Immagini della pagina
PDF
ePub

ORDINARY EXAMINATIONS

IN THE

OCTOBER TERM, 1887,

FOR THE

DEGREES OF B.A., LL.B., AND M.B., AND FOR THE CERTIFICATE OF ENGINEER.

JUNIOR GREEK (TRANSLATION).

The Board of Examiners.

1. Translate, with such brief marginal notes as you think necessary—

(α) αλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
ἄλγος δὲ σιγᾶν, πανταχῆ δὲ δύσποτμα.
ἐπεὶ τάχιστ ̓ ἤρξαντο δαίμονες χόλου
στάσις τ' ἐν ἀλλήλοισιν ὠροθύνετο,
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοἔμπαλιν
σπεύδοντες, ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν,
ἐνταῦθ ̓ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
ᾤοντ ̓ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον θέμις
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
τὸ μέλλον ᾗ κραίνοιτο προτεθεσπίκει,
ὡς οὐ κατ' ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.

« IndietroContinua »