξῇ· ὅσαι τε κληρονομίαι αὐτοῖς ἢ τοῖς τέκνοις αὐτῶν παρεγένοντο, ὅπως ταύτας ἔχωσιν διακατέχωσιν καρπεύωνται τε· ὅσα τε ἂν αὐτοὶ τέκνα ἔκγονοι γυναῖκές τε αὐτῶν παρ' ἑτέρου μεταπορεύωνται, ἐάν τέ τι παρ' αὐτῶν τέκνων ἐκγόνων γυναικῶν τε αὐτῶν ἕτεροι μεταπορεύονται, ὅπως τούτων τέκνων ἐκγόνων γυναικῶν τε αὐτῶν ἐξουσία καὶ αἵρεσις, ἐάν τε ἐν ταῖς πατρίσιν κατὰ τοὺς ἰδίους νόμους βούλονται κρίνεσθαι, ἢ ἐπὶ τῶν ἡμετέρων ἀρχόντων, ἐπὶ Ἰταλικῶν κριτῶν, ἐάν τε ἐπὶ πόλεως ἐλευθέρας τῶν διὰ τέλους ἐν τῇ φιλίᾳ τοῦ δήμου τοῦ Ρωμαίων μεμενηκυιῶν, οὗ ἂν προαιρῶνται, ὅπως ἐκεῖ τὸ κριτήριον περὶ τούτων τῶν πραγμάτων γίνηται. Εἴ τινα κριτήρια περὶ αὐτῶν ἀπόντων, μετὰ τὸ ἐκ τῆς πατρίδος ὁρμῆσαι, γεγονότα ἐστίν, ταῦτα ὅπως εἰς ἀκέ ραιον ἀποκατασταθῇ καὶ ἐξ ἀκεραίου κριτήριον κατὰ τὸ τῆς συγκλήτου δόγμα γένηται. Εἴ τινα χρήματα αἱ πόλεις αὐτῶν δημοσίᾳ ὀφείλωσιν, μή τι εἰς ταῦτα τὰ χρήματα δοῦναι ὀφείλωσιν. Άρχοντες ἡμέτεροι, οἵτινες ἄν ποτε Ασίαν Εὐβοΐαν μισθῶσιν ἢ προσόδους Ασία Εὐβοίᾳ ἐντιθῶσιν, φυλάξωνται μήτι οὗτοι δοῦναι ὀφείλωσιν. ὅπως τε Κόϊντος Λυτάτιος Μάρκος Αιμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, ἐὰν αὐτοῖς φαίνηται, τούτους εἰς τὸ τῶν φίλων διάταγμα ἀνενεχθῆναι φροντίσωσιν, τούτοις τε πίνα[κα] χαλκοῦν φιλίας ἐν τῷ Καπετωλίῳ ἀναθεῖναι θυσίαν τε ποιῆσαι ἐξῇ· ξένιά· τε αὐτοῖς κατὰ τὸ διάταγμα, τόπον παροχήν τε τὸν

(1) Voyez plus haut, p. 277, note 1. Plusieurs textes relatifs à ce mot et à cet usage sont rassemblés par Krebs dans sa dissertation citée plus haut (p. 369), p. 247-251.

ταμίαν τὸν κατὰ πόλιν τούτοις μισθῶσαι ἀποστεῖλαί τε κελεύωσιν ἐάν τε περὶ τῶν ἰδίων πραγμάτων πρεσβευτὰς πρὸς τὴν σύγκλητον ἀποστέλλειν αὐτοί τε παραγίνεσθαι προαιρῶνται, ὅπως αὐτοῖς τέκνοις ἐκγόνοις τοῖς αὐτῶν πρεσβευτὰς παραγίνεσθαι καὶ ἀποστέλλειν τε ἐξῇ· ὅπως τε Κόϊντος Λυτάτιος Μάρκος Αἰμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, ἐὰν αὐτοῖς φαίνηται, γράμματα πρὸς τοὺς ἄρχοντας τοὺς ὑμετέρους, οἵτινες Ασίαν Μακεδονίαν ἐπαρχίας διακατέχουσιν, καὶ πρὸς τοὺς ἄρχοντας αὐτῶν ἀποστείλωσιν τὴν σύγκλητον θέλειν καὶ δίκαιον ἡγεῖσθαι ταῦτα οὕτω γίνεσθαι, οὕτως ὡς ἂν αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς ἰδίας φάνηται.... ἔδοξεν.... Ασκληπιάδου τοῦ Φιλίνου Κλαζομενίου, Πολυστράτου τοῦ Πολύαρκου Καρυστίου, Μενίσκου τοῦ Εἰρηναίου Μιλησίου.

§. X. LETTRE DE M. ANTOINE AUX HABITANTS .
DE PLARASIA ET D'APHRODISIAS '.

(An de Rome 714; av. J.-C. 39.)

[Μ. Αντώνιος αὐτοκράτωρ ὕπατος ἀποδεδει]γμένος τὸ β' καὶ [τὸ γ ] τριῶν ἀνδρῶν τῆ[ς] τῶν δημοσίων πραγμάτων διατάξεως Πλαρασέων καὶ Αφροδεισιέων ἄρχουσιν, βουλῇ, δήμῳ, χαίρειν.

Εἰ ἔῤῥωσθε, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτὸς μετὰ [του] στρατεύματος. Σόλων Δημητρίου ὑμέτερος πρεσβευτής, ἐπιμελέστατα πεφροντικὼς τῶν τῆς πόλεως ὑμῶν πραγμάτων, οὐ μόνον ἠρκέσθη ἐπὶ τοῖς γεγονόσιν οἰκονο[μή]μασιν, ἀλλὰ καὶ ἡμᾶς παρεκάλεσεν εἰς τὸ τοῦ γεγονότος ὑμεῖν ἐπικρίματος καὶ δόγματος καὶ ὁρκίου καὶ νόμου ἀντιπεφωνημένα ἐκ τῶν δημοσίων δέλτων ἐξαποστεῖλαι ὑμεῖν τὰ ἀντίγραφα· ἐφ ̓ οἷς ἐπαινέσας τὸν Σόλωνα μᾶλλον ἀπεδεξάμην, ἔσχοντε ἐν τοῖς ὑπ' ἐμοῦ γεινωσκομένοις, ᾧ καὶ τὰ καὶ θήκοντα ἀπεμέρισα φιλάνθρωπα, ἄξιον ἡγησάμενος τὸν ἄνδρα τῆς ἐξ ἡμῶν τειμῆς· ὑμεῖν τε συνήδομαι ἐπὶ τῷ ἔχειν τοιοῦτον πολείτην.

(1) Monument publié d'abord, ainsi que le suivant, par Chishull, dans ses Antiquitates asiaticæ, puis par Dirksen, l. c., p. 199-202; Haubold, l. c., n° 23; et Boeckh,

n° 2737.

Εστι δὲ ἀντίγραφα τῶν γεγονότων ὑμεῖν φιλανθρώπων τὰ ὑπογεγραμμένα, ἃ ὑμᾶς βούλομαι ἐν τοῖς δημοσίοις τοῖς παρ' ὑμῖν γράμμασιν ἐντάξαι. Γράμματα Καίσαρος....

§. XI. DÉCRET DU SÉNAT QUI CONFIRME LES PRIVILÉGES ACCORDÉS AUX HABITANTS

DE PLARASIA ET D'APHRODISIAS.

(An de Rome 715; av. J.-C. 38?)

.... [ὕπατοι λόγους ἐποιήσαντο. Αρέσκειν τῇ συγκλήτῳ περὶ ὧν ὁ Γάϊος Καῖσαρ ὑπὲρ Πλαρασέων καὶ Αφροδεισιέων ἔκρινεν, αὐτοὺς κατὰ τὰ δί ]καια ἐσθλά τε [πάντ]α ἐλευθέρους εἶναι, τῷ [τε] δικαίῳ καὶ ταῖς [κρίσεσιν ταῖς ἑαυτῆς τὴν πόλιν] τὴν Πλαρασέων καὶ Αφροδεισιέων χρῆσθαι, μήτε ἐγγύην ε[ἰσφέρειν, τούτοις κατὰ τὸ παρὸν δόγμα κ]αὶ κέλευσιν ὁμολογεῖν. Α τέ τινα ἔπαθλα τειμὰς φιλάνθρω[πα.... πα... τρεῖς ἄνδρες ο]ἱ τῆς τῶν δημο σίων πραγμάτων διατάξεως τῷ ἰδίῳ ἐπικρίματι Πλ[αρασεῦσι καὶ Αφροδεισιεῦσ]ι προσεμέρισαν προσμεριούσιν, συνεχώρησαν συν χωρήσουσιν, τα[ῦτα βέβαια γ]ενέσθαι. ὁμοίως τε ἀρέσκειν τῇ συγκλήτῳ τὸν δῆμον τὸν Πλα[ρασέων καὶ Αφροδεισιέ]ων τὴν ἐλευ θερίαν καὶ τὴν ἀτέλειαν αὐτοὺς πάντων τῶν πραγ[μάτων ἔχειν, καθ]άπερ καὶ [ἥ]τις πολιτεία τῷ καλλίστῳ δικαίῳ καλλίστῳ τε νόμῳ ἐστίν, [ὑπὸ τοῦ δήμ]ου τοῦ Ρωμαίων τὴν ἐλευθερίαν καὶ τὴν ἀτέλειαν ἔχει, φίλη τε καὶ σύμμαχος οὖσα. Τὸ δὲ] τέμενος θεᾶς Αφροδίτης ἐν πόλει Πλαρασέων καὶ Αφροδεισιέων ἱερὸν ἔ[στω] τούτῳ τῷ δικαίῳ, ταύτῃ δὲ δεισιδαιμονίᾳ, ᾧ δικαίῳ καὶ ᾗ δεισ [ιδαιμονίᾳ τὸ Εφε]σίας ἐστὶν ἐν Εφέσῳ· κύκλῳ τε ἐκείνου τοῦ ἱεροῦ εἶτε τέμενος, εἶτ[ε ἱερὸς] τόπος ἄσυλος ἔστω. ὅπως τε ἡ πόλις καὶ οἱ πολεῖται οἱ Πλαρασέων [καὶ Ἀφροδει

(1) La lettre de César est perdue, ainsi que l'ἐπίκριμα d'Antoine et les autres pièces dont il est question plus haut, excepté le δόγμα ou senatusconsulte dont on va lire quelques fragments. Chishull remarque avec raison que ces diverses pièces démentent formellement les dénégations hypocrites d'Antoine au sujet des indemnités vendues à des villes étrangères, et confirment ainsi d'une manière éclatante le témoignage de Cicéron dans ses Philippiques, I, 7, 10; V, 4. (Cf. Velleius Paterculus, II, 60; Dion-Cassius, XLIV, 53, et XLVIII, 34; Tacite, Ann., III, 62.)

« IndietroContinua »