Immagini della pagina
PDF
ePub

ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς καὶ δικαίοις ἀνδράσι πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις. Οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν, ἀλλ ̓ ὅπως μὴ τὸ σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ δόξωμεν ὡς ἀρετῇ μὴ δυνάμενοι κατεργάσασθαι τὸν πόλεμον. Ευτυχὼν τούτοις τοῖς γράμμασιν ὁ Πύρ- 5 ρος καὶ τὴν ἐπιβουλὴν ἐξελέγξας τὸν μὲν ἰατρὸν ἐκόλασε, Φαβρικίῳ δὲ καὶ Ῥωμαίοις ἀμοιβὴν ἐδωρεῖτο προῖκα τοὺς αἰχμα λώτους καὶ πάλιν ἔπεμψε τὸν Κινέαν διαπραξόμενον αὐτῷ τὴν εἰρήνην. Οἱ δὲ Ῥωμαῖοι, μήτε εἰ χάρις ἐστὶ παρὰ πολεμίου, μήτε εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας 10 ἀξιώσαντες ἴσους ἀπέλυσαν αὐτῷ Ταραντίνων καὶ Σαυνιτών, περὶ δὲ φιλίας καὶ εἰρήνης οὐδὲν εἴων διαλέγεσθαι, πρὶν ἀράμενος τὰ ὅπλα καὶ τὸν στρατὸν ἐξ Ιταλίας αἷς ἦλθε ναυσὶν ἀποπλεύσαι πάλιν εἰς Ἤπειρον. Ἐκ τούτου μάχης ἄλλης τῶν πραγμάτων αὐτῷ δεομένων ἀναλαβὼν τὴν στρατιὰν ἐχώρει, 15 καὶ περὶ Ασκλον πόλιν τοῖς Ῥωμαίοις συνάψας καὶ βιαζόμενος πρὸς χωρία δύσιππα καὶ ποταμὸν ἑλώδη και τραχύν, ἔφοδον τῶν θηρίων οὐ λαβόντων, ὥστε προσμίξαι τῇ φάλαγγι, τραυ μάτων πολλῶν γενομένων καὶ νεκρῶν πεσόντων, τότε μὲν διεκρίθη μέχρι νυκτὸς ἀγωνισάμενος. Τῇ δ ̓ ὑστεραία στρα- 20 τηγῶν δι ̓ ὁμαλοῦ τὴν μάχην θέσθαι καὶ τοὺς ἐλέφαντας ἐν τοῖς ὅπλοις γενέσθαι τῶν πολεμίων προέλαβε τὰς δυσχωρίας φυλακῇ καὶ πολλὰ καταμίξας ἀκοντίσματα καὶ τοξεύματα τοῖς θηρίοις ἐπῆγε μετὰ ῥώμης καὶ βίας πακνὴν καὶ συντεταγμένην τὴν δύναμιν. Οἱ δὲ Ῥωμαῖοι τὰς διακλίσεις καὶ τὰς ἀντιπα- 25 ραγωγὰς τὰς πρότερον οὐκ ἔχοντες ἐξ ἐπιπέδου συνεφέροντο κατὰ στόμα· καὶ σπεύδοντες ὤσασθαι τοὺς ὁπλίτας, πρὶν ἐπιβῆναι τὰ θηρία, δεινοὺς περὶ τας σαρίσας τῶν ξιφῶν ἀγῶνας εἶχον ἀφειδοῦντες ἑαυτῶν καὶ τὸ τρῶσαι καὶ καταβαλεῖν ὁρῶν τες, τὸ δὲ παθεῖν εἰς οὐδὲν τιθέμενοι.. Χρόνῳ δὲ πολλῷ λέ- 30 γεται μὲν ἀρχὴ τροπῆς κατ' αὐτὸν γενέσθαι τὸν Πύρρον ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο, χρήσασθαι τῇ ἀρετῇ πρὸς τὴν μάχην τῶν Ῥωμαίων μὴ δυναμένων, ἀλλ ̓ οἷον ἐφόδῳ κύματος ἢ σεισμοῦ κατερείποντος οἰομένων δεῖν ἐξίστασθαι μηδὲ ὑπο- 35

[ocr errors][merged small][merged small][ocr errors]

μένειν ἀπράκτους ἀποθνήσκειν ἐν τῷ μηδὲν ὠφελεῖν πάντα πάσχοντας τὰ χαλεπώτατα. Τῆς δὲ φυγῆς οὐ μακρᾶς εἰς τὸ στρατόπεδον γενομένης ἑξακισχιλίους ἀποθανεῖν φησι τῶν Ρωμαίων Ιερώνυμος, τῶν δὲ περὶ Πύρρον ἐν τοῖς βασιλικοῖς 5 ὑπομνήμασιν ἀνενεχθῆναι τρισχιλίους πεντακοσίους καὶ πέντε τεθνηκότας. Ὁ μέντοι Διονύσιος οὔτε δύο περὶ Ασκλον μάχας οὔτε ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ρωμαίων, ἅπαξ δὲ μέχρι δυσμῶν ἡλίου μαχεσαμένους μόλις ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν βραχίονα καὶ τὴν ἀποσκευὴν ἅμα 10 Σαυνιτῶν διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ ̔Ρωμαίων ἄνδρας ὑπὲρ μυρίους πεντακισχιλίους ἑκατέρων. Διελύθησαν δὲ ἀμφότεροι· καὶ λέγεται τὸν Πύρρον εἰπεῖν πρός τινα τῶν συνηδομένων αὐτῷ Ἂν ἔτι μίαν μάχην Ρωμαίους νική σωμεν ἀπολούμεθα παντελῶς. Πολὺ μὲν γὰρ ἀπωλώλει μέσ 15 ρος ἧς ἄγων ἧκε δυνάμεως, φίλοι δὲ καὶ στρατηγοὶ πλὴν ὀλί γῶν ἅπαντες, μεταπέμπεσθαι δὲ οὐκ ἦσαν ἕτεροι, καὶ τοὺς αὐτόθι συμμάχους ἀμβλυτέρους ἑώρα, τοῖς δὲ Ῥωμαίοις ὥσπερ ἐκ πηγῆς οἰκοθεν ἐπιρρεούσης ἀναπληρούμενον εὐπόρως καὶ ταχὺ τὸ στρατόπεδον καὶ ταῖς ἥτταις οὐκ ἀποβάλλοντας τὸ 20 θαρρεῖν, ἀλλὰ καὶ ῥώμην καὶ φιλονικίαν ὑπ ̓ ὀργῆς ἐπὶ τὸν πόλεμον προσλαμβάνοντας.

XXV. Τῶν δὲ Σαυνιτῶν τά τε πράγματα διέφθαρτο καὶ τοῦ φρονήματος ὑφεῖντο κεκρατημένοι μάχαις πολλαῖς ὑπὸ τῶν Ρωμαίων. Ἐνῆν δέ τι καὶ πρὸς τὸν Πύρρον ὀργῆς διὰ τὸν 25 εἰς Σικελίαν πλοῦν· ὅθεν οὐ πολλοὶ τούτων αὐτῷ συνῆλθον.

gegenüber. 1. ἀπράκτους] un-
nütz. 4. τῶν δὲ etc.] Hierony-
mus hat also die Aufzeichnungen
ὑπομνήματα = commentarii) des
Königs benützt. 7. ὁμολογου-
μένην, sicher ist, dass P. das Schlacht-
feld behauptet hat und die Römer
den Rückzug angetreten haben. -
11. διελύθησαν] waren geschwächt,
vgl. διάλυσις σώματος και ψυχῆς.
14 ἀπολούμεθα παντελῶς] In dem
Zeus-Tempel zu Tarent weihte er.
die auserlesensten Spolien mit der
Inschrift: Qui antehac invicti fuere
viri, pater optime Olympi, | Hos ego
in pugna vici victusque sum ab eis-
dem.
16. μεταπέμπεσθαι οὐκ
ἦσαν, besonders auch wegen des
gleichzeitigen Einfalls der Kel-
ten in Griechenland. 17. ἀμ-
βλυτέρους] = hebetes, infirmos.
20. φιλονικίαν] den Eifer (obzusie-
gen). 21. Justin. XVIII, 2,
12:
Post haec legati Siculorum super-
veniunt tradentes Pyrro totius in-
sulae inperium, quae assiduis a Car-

thagiensibus bellis vexabatur. Itaque relicto Locris Alexandro filio firmatisque sociorum civitatibus valido praesidio in Siciliam exercitum traiecit. Ibid. XXIII, 3: Post haec multa secunda proelia cum Carthaginiensibus facit. Interiecto deinde tempore legati ab Italicis sociis venere nuntiantes, resisti Romanis non posse deditionemque futuram, nisi subveniat.

22. Pyrros brachte aus Sicilien nach Tarent 20000 Mann Fussvolk und 3000 Reiter zurück; verstärkt durch die Tarentiner (ἀναλαβὼν δὲ τῶν Ταραντίνων τοὺς κρατίστους) zog er nun sofort wieder gegen die Römer zu Felde, welche in Samnium standen (275). Unterdessen hatten diese mit Ausnahme von Rhegion u. Tarent wieder die ganze Südküste Italiens in den Händen. In Samnium ging der Gebirgskrieg nur langsam vorwärts. 23. ὑφεῖντο] φρονήματος, vgl. animo cadere, demittere. 25. εἰς Σικελίαν] Ρ.

Πάντας δέ νείμας δίχα τοὺς μὲν εἰς τὴν Λευκανίαν ἔπεμψεν ἀντιληψομένους τοῦ ἑτέρου τῶν ὑπάτων, ὡς μὴ βοηθοίη, τοὺς δὲ ἦγεν αὐτὸς ἐπὶ Μάνιον Κούριον περὶ πόλιν Βενεουεντὸν ἱδρυμένον ἐν ἀσφαλεῖ καὶ περιμένοντα τὴν ἐκ τῆς Λευκανίας βοήθειαν· ἔστι δ ̓ ὅτε καὶ μάντεων αὐτὸν οἰωνοῖς καὶ ἱεροῖς 5 ἀποτρεπόντων ἡσύχαζε. Σπεύδων οὖν ὁ Πύρρος ἐπιθέσθαι τούτοις, πρὶν ἐκείνους ἐπελθεῖν, ἄνδρας τε τοὺς κρατίστους καὶ τῶν θηρίων τὰ μαχιμώτατα λαβὼν νυκτὸς ὥρμησεν ἐπὶ τὸ στρατόπεδον. Περιιόντι δὲ αὐτῷ μακρὰν καὶ δασείαν ὕλαις ὁδὸν οὐκ ἀντέσχε τὰ φῶτα καὶ πλάναι τοῖς στρατιώταις συνέ- 10 τυχον· καὶ περὶ ταῦτα γινομένης διατριβῆς ἥ τε νὺξ ἐπέλιπε καὶ καταφανὴς ἦν ἅμ ̓ ἡμέρᾳ τοῖς πολεμίοις ἐπερχόμενος ἀπὸ τῶν ἄκρων, ὥστε θόρυβον πολὺν καὶ κίνησιν παρασχεῖν. Οὐ μὴν ἀλλὰ τῶν ἱερῶν τῷ Μανίῳ γενομένων καὶ τοῦ καιροῦ βοηθεῖν ἀναγκάζοντος ἐξελθὼν ἐνέβαλε τοῖς πρώτοις καὶ τρε- 15 ψάμενος ἐφόβησε πάντας, ὥστε καὶ πεσεῖν οὐκ ὀλίγους καὶ τῶν ἐλεφάντων τινὰς ἁλῶναι καταληφθέντας. Αὕτη τὸν Μάνιον ἡ νίκη κατήγαγε μαχούμενον εἰς τὸ πεδίον· καὶ συμβαλὼν ἐκ προδήλου τὸ μὲν ἐτρέψατο τῶν πολεμίων, ἔστι δ' ᾗ βιασθεὶς ὑπὸ τῶν θηρίων καὶ συσταλεὶς πρὸς τὸ στρατόπεδον τοὺς φύ- 20 λακας ἐκάλει συχνοὺς ἐφεστῶτας τῷ χάρακι μετὰ τῶν ὅπλων καὶ ἀκμῆτας. Οἱ δὲ ἐπιφανέντες ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι καὶ σύγχυσιν, ἣ τὸ νίκημα παρέδωκε τοῖς Ῥωμαίοις, ἅμα δὲ καὶ τὸ κράτος 25 τῆς ἡγεμονίας. Καὶ γὰρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν ἀγώνων Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δὲ ὕστερον Σικελίαν κατέσχον.

machte Ansprüche auf die Krone von Sicilien wegen seiner Heirath mit Lanassa, Tochter des Agathokles. Von den Parteien selbst gerufen kämpfte er glücklich gegen die Karthager und Mamertiner, zuletzt aber zerfiel er mit den Sikelioten u. sah sich deshalb genöthigt, die Insel zu verlassen (278-275). 3. ἐπὶ Μάνιον Κούριον] Consuln des J. 275 waren M'. Curius Dentatus u. L. Cornelius Lentulus. Das Jahr zuvor (276) hatte Rom an der Pest stark gelitten, wodurch die Aushebung zum Feldzuge gegen Pyrros schwierig wurde. Darauf

[ocr errors]

mag sich auch wohl der folgende Satz (ἔστι δ' ὅτε etc.) beziehen.

[ocr errors]
[ocr errors]

14. τῶν ἱερῶν γενομένων] vom Gelingen der Opfer, dass es so geschieht, wie es geschehen soll χρηστῶν γενομένων. — 15. βοηθεῖν, occurrere hosti. 18. ἐκ προδήλου, im offenen Kampfe. 20. συστα λείς] zurückgeworfen. 20. τοὺς φύλακας etc.] Wahrscheinlich die triarii, welche immer die Reserve (subsidium) bilden. 28. Bald nach der Schlacht ging Pyrros nach Epirus zurück, liess aber den Milo mit einer Besatzung in Tarent. In demselben Jahre, in welchem die Römer die Burg von Tarent erstürmten (272), fand Pyrros den Tod vor Argos.

[graphic]
[graphic]
« IndietroContinua »