Immagini della pagina
PDF
ePub

46

47

δ

ΤΥΧ. Οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος. εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.

ΠΑΡ. Τί οὖν, ὦ Τυχιάδη, οὐχὶ καὶ Πάτροκλος 871 τοῦ ̓Αχιλλέως παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ελλήνων φαυλότερος οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα νεανίας ὤν; ἐγὼ γὰρ οὐδ ̓ αὐτοῦ μοι δοκῶ τοῦ Αχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι· τόν τε γὰρ Ἕκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσε καὶ τὴν Πρωτεσι λάου ναῦν ἤδη καιομένην ἔσβεσε, καίτοι ἐπεβάτευον αὐτῆς οὐχ οἱ φαυλότατοι ἀλλ ̓ οἱ τοῦ Τελαμῶνος Αἴας τε καὶ Τεῦκρος ὁ μὲν ὁπλίτης ἀγαθὸς ὁ δὲ τοξότης. καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διός, ὁ παράσιτος τοῦ ̓Αχιλλέως. καὶ ἀπέθανε δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλ ̓ αὐτὸν μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν ̓Αχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι. καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἷας ὁ γενναιότατος Εκτωρ καὶ προσπίπτων τὸν Αχιλλέα καὶ ἱκετεύων ὅπως ὁ νεκρὸς αὐτοῦ τοῖς οἰκείοις ἀποδοθῇ, ἀλλ ̓ οἵας εἰκὸς ἀφεῖναι παράσιτον. τίνας δὴ ταύτας;

τοιοῦτοι δ ̓ εἴπερ μοι είκοσιν ἀντεβόλησαν,

πάντες κι αὐτόθ ̓ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

ΤΥΧ. Ταῦτα μὲν ἱκανῶς. ὅτι δὲ μὴ φίλος ἀλλὰ

[ocr errors]

46. Ἑλλήνων] Ελλήνων Α.
χείρω ] χείρονα δ.
υἱόν τ.
Έκτωρ. Έκτορα δ' ἀχιλλεὺς F.
ὁ γενναιότατος usque ad ὁ νεκρὸς
Ca. προσπίπτων v, omissa καὶ
τοιοῦτοι κτέ] Hiad. 16, 847 sq.
at o in lit.

τὸ σῶμα] τῶ σῶμα Α.
τὸν παῖδα του Διός A CF. τὸν τοῦ Διὸς
ἀλλ ̓ αὐτὸν μὲν Έκτορα ̓Αχιλλεὺς] ἀλλ ̓ αὐτὸν μὲν,
Αχιλλέα ] τὸν ἀχιλλέα F. –
desunt in A. — καὶ προσπίπτων
αὐτοῦ AFg. αὑτοῦ ν.
ὄλοντο] ὅλοντο F. πλοντο Α,

47. ἱκανῶς Ε. ἱκανόν Α C. ἱκανά να

1

872

παράσιτος ἦν ὁ Πάτροκλος τοῦ ̓Αχιλλέως, πειρῶ λέγειν.

ΠΑΡ. Αὐτὸν, ὦ Τυχιάδη, τον Πάτροκλον ὅτι παράσιτος ἦν, λέγοντά σοι παρέξομαι.

ΤΥΧ. Θαυμαστὰ λέγεις.

ΠΑΡ. Ακουε τοίνυν αὐτῶν τῶν ἐπῶν·

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστές, Αχιλλεῦ,
ἀλλ ̓ ὁμοῦ, ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισι.

καὶ πάλιν ὑπερβὰς, καὶ νῦν με δεξάμενος, φησίν, ὁ Πηλεύς

ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντ ̓ ὀνόμηνε,

τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζε θερά ποντα· ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος. τίνας τοίνυν 873 λέγει τοὺς θεράποντας, * εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρασίτοὺς δῆλον ὅτι· ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράποντα ὀνομά ζει· οὕτως οἶμαι καλουμένων τότε τῶν παρασίτων. σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ιδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν ἀτάλαντον Αρηϊ, Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ. τί δέ; οὐχὶ καὶ Αριστογείτων δημο-48 τικὸς ὢν καὶ πένης, ὥσπερ Θουκυδίδης φησί, παρά σιτος ἦν Αρμοδίου; τί δέ; οὐχὶ καὶ ἐραστής; ἐπιεικώς

[merged small][merged small][ocr errors][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν. οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν ̓Αθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδικῶν. οὗτοι μὲν δὴ, 49 τοιοῦτοι ὄντες μάλα ἀγαθοί, παράσιτοι ἦσαν. σὺ δὲ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ * ἀλλ ̓ ὃν ἐν πολέμῳ μάχεσθαί φησιν ἑστιάσει, κεἰ874 εὐθὺς ἅμα ἔῳ μάχεσθαι δέοι· καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεύκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βού 50 λεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν. εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπ ̓ αὐτῷ δή που οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλω τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῶς κατακειμένῳ. ὡς ἄξιόν γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προτεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον, τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασπιστὰς αὐτ τῆς οὕτως κακοδαίμονας ὁρῶν; τίς δὲ οὐκ ἂν εἰκάσαι

,

τοιοῦτοι A C, τοιοίδε ν. τοιοῖδε F.

49. δὲ ποῖόν Α F. δὲ δὴ ποῖόν ν.

σεὺς] ὁδυσσεὺς Α.

[merged small][ocr errors]

ἑστιάσει] ἑστιάση F. -- κελ Lehmannus.

libri: καί . εἰ καὶ Perizonius ad Ael. Var. Hist. 8, 12. εἰ Graevius

[merged small][merged small][merged small][ocr errors][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ; τοιοῦτοι μὲν ἐν τῷ πολέμῳ πρὸς ῥήτορας καὶ φιλοσόφους εἰσὶν οἱ παρά

875 σιτοι.

* ἐν εἰρήνῃ δὲ τοσοῦτόν μοι δοκεῖ διαφέρειν 51 παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέ μου. καὶ πρῶτον, εἰ δοκεῖ, σκοπῶμεν τὰ τῆς εἰρήνης χωρία.

ΤΥΧ. Οὔπω ξυνίημι ὅ τι τοῦτό πως βούλεται. σκοπῶμεν δὲ ὅμως.

ΠΑΡ. Ούκουν ἀγορὰν καὶ δικαστήρια καὶ παλαί στρας καὶ γυμνάσια καὶ κυνηγέσια καὶ συμπόσια ἔγωγε φαίην ἂν πόλεως χωρία;

ΤΥΧ. Πάνυ μὲν οὖν.

ΠΑΡ. Ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικαστήρια οὐ πάρεισιν, ὅτι οἶμαι τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι οὐδὲν μέτριον ἐστι τῶν ἐν τούτοις γινομένων, τὰς δὲ παλαί στρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος. ἐπεὶ τίς ἐν παλαίστρᾳ φιλόσοφος ἢ ῥήτωρ ἀποδὺς ἄξιος συγκριθῆναι παρασίτου τῷ σώ ματι; ἢ τίς ἐν γυμνασίῳ τούτων ὀφθεὶς οὐκ αἰσχύνη μᾶλλον τοῦ χωρίου ἐστί; καὶ μὴν ἐν ἐρημίᾳ τούτων οὐ δεὶς ἂν ὑποσταίη θηρίον ὁμόσε ἰόν, ὁ δὲ παράσιτος αυτά τε ἐπιόντα μένει καὶ δέχεται ῥᾳδίως μεμελετηκὼς αὐτῶν ἐν τοῖς δείπνοις καταφρονεῖν, καὶ οὔτε ἔλαφος οὔτε σᾶς αὐτὸν ἐκπλήττει πεφρικώς, ἀλλὰ κἂν ἐπ' αὐτὸν ὁ σῦς τὸν ὀδόντα θήγῃ, καὶ ο παράσιτος ἐπὶ τὸν

[ocr errors][merged small][merged small]
[ocr errors]
[ocr errors][merged small]

Οὔκουν ] οὐκ τὰ ante

51. τοσοῦτόν] τοσούτῳ 2. δοκεῖ διαφέρειν Α F. δοκεῖ καὶ διαφέρειν ν. τοῦτό πως] τοῦτο πῶς Γε ἂν Α. οὐκοῦν ν. γυμνάσια deest in A. λον edd. φος ν.

– γινομένων Α F. γιγνομένων ν.
μᾶλλον τοῦ χωρίου Α F. τοῦ χωρίου μᾶλ
οὔτε ἔλαφος ΑΕ. οὔτ ̓ ἔλα-

[ocr errors]

τούτων om. Α.

[ocr errors]

σῦν ἀντιθήγει. τοὺς μὲν γὰρ λαγώς διώκει μᾶλλον τῶν κυνῶν. ἐν δὲ δὴ συμποσίῳ τίς ἂν καὶ ἁμιλλήσαιτο παρασίτῳ ἤτοι παίζοντι ἢ ἐσθίοντι; τίς δ ̓ ἂν μᾶλλον * εὐφράναι τοὺς συμπότας; πότερόν ποτε οὗτος ᾄδων 876 καὶ σκώπτων, ἢ ἄνθρωπος μὴ γελῶν, ἐν τριβωνίῳ κείμενος, εἰς τὴν γῆν ὁρῶν, ὥσπερ ἐπὶ πένθος οὐχὶ εἰς συμπόσιον ἥκων; καὶ ἔμοιγε δοκεῖ, ἐν συμποσίῳ φιλόσοφος τοιοῦτόν ἐστιν οἷον ἐν βαλανείω κύων.

αλλα

52 Φέρε δὴ ταῦτα ἀφέντες ἐπ' αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου σκοποῦντες ἅμα καὶ παραβάλ λοντες ἐκείνῳ. πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὧν οἱ ἄνθρωποι οἴονται, περὶ ῥήτορας δὲ καὶ φιλοσό φους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιστόν ἐστιν, ὑπ' ἀργυρίου. καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός· οἱ γε μὴν ρήτορες, καὶ ὃ δεινότερόν ἐστι, καὶ οἱ φιλοσο φεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαι μόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσό φων περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; ὁ μὲν δικάζων δίκην δώροις ἐπ' αὐτῇ ἑάλω, [ἄλλος δὲ μισθὸν σοφιστεύων εἰσπράττεται τοὺς μανθάνοντας,] * ὁ 877

[ocr errors]
[merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small]

52. ἐκείνῳ A d Graevius in a. ἐκεῖνον v et F. post hanc vocem in A est lacuna.

τοίνυν deest in A a.

μέλον αὐτῷ ν.

ὧν] τί Α. τι ἂν FVY d.

αὐτῷ μέλον ΑF.

οἴονται] οἴωνται

[ocr errors]

FVd, at in Fw in lit. - περὶ ῥήτορας] περὶ αὐτοῦ· ῥήτορας

[blocks in formation]

ὃ] ὁ Α.

[ocr errors]

δας Α F. ψηφίδας ν.

[merged small][ocr errors][merged small][merged small]

ὁ μὲν γὰρ δικάζων Α. ὁ γὰρ δικάζων Ε.

ψηφί ὁ μὲν δικάζων]

ἄλλος δὲ – μανθά

[ocr errors]
[merged small][ocr errors]
« IndietroContinua »