Immagini della pagina
PDF
ePub

ιθ'. Νομίζομεν τὰς μεγάλας ἔχθρας μάλιστ ̓ ἂν διαλύεσθαι βεβαίως, οὐκ ἦν ἀνταμυνόμενός τις καὶ, ἐπικρατήσας τὰ πλέω τοῦ πολέμου, κατ ̓ ἀνάγκην ὅρκοις ἐγκαταλαμβάνων, μὴ ἀπὸ τοῦ ἴσου ξυμβῇ· ἀλλ ̓ ἢν, παρὸν τὸ αὐτὸ δρασαι, πρὸς τὸ ἐπιεικὲς, καὶ ἀρετῇ αὐτὸ νικήσας, παρὰ ἃ προςεδέχετο, μετρίως ξυναλλαγῇ.

ιθ'. Πεφύκασιν ἄνθρωποι τοῖς μὲν ἑκουσίως ἐνδοῦσιν ἀνθησε σᾶσθαι μεθ ̓ ἡδονῆς, πρὸς δὲ τὰ ὑπεραυχοῦντα καὶ παρὰ γνώμην κινδυνεύειν.

ξά. Πέφυκε γὰρ τὸ ἀνθρώπειον διὰ παντὸς ἄρχειν μὲν τοῦ εἴκοντος, φυλάσσεσθαι δὲ τὸ ἐπιόν.

β. Τιμωρία οὐκ εὐτυχεῖ δικαίως, ὅτι καὶ ἀδικεῖται· οὐδὲ ἰσχὺς βέβαιον, διότι καὶ εὔελπι[ς].

ξβ'. Τὸ ἀστάθμητον τοῦ μέλλοντος ὡς ἐπὶ πλεῖστον κρατεῖ· πάντων, τε σφαλερώτατον ὂν, ὅμως καὶ χρησιμώτατον φαίνεται· ἐξ ἴσου γὰρ δεδιότες, προμηθείᾳ μᾶλλον ἐπ ̓ ἀλλήλους ἐρχόμεθα.

πέ. ̓Απάτῃ γὰρ εὐπρεπεῖ αἴσχιον τοῖς γε ἐν ἀξιώματι πλεονεκτῆσαι, ἢ βίᾳ ἐμφανεῖ· τὸ μὲν γὰρ ἰσχύος δικαιώσει, ἣν ἡ τύχη ἔδωκεν, ἐπέρχεται· τὸ δὲ, γνώμης ἀδίκου ἐπιβουλῇ.

ςβ ́. Πρὸς τοὺς ἀστυγείτονας πᾶσι τὸ ἀντίπαλον καὶ ἐλεύθε ρον καθίσταται.

ρή. Εἰωθότες οἱ ἄνθρωποι, οὗ μὲν ἐπιθυμοῦσιν, ἐλπίδι ἀπερισκέπτῳ διδόναι, ὃ δὲ μὴ προςίενται, λογισμῷ αὐτοκράτορι διωθεῖσθαι.

'Ex τοῦ Πέμπτο

πθ'. Δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγ κης κρίνεται, δυνατὰ δὲ οἱ προὔχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσι.

[ocr errors]

ογ. Ελπὶς κινδύνω παραμύθιον οὖσα, τοὺς μὲν ἀπὸ περιουσίας χρωμένους αὐτῇ, κἂν βλάψῃ, οὐ καθεῖλε· τοῖς δὲ ἐς ἅπαν τὸ ὑπάρχον ἀναῤῥεπτοῦσι (δάπανος γὰρ φύσει)

ἅμα τε γιγνώσκεται σφαλέντων, καὶ ἐν ὅτῳ ἔτι φυλάξε
ταί τις αὐτὴν γνωρισθεῖσαν, οὐκ ἐλλείπει.

φγ'. Οἱ πολλοὶ, παρὸν ἀνθρωπείως ἔτι σώζεσθαι, ἐπειδὰν πιεζομένους αὐτοὺς ἐπιλείπωσιν αἱ φανεραὶ ἐλπίδες, ἐπὶ τὰς ἀφανεῖς καθίστανται, μαντικήν τε καὶ χρησμούς, καὶ ὅσα τοιαῦτα μετ ̓ ἐλπίδων λυμαίνεται.

φιά. Πολλοῖς προορωμένοις ἔτι ἐς οἷα φέρονται, τὸ αἰσχρὸν καλούμενον, ὀνόματος ἐπαγωγοῦ δυνάμει, ἐπεσπάσατο, ἡσσηθεῖσι τοῦ ῥήματος, ἔργῳ ξυμφοραῖς ἀνηκέστοις ἑκόντας περιπεσεῖν, καὶ αἰσχύνην αἰσχίω μετὰ ἀνοίας ἢ τύ χης προςλαβεῖν.

ριά. Οἵτινες τοῖς μὲν ἴσοις μὴ εἴκουσι, τοῖς δὲ κρείσσοσι και λῶς προςφέρονται, πρὸς δὲ τοὺς ἥσσους μέτριοι εἰσι, πλεῖστ ̓ ἂν ὀρθοῖντο.

φιγ'. Ὑμεῖς τὰ μὲν μέλλοντα τῶν ὁρωμένων σαφέστερα κρίνετε, τὰ δὲ ἀφανῆ, τῷ βούλεσθαι, ὡς γιγνόμενα ἤδη

θεάσθε.

'Ex τοῦ Εκτου.

θ'. ̓Αγαθὸν πολίτην νομίζω εἶναι, ὃς ἂν καὶ τοῦ σώματός τι καὶ τῆς οὐσίας προνοῆται. μάλιστα γὰρ ἂν ὁ τοιοῦτος καὶ τὰ τῆς πόλεως δι ̓ ἑαυτὸν βούλοιτο ὀρθοῦσθαι.

ιά. Τὰ διὰ πλείστου πάντες ἴσμεν θαυμαζόμενα, καὶ τὰ πεῖραν ἥκιστα τῆς δόξης δόντα.

ιά. Χρὴ δὲ μὴ πρὸς τὰς τύχας τῶν ἐναντίων ἐπαίρεσθαι, ἀλλὰ τὰς διανοίας κρατήσαντας θαρσεῖν.

ια. Ανόητον ἐπὶ τοιούτους ἰέναι, ὧν κρατήσας τε μὴ κατασχήσει τις, καὶ μὴ κατορθώσας, μὴ ἐν τῷ ὁμοίῳ καὶ πρὶν ἐπιχειρῆσαι ἔσται.

ιγ. Επιθυμίᾳ μὲν ἐλάχιστα κατορθοῦνται, προνοίᾳ δὲ πλεῖστα. ιδ'. Τὸ καλῶς ἄρχειν τοῦτό ἐστιν, ὃς ἂν τὴν πατρίδα ὠφε λήσῃ ὡς πλεῖστα, ἢ ἑκὼν εἶναι μηδὲν βλάψῃ.

.

ιή. Γιγνώσκω πόλιν μὴ ἀπράγμονα τάχιστ ̓ ἄν
μοι δοκεῖν
ἀπραγμοσύνης μεταβολῇ διαφθαρῆναι, καὶ τῶν ἀνθρώ

[merged small][ocr errors]

πων ἀσφαλέστατα τούτους οἰκεῖν, οἳ ἂν τοῖς παροῦσιν ἤθεσι καὶ νόμοις, ἢν καὶ χείρω ᾖ, ἥκιστα διαφόρως που

λιτεύωσι.

ις. Οὐκ ἄδικον, ἐφ ̓ ἑαυτῷ μέγα φρονοῦντα μὴ ἴσον εἶναι· ἐπεὶ καὶ ὁ κακῶς πράσσων πρὸς οὐδένα τῆς ξυμφορᾶς ίσομοιρεῖ. ἀλλ ̓ ὥςπερ δυςπραγοῦντες οὐ προςαγορευόμεθα, ἐν τῷ ὁμοίῳ τις ἀνεχέσθω καὶ ὑπὸ τῶν εὐπραγούντων ὑπερφρονούμενος, ἢ τὰ ἴσα νέμων, τὰ ὅμοια ἀνταξιούτω.

λγ. Οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι ἢ λέγοντες ἢ ἀπαγγέλ λοντες οὐ μόνον οὐ πείθουσιν, ἀλλὰ καὶ ἄφρονες δοκοῦσιν εἶναι.

λή. Τὸν ἐχθρὸν οὐχ ὧν δρᾷ μόνον, ἀλλὰ καὶ τῆς διανοίας προαμύνεσθαι χρή, εἴπερ καὶ μὴ προφυλαξόμενος τις προ

πείσεται.

λθ'. 'Εγώ φημι, πρῶτα μὲν, δῆμον ξύμπαν ὠνομάσθαι, ὅλιγαρχίαν δὲ μέρος· ἔπειτα, φύλακας μὲν ἀρίστους εἶναι χρησ μάτων τοὺς πλουσίους, βουλεῦσαι δ ̓ ἂν βέλτιστα τοὺς ξυνετοὺς, κρῖναι δ ̓ ἂν ἀκούσαντας ἄριστα τοὺς πολλούς· καὶ ταῦτα ὁμοίως καὶ κατὰ μέρη και ξύμπαντα ἐν δημοκρατία ισομοιρεῖν. ὀλιγαρχία δὲ τῶν μὲν κινδύνων τοῖς πολλοῖς με ταδίδωσι, τῶν δ ̓ ὠφελίμων οὐ πλεονεκτεῖ μόνον, ἀλλὰ καὶ ξύμπαν ἀφελομένη ἔχει· ἃ οἵ τε δυνάμενοι καὶ οἱ νέοι προθυμοῦνται, ἀδύνατα ἐν μεγάλῃ πόλει κατασχεῖν.

εή. Οὐχ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ταμίαν γενέσθαι.

πγ. Πᾶσιν ἀνεπίφθονον τὴν προςήκουσαν σωτηρίαν ἐκπορί. ζεσθαι.

πέ. ̓Ανδρὶ τυράννῳ, ἢ πόλει ἀρχὴν ἐχούσῃ, οὐδὲν ἄλογον ὅ τι ξυμφέρον, οὐδ ̓ οἰκεῖον, ὅ τι μὴ πιστόν. πρὸς ἕκαστα δὲ δεῖ ἢ ἐχθρὸν ἢ φίλον μετὰ καιροῦ γίγνεσθαι.

[merged small][ocr errors]

Ἐκ τοῦ Ἑβδόμου.

ξς. ̓́Ανδρες γὰρ ἐπειδὰν, ᾧ ἀξιοῦσι προὔχειν, κολουσθῶσι, τό γ ̓ ὑπόλοιπον αὐτῶν τῆς δόξης ἀσθενέστερον αὐτὸ ἑαντοῦ ἐστιν, ἢ εἰ μηδ' ᾠήθησαν τὸ πρῶτον.

Εξ. Τὰ δὲ πολλὰ πρὸς τὰς ἐπιχειρήσεις ἡ μεγίστη ἐλπὶς με γίστην καὶ τὴν προθυμίαν παρέχεται.

ζή. Κινδύνων οὗτοι σπανιώτατοι, οἳ ἂν ἐλάχιστα ἐκ τοῦ σφαλῆναι βλάπτοντες, πλεῖστα διὰ τὸ εὐτυχῆσαι ὠφε

λῶσι.

οξύ. "Ανδρες πόλις, καὶ οὐ τείχη, οὐδὲ νῆες ἀνδρῶν κεναί.

555

III.

DE SCRIPTORIBUS, QUI THUCYDIDEM

IMITATI SUNT.

A. De Graecis maxime commemorantur Philistus, Dionysius Hal., Dio Cassius, sed etiam Arrianus, Appianus aliique. Inserta sunt quae Stephanus de Dionysii imitatione Thucydidis exposuit.

Scriptorem tantae praestantiae, quantam Thucydidi esse

intelleximus, multos invenisse imitatores non mirum videbitur. Eorum autem plura genera cogitari possunt, prout aut argumentum librorum, aut patriam scriptorum, aut modum ipsum imitationis spectamus. Nam et historicos et oratores, et Graecos et exteros Thucydidis vestigia sequi, eaque in re vel compositionem atque descriptionem, vel sententias, vel etiam sermonem eius librorum magis respicere, idque vel iusto, vel pravo, maxime pusillo ideoque ridiculo modo facere potuisse manifestum est.

Dicamus igitur primum de Graecis, eorumque maxime historicis. Ex his antiquissimus, qui Thucydidem imitatus est, fuit Philistus Syracusanus, quem Dionysius ait et in dispositione historiae, et in studio digressionum evitandarum (cf. Theon. Progymn.), et ex parte etiam in sermone similem Thucydidis esse; evitasse tamen in sermone obscura alque affectata (vid. Quintil. X, 1.),

« IndietroContinua »