Immagini della pagina
PDF
ePub

a

b

C

Πυρι

τῷ λέγειν δεινότητος " τήνδε ἐποιήσατο τὴν ἐπίδειξιν. λάμπης γάρ τις τῶν πολιτῶν ἄνδρα φίλον καὶ ἐρώμενον ἴδιον διά τινα ζηλοτυπήσας ἐφόνευσε· ταύτης δὲ τῆς δίκης ἐν ̓Αρείῳ πάγω κινουμένης, πολλὰ τῆς ἰδίας σοφίας ἐπεδείξατο, ἀπολογίαν ποιούμενος ὑπὲρ τοῦ - Πυριλάμπους, καὶ Περικλέους και τηγοροῦντος, ἐνίκα. ὅθεν καὶ στρατηγὸν αὐτὸν ἑλομένων Αθηναίων, ἄρχων προέστη τοῦ δήμου. ° μεγαλόφρων δὲ ἐν τοῖς 7 πράγμασι γενόμενος, ἅτε φιλοχρηματῶν, οὐκ εἴα τὸν πλείονα χρόνον προστατεῖν τοῦ δήμου. πρῶτον μὲν γὰρ ὑπὸ τοῦ Ξενοκρί του, * ὡς * Σύβαριν ἀποδημήσας, ὡς ἐπανῆλθεν εἰς ̓Αθήνας, συγχύσεως δικαστηρίου φεύγων εάλω· ὕστερον δὲ 4 καὶ ἐξοστρα κίζεται ἔτη δέκα. φεύγων δὲ, ἐν Αἰγίνη διέτριβε, κἀκεῖ λέγε ται τὰς ἱστορίας αὐτὸν συντάξασθαι. τότε δὲ τὴν φιλαργυρίαν αὐτοῦ μάλιστα φανερὰν γενέσθαι· ἅπαντας γὰρ Αιγινήτας κατατοκίζων, ἀναστάτους ἐποίησε. * μετὰ δὲ τὴν ἱστορίαν φασὶ συν- 8 τετάχθαι τῷ συγγραφεῖ τὸ προοίμιον, ἐπεὶ τῶν ἐν τῷ πολέμῳ uéuvntae yeyovórov, dsney Stńs. Ajhou nudágoews, div neol τὸ ἕβδομον ἔτος ἐπὶ 3 Εὐθύνου ἄρχοντος γεγενῆσθαί φασι. μέσ μνηται δὲ ἐν αὐτῷ καὶ τῆς τοῦ πολέμου τελευτῆς, λέγων· 'Ες τὴν τελευτὴν τοῦδε τοῦ πολέμου. ἀλλὰ καὶ ἐν ἀρχῇ φησὶ, Κίνη

e

d

h

u Male haec de Thucydide historico narrari videntur. vid. c. II. P.] b Vide Xenoph. Hist. Gr. 1. 2. [cap. 3. init.] ubi recenset Tyran. norum nomina. [Sed quid huc pertinet hic locus? P.] Vide etiam Meursii Att. lect. lib. 1. c. 5.

c (Non intelligo, quomodo haec de peculatu accipere potuerit Interpres. Locus corruptus videtur.) [Pro sia certe passivum exspectatur. P.]

d (Kaí additum e MS.)

e Idem etiam a Dionysio Halicarn. et quibusdam aliis factum est. (4 abest ab utroque God.)

f (Lib. I. Cap. 8.)

g Evovýμov Dodwell. in Annalib. Thucyd. Ann. VI. Belli Peloponn. In Thucyd. VII. 69. idem nomen corruptum erat in Evdnuos. [At vid. not. ad VII. 16. unde etiam hic vel Evðúμov vel Evdýμov legendum esse probabile fit. P.]

h Lib. I. Cap. 18.

[ocr errors]

τις γὰρ αὕτη 1 δὴ μεγίστη τοῖς Ἕλλησιν ἐγένετο, καὶ μέρει τινὶ 9 τῶν βαρβάρων· ὡς δ ̓ εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. πληρώσας δὲ τὴν ὀγδόην ἱστορίαν, ἀπέθανε νόσῳ. σφάλλονται γὰρ οἱ λέγοντες μὴ Θουκυδίδου εἶναι τὴν ὀγδόην, ἀλλ ̓ ἑτέρου συγτο γραφέως. τελευτήσας * δὲ, ̓Αθήνησιν ἐτάφη πλησίον τῶν 1 Με λιτίδων πυλῶν, ἐν χωρίῳ τῆς ̓Αττικῆς ὃ προςαγορεύεται Κοίλη εἴτε αὐτὸς ἐπανελθὼν ̓Αθήναζε ἐκ τῆς φυγῆς, τοῦ ὁρισθέντος χρόνου πληρωθέντος, καὶ τελευτήσας ἐν τῇ ἰδίᾳ πατρίδι, εἴτε μετακομισθέντων αὐτοῦ τῶν ὀστέων ἀπὸ Θράκης, ἐκεῖ καταστρέ ψαντος τὸν βίον· λέγεται γὰρ ἐπ ̓ ἀμφότερα. καὶ στήλη τις ἀνέ στηκεν ἐν τῇ Κοίλῃ τοῦτο ἔχουσα τὸ ἐπίγραμμα·

Θουκυδίδης Ολόρου Αλιμούσιος ἐνθάδε κεῖται.

[ Δή ο Cass. et Pal. inseruimus. Cf. not. ad I, 1. Ε Cass. et Reg. paulo post scriptum os d' sixɛiv pro os dè ein. Vid. not. ib. P.] [k Male vulgo δ ̓ ἐν ̓Αθήνησιν. Reg. δέ. Cass. bene praepositionem omittit et post de interpungit. P.]

2. Omnino legendum Μελιτίδων πυλών. (Ita Reg. et Cass. Per peram olim Μιλτιάδων. Vid. ad Marcell. S. 17. not. v. Ρ.]

[ocr errors][merged small][merged small][merged small]

ΗΘΙΚΑΙ ΚΑΙ ΠΟΛΙΤΙΚΑΙ, ΠΡΩΤΟΝ ΜΕΝ ΞΥΛΛΕΓΕΙΣ ΑΙ ΥΠΟ ΝΕΟΦΥΤΟΥ ΛΟΥΚΑ,

νῦν δέ μάλα αυξηθεῖσαι.

̓Εκ τοῦ Π
τοῦ Πρώτου.

18. Πᾶσα ἀποικία, εὖ μὲν πάσχουσα, τιμῇ τὴν μητρόπο λιν, ἀδικουμένη δὲ, ἀλλοτριοῦται.

Αδ. ̔Ο ἐλαχίστας τὰς μεταμελείας ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐναν τίοις λαμβάνων, ἀσφαλέστατος ἂν διατελοίη.

λζ. "Ανδρες ἀγαθοὶ, ὅσῳ ἀληπτότεροι τοῖς πέλας, τοσῷδε φανερωτέραν ἔξεστιν αὐτοῖς τὴν ἀρετὴν, διδοῦσι καὶ δεχομέ νοις τὰ δίκαια, διδόναι.

μά. Τὰ οἰκεῖα χεῖρον τίθενται (ἄνθρωποι) φιλονεικίας ἕνεκα τῆς αὐτίκα.

μβ'. Τὸ ξυμφέρον, ἐν ᾧ ἄν τις ἐλάχιστα ἁμαρτάνῃ, μάλιστα ἕπεται.

μβ'. Η τελευταία χάρις, καιρὸν ἔχουσα, κἂν ἐλάσσων ᾖ, δύναται μεῖζον ἔγκλημα λῦσαι.

μβ'. Τὸ μὴ ἀδικεῖν τοὺς ὁμοίους ἐχυρωτέρα δύναμις, ἢ τῷ

αὐτίκα φανερῷ ἐπαρθέντας, διὰ κινδύνων τὸ πλέον ἔχειν. 6. Μὴ ἑορτὴν ἄλλο τι ἡγεῖσθαι ἢ τὸ τὰ δέοντα πρᾶξαι. οά. Ανάγκη ὥσπερ τέχνης ἀεὶ τὰ ἐπιγιγνόμενα ἐπικρατεῖν.

[ocr errors]

οά. Ἡσυχαζούσῃ μὲν πόλει τὰ ἀκίνητα νόμιμα ἄριστα, πρὸς πολλὰ δὲ βιαζομένοις ἰέναι, πολλῆς καὶ [τῆς] ἐπιτεχνή σεως δεῖ.

οα'. Λύουσι σπονδὰς οὐχ οἱ δι' ἐρημίαν ἄλλοις προςιόντες, ἀλλ ̓ οἱ μὴ βοηθοῦντες, οἷς ἂν ξυνομόσωσι .

ος. Επαινεῖσθαι ἄξιοι, οἵτινες χρησάμενοι τῇ ἀνθρωπείᾳ φύσει ὥςτε ἑτέρων ἄρχειν, δικαιότεροι ἢ κατὰ τὴν ὑπάρ λουσαν δύναμιν γεγένηνται.

οξ. Αδικούμενοι, ὡς ἔοικεν, οἱ ἄνθρωποι μᾶλλον ὀργίζον ται, ἢ βιαζόμενοι· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἴσου δοκεῖ πλεονεκτεῖσθαι· τὸ δ ̓ ἀπὸ τοῦ κρείσσονος καταναγκάζεσθαι. οή. Μηκυνόμενος ὁ πόλεμος ἐς τύχας φιλεῖ τὰ πολλὰ περιΐστασθαι, καὶ ὁποτέρως ἔσται, ἐν ἀδήλῳ κινδυνεύεται. φή. Ιόντες οἱ ἄνθρωποι ἐς τὸν πόλεμον, τῶν ἔργων πρότε ρον ἔχονται, ἃ χρὴ ὕστερον δρᾷν· κακοπαθοῦντες δὲ ἤδη, τῶν λόγων ἅπτονται.

πβ ́. Εγκλήματα μὲν καὶ πόλεων καὶ ἰδιωτῶν οἷόν τε κατα

λῦσαι· πόλεμον δὲ ξύμπαντας ἀραμένους ἕνεκα τῶν ἰδίων,

ὃν οὐχ ὑπάρχει εἰδέναι καθότι χωρήσει, οὐ ῥᾴδιον εν πρεπῶς θέσθαι.

πδ ́. Αἰδὼς σωφροσύνης πλεῖστον μετέχει, αἰσχύνης δὲ εὐψυχία.

πδ'. Νομίζειν (χρή) τάς τε διανοίας τῶν πέλας παραπλησίους εἶναι, καὶ τὰς προςπιπτούσας τύχας οὐ λόγῳ διαιρετάς ἀεὶ δὲ ὡς πρὸς εὖ βουλευομένους τοὺς ἐναντίους ἔργῳ παρασκευαζώμεθα. καὶ οὐκ ἐξ ἐκείνων ὡς ἁμαρτησομένων ἔχειν δεῖ τὰς ἐλπίδας, ἀλλ ̓ ὡς ἡμῶν αὐτῶν ἀσφαλῶς προνοουμένων.

πδ ́. Πολὺ διαφέρειν οὐ δεῖ νομίζειν ἄνθρωπον ἀνθρώπου, κράτιστον δὲ εἶναι ὅςτις ἐν τοῖς ἀναγκαιοτάτοις παιδεύεται, πς. Διπλασίας ζημίας ἄξιοι, ὅτι ἀντ ̓ ἀγαθῶν κακοὶ γεγέ

νηνται.

πς. Τοὺς μέλλοντας ἀδικεῖν πρέπει πολὺν χρόνον βουλεύε

σθαι.

ρκ. Χρὴ τοὺς ἡγεμόνας, τὰ ἴδια ἐξ ἴσου νέμοντας, τὰ κοινὰ

προσκοπεῖν.

ρκ. Μὴ ὀκνεῖν δεῖ αὐτοὺς τὸν πόλεμον ἀντ ̓ εἰρήνης μεταλαμβάνειν. ἀνδρῶν γὰρ σωφρόνων μέν ἐστιν, εἰ μὴ ἀδι κοῖντο, ἡσυχάζειν· ἀγαθῶν δὲ, ἀδικουμένους, ἐκ μὲν εἰ ρήνης, πολεμεῖν, εὖ δὲ παρασχὸν, ἐκ πολέμου πάλιν ξυμ βῆναι, καὶ μήτε τῇ κατὰ πόλεμον εὐτυχίᾳ ἐπαίρεσθαι, μήτε τῷ ἡσυχίῳ τῆς εἰρήνης ἡδόμενον ἀδικεῖσθαι.

ρα. Ο διὰ τὴν ἡδονὴν ὀκνῶν, τάχιστ' ἂν ἀφαιρεθείη τῆς ῥαστώνης τὸ τερπνὸν, δι ̓ ὅπερ ὀκνεῖ.

ρκ. ̔Ο ἐν πολέμῳ εὐτυχία πλεονάζων, οὐκ ἐντεθύμηται θράσει ἀπίστῳ ἐπαιρόμενος.

ρκ. Πολλὰ κακῶς γνωσθέντα, ἀβουλοτέρων· τῶν ἐναντίων τυχόντων, κατωρθώθη· καὶ ἔτι πλέω, ἃ, καλῶς δοκοῦντα βουλευθῆναι, ἐς τοὐναντίον αἰσχρῶς περιέστη.

ρά. Ενθυμεῖται οὐδεὶς ὅμοια τῇ πίστει καὶ ἔργῳ ἐπεξέρχε ἀλλὰ μετὰ ἀσφαλείας μὲν δοξάζομεν, μετὰ δέους δὲ ἐν τῷ ἔργῳ ἐλλείπομεν.

ται,

αν

ρκα. “Ο ἡμεῖς ἔχομεν φύσει ἀγαθὸν, ἐκείνοις οὐκ ἂν γένοιτο

διδαχῇ. ὁ δ ̓ ἐκεῖνοι ἐπιστήμῃ προέχουσι, καθαιρετέον ἡμῖν ἐστι μελέτῃ.

ρκβ'. Ηκιστα πόλεμος ἐπὶ ῥητοῖς χωρεῖ, αὐτὸς δὲ ἀφ ̓ αὑτοῦ τὰ πολλὰ τεχνᾶται πρὸς τὸ παρατυγχάνον· ἐν ᾧ ὁ μὲν εὐοργήτως αὐτῷ προςομιλήσας, βεβαιότερος· ὁ δὲ ὀρ γισθεὶς περὶ αὐτὸν, οὐκ ἐλάσσω πταίει.

εκβ'. 'Ενθυμώμεθα, ὅτι, εἰ μὲν ἦσαν ἡμῶν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων διαφοραί, οἰστὸν ἂν ἦν· νῦν δὲ πρὸς ξύμπαντάς τε . ἱκανοὶ, καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι. ὥςτε, εἰ μὴ καὶ ἀθρόοι, καὶ κατὰ ἔθνη, καὶ ἕκαστον ἄστυ, μια γνώμῃ ἀμυνούμεθα αὐτοὺς, δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται· καὶ τὴν ἧσσαν, εἰ καὶ δεινόν τῳ ἀκοῦσαι, ἴστω οὐκ ἄλλο τι φέρουσαν ἢ ἄντικρυς δουλείαν.

[ocr errors]

ρηγ. Οὐ δίκαιον, ἃ τῇ ἀπορίᾳ ἐκτήθη, τῇ περιουσίᾳ ἀπο

λέσθαι.

« IndietroContinua »