Immagini della pagina
PDF
ePub

ΘΟΥΚΥΔΙΔΟΥ ΞΥΓΓΡΑΦΗΣ Ε.

Τοῦ δ ̓ ἐπιγιγνομένου θέρους αἱ μὲν ἐνιαύσιοι σπονδαὶ διελέλυντο μέχρι Πυθίων· καὶ ἐν τῇ ἐκεχειρίᾳ Αθηναῖοι Δηλίους ἀνέστησαν ἐκ Δήλου, ἡγησάμενοι κατὰ παλαιάν τινα αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι, καὶ ἅμα ἐλλι πὲς σφίσιν εἶναι τοῦτο τῆς καθάρσεως, ᾗ πρότερόν μοι δεδήλωται ὡς ἀνελόντες τὰς θήκας τῶν τεθνεώτων ὀρ θῶς ἐνόμισαν ποιῆσαι. καὶ οἱ μὲν Δήλιοι Ατραμύττιον Φαρνάκου δόντος αὐτοῖς ἐν τῇ Ασία ᾤκησαν, οὕτως ὡς ἕκαστος ώρμητο.

2. Κλέων δὲ 'Αθηναίους πείσας ἐς τὰ ἐπὶ Θράκης χωρία ἐξέπλευσε μετὰ τὴν ἐκεχειρίαν, Αθηναίων μὲν ὁπλίτας ἔχων διακοσίους καὶ χιλίους καὶ ἱππέας τριακοσίους, τῶν δὲ ξυμμάχων πλείους, ναῦς δὲ τριάκοντα. σχὼν δὲ ἐς Σκιώνην πρῶτον ἔτι πολιορκουμένην καὶ2 προσλαβὼν αὐτόθεν ὁπλίτας τῶν φρουρῶν, κατέπλευ σεν ἐς τὸν Κωφὸν λιμένα, τῶν Τορωναίων ἀπέχοντα οὐ πολὺ τῆς πόλεως. ἐκ δ ̓ αὐτοῦ, αἰσθόμενος ὑπ' αὐ-3 τομόλων ὅτι οὔτε Βρασίδας ἐν τῇ Τορώνῃ οὔτε οἱ ἐνόν τες ἀξιόμαχοι εἶεν, τῇ μὲν στρατιᾷ τῇ πεζῇ ἐχώρει ἐς τὴν πόλιν, ναῦς δὲ περιέπεμψε δέκα ἐς τὸν λιμένα περιπλεῖν. καὶ πρὸς τὸ περιτείχισμα πρῶτον ἀφικνεῖται, ὃ προσ-4 δ περιέβαλε τῇ πόλει ὁ Βρασίδας, ἐντὸς βουλόμενος ποιῆσαι τὸ προάστειον καὶ διελὼν τοῦ παλαιοῦ τείχους μίαν αὐτὴν ἐποίησε πόλιν.

3. Βοηθήσαντες δὲ ἐς αὐτὸ Πασιτελίδας τε ὁ Λακε

THUCYDIDES. U.

1

δαιμόνιος ἄρχων καὶ ἡ παροῦσα φυλακὴ προσβαλόντων τῶν ̓Αθηναίων ήμύνοντο. καὶ ὡς ἐβιάζοντο καὶ αἱ νῆες ἅμα περιέπλεον αἱ ἐς τὸν λιμένα περιπεμφθεῖσαι, δείσας ὁ Πασιτελίδας μὴ αἵ τε νῆες φθάσωσι λαβοῦσαι ἐρῆμον τὴν πόλιν καὶ τοῦ τειχίσματος ἁλισκομένου ἐγκαταληφθῇ, 2 ἀπολιπὼν αὐτὸ δρόμῳ ἐχώρει ἐς τὴν πόλιν. οἱ δὲ ̓Αθη ναῖοι φθάνουσιν οἵ τε ἀπὸ τῶν νεῶν ἑλόντες τὴν Τορώ νην καὶ ὁ πεζὸς ἐπισπόμενος αὐτοβοεί, κατὰ τὸ διῃρημένον τοῦ παλαιοῦ τείχους ξυνεσπεσών. καὶ τοὺς μὲν ἀπέκτειναν τῶν Πελοποννησίων καὶ Τορωναίων εὐθὺς ἐν χερσί, τοὺς δὲ ζῶντας ἔλαβον καὶ Πασιτελίδαν τὸν ἄρ χοντα. Βρασίδας δὲ ἐβοήθει μὲν τῇ Τορώνῃ, αισθόμενος δὲ καθ ̓ ὁδὸν ἑαλωκυῖαν ἀνεχώρησεν, ἀποσχὼν τεσσαρά 4κοντα μάλιστα σταδίους μὴ φθάσαι ἐλθών. ὁ δὲ Κλέων καὶ οἱ 'Αθηναῖοι τροπαΐά τε ἔστησαν δύο, τὸ μὲν κατὰ τὸν λιμένα, τὸ δὲ πρὸς τῷ τειχίσματι, καὶ τῶν Τορω ναίων γυναῖκας μὲν καὶ παῖδας ήνδραπόδισαν, αὐτοὺς δὲ καὶ Πελοποννησίους καὶ εἴ τις ἄλλος Χαλκιδέων ἦν, ξύμ παντας ἐς ἑπτακοσίους, ἀπέπεμψαν ἐς τὰς Αθήνας· καὶ αὐτοῖς τὸ μὲν Πελοποννήσιον ὕστερον ἐν ταῖς γενομέναις σπουδαῖς ἀπῆλθε, τὸ δὲ ἄλλο ἐκομίσθη ὑπ' Ολυνθίων, 5 ἀνὴρ ἀντ ̓ ἀνδρὸς λυθείς. εἷλον δὲ καὶ Πάνακτον Αθηναίων ἐν μεθορίοις τεῖχος Βοιωτοὶ ὑπὸ τὸν αὐτὸν χρό 6 νον προδοσία. καὶ ὁ μὲν Κλέων φυλακὴν καταστησάμε νος τῆς Τορώνης ἄρας περιέπλει τὸν Αθων ὡς ἐπὶ τὴν ̓Αμφίπολιν.

4. Φαίαξ δὲ ὁ Ἐρασιστράτου τρίτος αὐτὸς ̓Αθη ναίων πεμπόντων ναυσὶ δύο ἐς Ἰταλίαν καὶ Σικελίαν 2 πρεσβευτὴς ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέπλευσε. Λεοντίνοι γὰρ ἀπελθόντων Αθηναίων ἐκ Σικελίας μετὰ τὴν ξύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος τὴν 3 γῆν ἐπενόει ἀναδάσασθαι. οἱ δὲ δυνατοὶ αἰσθόμενοι Συ

ρακοσίους τε ἐπάγονται καὶ ἐκβάλλουσι τὸν δῆμον. καὶ οἱ μὲν ἐπλανήθησαν ὡς ἕκαστοι· οἱ δὲ δυνατοὶ ὁμολογή σαντες Συρακοσίοις καὶ τὴν πόλιν ἐκλιπόντες καὶ ἐρημώ σαντες, Συρακούσας ἐπὶ πολιτεία ᾤκησαν. καὶ ὕστερον 4 πάλιν αὐτῶν τινες διὰ τὸ μὴ ἀρέσκεσθαι ἀπολιπόντες ἐκ τῶν Συρακουσῶν Φωκαίας τε, τῆς πόλεως τι τῆς Λεον τίνων χωρίον καλούμενον, καταλαμβάνουσι καὶ Βρικιννίας, ὃν ἔρυμα ἐν τῇ Λεοντίνῃ. καὶ τῶν τοῦ δήμου τότε ἐκπεσόντων οἱ πολλοὶ ἦλθον ὡς αὐτούς, καὶ καταστάν τες ἐκ τῶν τειχῶν ἐπολέμουν. ἃ πυνθανόμενοι οι Αθη- 5 ναῖοι τὸν Φαίακα πέμπουσιν, εἴ πως πείσαντες τοὺς σφί σιν ὄντας αὐτόθι ξυμμάχους καὶ τοὺς ἄλλους, ἢν δύνωνται, Σικελιώτας κοινῇ, ὡς Συρακοσίων δύναμιν περιποιουμένων, ἐπιστρατεῦσαι, διασώσειαν τὸν δῆμον τῶν Λεοντίνων. ὁ δὲ Φαίαξ ἀφικόμενος τοὺς μὲν Καμαρι- 6 ναίους πείθει καὶ ̓Ακραγαντίνους, ἐν δὲ Γέλᾳ ἀντιστάντος αὐτῷ τοῦ πράγματος οὐκέτι ἐπὶ τοὺς ἄλλους ἔρχεται, αἰσθόμενος οὐκ ἂν πείθειν αὐτούς, ἀλλ ̓ ἀναχωρήσας διὰ τῶν Σικελῶν ἐς Κατάνην, καὶ ἅμα ἐν τῇ παρόδῳ καὶ ἐς τὰς Βρικιννίας ἐλθὼν καὶ παραθαρσύνας, ἀπέπλει.

5. Ἐν δὲ τῇ παρακομιδῇ τῇ ἐς τὴν Σικελίαν καὶ πά λιν ἀναχωρήσει καὶ ἐν τῇ Ἰταλίᾳ τισὶ πόλεσιν ἐχρημά τισε περὶ φιλίας τοῖς Αθηναίοις, καὶ Λοκρῶν ἐντυγχάνει τοῖς ἐκ Μεσσήνης ἐποίκοις ἐκπεπτωκόσιν, οἳ μετὰ τὴν Σικελιωτῶν ὁμολογίαν στασιασάντων Μεσσηνίων καὶ ἐπαγαγομένων τῶν ἑτέρων Λοκροὺς ἔποικοι ἐξεπέμφθη σαν καὶ ἐγένετο Μεσσήνη Λοκρών τινα χρόνον. τούτοις 2 οὖν ὁ Φαίαξ ἐντυχών τότε κομιζομένοις οὐκ ἠδίκησεν· ἐγεγένητο γὰρ τοῖς Λοκροῖς πρὸς αὐτὸν ὁμολογία ξυμβά σεως πέρι πρὸς τοὺς ̓Αθηναίους. μόνοι γὰρ τῶν ξυμμά-3 χων, ὅτε Σικελιῶται ξυνηλλάσσοντο, οὐκ ἐσπείσαντο Αθηναίοις, οὐδ ̓ ἂν τότε, εἰ μὴ αὐτοὺς κατεῖχεν ὁ πρὸς

Ιτωνέας καὶ Μελαίους πόλεμος, ὁμόρους τε ὄντας καὶ ἀποίκους. καὶ ὁ μὲν Φαίαξ ἐς τὰς ̓Αθήνας χρόνῳ ὕστε ρον ἀφίκετο.

6. Ὁ δὲ Κλέων ὡς ἀπὸ τῆς Τορώνης τότε περιέπλευ σεν ἐπὶ τὴν ̓Αμφίπολιν, ὁρμώμενος ἐκ τῆς Ἠιόνος Στα γείρῳ μὲν προσβάλλει ̓Ανδρίων ἀποικίᾳ καὶ οὐχ εἷλε, Γαληψὸν δὲ τὴν Θασίων ἀποικίαν λαμβάνει κατὰ κράτος. 2 καὶ πέμψας ὡς Περδίκκαν πρέσβεις, ὅπως παραγένοιτο στρατιᾷ κατὰ τὸ ξυμμαχικόν, καὶ ἐς τὴν Θράκην ἄλλους παρὰ Πολλῆν τὸν Ὀδομάντων βασιλέα, ἄξοντα μισθοῦ Θρᾷκας ὡς πλείστους, αὐτὸς ἡσύχαζε περιμένων ἐν τῇ 3Ἠιόνι. Βρασίδας δὲ πυνθανόμενος ταῦτα ἀντεκάθητο καὶ αὐτὸς ἐπὶ τῷ Κερδυλίῳ· ἔστι δὲ τὸ χωρίον τοῦτο ̓Αργιλίων ἐπὶ μετεώρου πέραν τοῦ ποταμοῦ, οὐ πολὺ ἀπέχον τῆς ̓Αμφιπόλεως, καὶ κατεφαίνετο πάντα αὐτόθεν, ὥστε οὐκ ἂν ἔλαθεν [αὐτόθεν] ὁρμώμενος ὁ Κλέων τῷ στρατῷ· ὅπερ προσεδέχετο ποιήσειν αὐτόν, ἐπὶ τὴν ̓Αμφίπολιν, ὑπεριδόντα σφῶν τὸ πλῆθος, τῇ παρούσῃ στρα4τιᾷ ἀναβήσεσθαι. ἅμα δὲ καὶ παρεσκευάζετο Θρᾷκάς τε μισθωτοὺς πεντακοσίους καὶ χιλίους, καὶ τοὺς Ἠδῶνας πάντας παρακαλῶν, πελταστὰς καὶ ἱππέας· καὶ Μυρκι νίων καὶ Χαλκιδέων χιλίους πελταστὰς εἶχε πρὸς τοῖς ἐν 5 Αμφιπόλει. τὸ δ ̓ ὁπλιτικὸν ξύμπαν ήθροίσθη δισχίλιοι μάλιστα, καὶ ἱππῆς Ἕλληνες τριακόσιοι. τούτων Βρασί δας μὲν ἔχων ἐπὶ Κερδυλίῳ ἐκάθητο ἐς πεντακοσίους καὶ χιλίους, οἱ δ ̓ ἄλλοι ἐν ̓Αμφιπόλει μετὰ Κλεαρίδου έτετάχατο.

7. Ὁ δὲ Κλέων τέως μὲν ἡσύχαζεν, ἔπειτα ἠναγκά2σθη ποιῆσαι ὅπερ ὁ Βρασίδας προσεδέχετο. τῶν γὰρ στρατιωτῶν ἀχθομένων μὲν τῇ ἕδρα, αναλογιζομένων δὲ τὴν ἐκείνου ἡγεμονίαν πρὸς οἵαν ἐμπειρίαν καὶ τόλμαν μετὰ οἵας ἀνεπιστημοσύνης και μαλακίας γενήσοιτο καὶ

οἴκοθεν ὡς ἄκοντες αὐτῷ ξυνεξῆλθον, αἰσθόμενος τὸν θροῦν καὶ οὐ βουλόμενος αὐτοὺς διὰ τὸ ἐν τῷ αὐτῷ καθ ημένους βαρύνεσθαι, ἀναλαβὼν ἦγε. καὶ ἐχρήσατο τῷ τρόπῳ περ καὶ ἐς τὴν Πύλον εὐτυχήσας ἐπίστευσέ τι φρονεῖν· ἐς μάχην μὲν γὰρ οὐδὲ ἤλπισέν οἱ ἐπεξιέναι οὐδένα, κατὰ θέαν δὲ μᾶλλον ἔφη ἀναβαίνειν τοῦ χω ρίου, καὶ τὴν μείζω παρασκευὴν περιέμενεν, οὐχ ὡς τῷ ἀσφαλεῖ, ἦν ἀναγκάζηται, περισχήσων, ἀλλ' ὡς κύκλῳ περιστὰς βία αἱρήσων τὴν πόλιν. ἐλθών τε καὶ καθίσας 4 ἐπὶ λόφου καρτεροῦ πρὸ τῆς ̓Αμφιπόλεως τὸν στρατόν, αὐτὸς ἐθεᾶτο τὸ λιμνώδες τοῦ Στρυμόνος καὶ τὴν θέσιν τῆς πόλεως ἐπὶ τῇ Θράκῃ ὡς ἔχοι. ἀπιέναι τε ἐνόμιζεν, ὁπόταν βούληται, ἀμαχεί· καὶ γὰρ οὐδὲ ἐφαίνετο οὔτ ̓ ἐπὶ τοῦ τείχους οὐδεὶς οὔτε κατὰ πύλας ἐξῄει, κεκλημέ ναι τε ἦσαν πᾶσαι. ὥστε καὶ μηχανὰς ὅτι οὐκ ἀνῆλθεν ἔχων, ἁμαρτεῖν ἐδόκει· ἑλεῖν γὰρ ἂν τὴν πόλιν διὰ τὸ ἐρήμου.

8. Ὁ δὲ Βρασίδας εὐθὺς ὡς εἶδε κινουμένους τοὺς Αθηναίους, καταβὰς καὶ αὐτὸς ἀπὸ τοῦ Κερδυλίου ἐσέρ χεται ἐς τὴν ̓Αμφίπολιν. καὶ ἐπέξοδον μὲν καὶ ἀντίταξιν 2 οὐκ ἐποιήσατο πρὸς τοὺς Αθηναίους, δεδιὼς τὴν αὑτοῦ παρασκευὴν καὶ νομίζων ὑποδεεστέρους εἶναι, οὐ τῷ πλήθει (ἀντίπαλα γάρ πως ήν), ἀλλὰ τῷ ἀξιώματι (τῶν γὰρ Αθηναίων ὅπερ ἐστράτευε καθαρὸν ἐξῆλθε, καὶ Δημνίων καὶ Ἰμβρίων τὸ κράτιστον), τέχνῃ δὲ παρεσκευάζετο ἐπιθησόμενος. εἰ γὰρ δείξειε τοῖς ἐναντίοις τό τες πλῆθος καὶ τὴν ὅπλισιν ἀναγκαίαν οὖσαν τῶν μεθ ̓ ἑαυ τοῦ, οὐκ ἂν ἡγεῖτο μᾶλλον περιγενέσθαι ἢ ἄνευ προψεώς τε αὐτῶν καὶ μὴ ἀπὸ τοῦ ὄντος καταφρονήσεως. ἀπολεξάμενος οὖν αὐτὸς πεντήκοντα καὶ ἑκατὸν ὁπλίτας, 4 καὶ τοὺς ἄλλους Κλεαρίδα προστάξας, ἐβουλεύετο ἐπιχει ρεῖν αἰφνιδίως, πρὶν ἀπελθεῖν τοὺς ̓Αθηναίους, οὐκ ἂν

« IndietroContinua »