Immagini della pagina
PDF
ePub

Ι.

Non-resistance.

Ἔμποροί τινες ὑπὸ λῃστῶν διωχθέντες μάλα καρτερῶς ἐμάχοι το, ἐν ὴν γὰρ αὐτοῖς ἐν τῇ νηῒ πολὺς χρυσός, καὶ δὴ ἱερεύς τις σὺν αὐτοῖς πάρων μάχεσθαι οὐκ ἐβούλετο, οὐ γὰρ πρέπειν μάχεσθαι ἄνδρα ἱερέα ὄντα. ἀλλ ̓ οὐ διὰ πολλοῦ, ὡς οἱ λῃσταί τῇ νηΐ ἐπι-βαίνειν ἐπειρῶντο, οὐκέτι ἀν-έσχετο ὁ ἱερεὺς ἀλλὰ, τῶν ἐπι-βαινόντων μεγάλου τινος ταῖς χερσὶ ἐπι-λαβών, “Αλλ' ὦ τῶν,” πράως ἔφη, “ οὐ δεῖ σε ἐνθάδε μένειν,” καὶ ταῦτα λέγων, αὐτὸν εἰς τὴν θάλατταν κατ-έ-βαλε.

ἔμπορος, a merchant. ληστής, a pirate. ἱερεύς, a priest. πρέπει, it is befitting. ἐπι-βαίνω, to board. ἀν-έχομαι, to restrain one's-self.

II.

A bootless defence.

Κλέπται ποτε τινες εἰς οἰκίαν εἰς-ελθόντες, οὐδὲν πλὴν ἀλεκτρυόνος εὗρον, καὶ τοῦτον σὺν αὐτοῖς λαβόντες ἀπ-γεσαν. ὁ δὲ ἀλεκτρυὼν ὑπ' αὐτῶν θύεσθαι μέλλων ἐδεῖτο, ὡς ἂν αὐτὸν ἀπο-λύσωσι, ἄλλα τε πολλὰ λέγων καὶ τοῦτο, ὡς χρησιμώτατος ἐστι τοῖς ἀνθρώποις, νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. οἱ δὲ ἔφασαν, «'Αλλὰ διὰ τοῦτό σε μᾶλλον θύσομεν, ἐκείνους γὰρ ἐγείρων, κλέπτειν ἡμᾶς οὐκ ἐᾷς.”

κλέπτης, a thief. ἀλεκτρυών, a cock. θύω, to sacrifice. pray. ἐγείρω, to rouse.

δεόμαι, το

125

III.

Sound Advice.

Ανθρωπος τις ὑπ ̓ ἄλλου τινος δεινὰ ἀπειληθεὶς ἀθύμως εἶχε μή τι ἀηδὲς πάθοι. ὥστε πρὸς φίλον τινα ἥκων διὰ φόβου πᾶν τὸ χρῆμα δι-ηγήσατο, “ Οὗτος γάρ,” ἔφη, “ ἄλλα τε πολλὰ ἐμοὶ ἠπείλησε καί ἐμὲ λακτίζειν βούλεται· τί οὖν ποιεῖν με δεῖ, ἐὰν ποτε αὐτῷ περι-τύχω ;” ὁ δὲ φίλος τι γελάσας, “ 'Αλλ ̓, ὦ τᾶν,” ἔφη, “ ἐπεὶ τάχιστα ἐκεῖνον προσ-ερχόμενον ὁρᾷς, δεῖ σε οὐκέτι ἐπὶ τοῖς ποσὶ στῆναι ἀλλὰ καθ-ῆσθαι.”

66

ἀπειλέω, to threaten. ἀηδής, unpleasant. δι-ηγέομαι, to narrate. λακτίζω, to kick. περι-τυγχάνω, to meet. κάθημαι, to sit down.

IV.

Cyrus visits his grandfather.

Ἐκ δὲ τούτου τοῦ χρόνου μετ-ε-πέμψατο ὁ Αστυάγης τὴν ἑαυτοῦ θυγατέρα καὶ Κῦρον τὸν παῖδα αὐτῆς· ἰδεῖν γὰρ ἐβούλετο, ὅτι ἤκουεν αὐτὸν καλὸν κἀγαθὸν εἶναι. ἔρχεται δ' αὐτή Μανδάνη πρὸς τὸν πατέρα καὶ τὸν Κῦρον τὸν ὑιὸν ἔχουσα. ὡς δὲ ἀφίκετο τάχιστα καὶ ἔγνω ὁ Κῦρος τὸν ̓Αστυάγην τῆς μητρὸς πατέρα ὄντα, εὐθὺς ἠσπάζετο αὐτὸν ὥσπερ καὶ πάλαι συνήθη ὄντα. ὁρῶν δὴ τὸν κόσμον τοῦ πάππου, ἐμ-βλέπων αὐτῷ ἔλεγεν, “Ω μῆτερ, ὡς καλός μοι ὁ πάππος.” ἐρωτώσης δὲ αὐτὸν τῆς μητρὸς πότερος καλλίων αὐτῷ δοκεῖ εἶναι, ὁ πατὴρ ἢ οὗτος, ἀπ-ε-κρίνατο ἄρα ὁ Κῦρος, “Ω μῆτερ, Περσῶν μὲν πολὺ κάλλιστος ὁ ἐμὸς πατήρ, Μήδων μέντοι ὅσων ἑόρακα ἐγὼ καὶ ἐν ταῖς ὁδοῖς καὶ ἐπὶ ταῖς θύραις πολὺ οὗτος ὁ ἐμὸς πάππος κάλλιστος.”

μετα-πέμπομαι, to send for, summon. ἀσπάζομαι, το greet, caress. κόσμος, dress. πάππος, a grandfather. ἐρωτάω, to ask.

V.

Instinct.

Νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· Πάτερ, σὺ καὶ μείζων καὶ θάσσων κυνῶν εἰ καὶ κέρατα πρὸς τούτοις μεγάλα φέρεις πρὸς ἄμυναν. τί δή ποτ' οὖν οὕτω τούτους φοβῇ; κἀκεῖνος γελῶν εἶπεν· ἀληθῆ μὲν ταῦτα φῂς, τέκνον, ἕν δ ̓ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν, οὐκ οἶδ' ὅπως, ἐκ-φέρομαι.

νεβρός, a fawn. ἔλαφος, a stag. ἄμυνα, defence. υλακή, barking, baying.

VI.

Astyages wishes Cyrus to remain with him.

[ocr errors]

Ἐπεὶ δὲ ἡ Μανδάνη παρ-ε-σκευάζετο ὡς ἀπ-ιοῦσα πάλιν πρὸς τὸν ἄνδρα, ἐδεῖτο αὐτῆς ὁ Αστυάγης κατα-λιπεῖν τὸν Κῦρον. ἡ δὲ ἀπ-ε-κρίνατο ὅτι βούλεται μὲν ἅπαντα τῷ πατρὶ χαρίζεσθαι, ἄκοντα μέντοι τὸν παῖδα χαλεπὸν εἶναι νόμιζει κατα-λιπεῖν. ἔνθα δὴ ὁ ̓Αστυάγης λέγει πρὸς τὸν Κῦρον, “Ὦ παῖ, ἢν μένῃς παρ' ἐμοί, πρῶτον μὲν, ὁπόταν βούλῃ εἰσιέναι εἰς ἐμέ, ἐπί σοι ἔσται. ἔπειτα δὲ ἵπποις τοῖς ἐμοῖς χρήσει, καὶ ὁπόταν ἀπ-ίῃς ἔχων ἄπει οὓς ἂν αὐτὸς ἐθέλῃς. ἔπειτα τά τε νῦν ἐν τῷ παραδείσῳ θηρία δίδωμί σοι καὶ ἄλλα συλ-λέξω, ἃ σὺ, ἱππεύειν μαθὼν, διώξει, καὶ τοξεύων καὶ ἀκοντίζων κατα-βαλεῖς ὥσπερ οἱ μεγάλοι ἄνδρες.”

χαρίζομαι, to gratify. ἐπί σοι ἔσται, tr. it shall be in your power. χράομαι, to use. παράδεισος, a park.

VII.

The Lion and the Fox.

Λέων γηράσας καὶ οὐ δυνάμενος ἑαυτῷ τροφὴν πορίζειν, τόδε ἔπραξεν· εἰς σπήλαιόν τι εἰσελθὼν, προσ-ε-ποιεῖτο νοσεῖν. καὶ οὕτω τὰ ἄλλα ζῶα, εἰς ἐπίσκεψιν παρα-γενόμενα συλ-λαμβάνων κατήσθιε. πολλῶν οὖν θηρίων τῷδε τρόπῳ ἀποθανόντων, Αλώπηξ, τὸ τέχνασμα αὐτοῦ συν-εῖσα, πρὸς αὐτὸν ἦλθεν καὶ στᾶσα ἔξω τοῦ σπηλαίου, ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι· ἐκείνου δὲ εἰπόντος, “ Κακῶς,” καὶ τὴν αἰτίαν πυνθανομένου, δι' ἣν οὐκ εἰσέρχεται, ἡ ̓Αλώπηξ ἔφη, “Οτι ὁρῶ ἴχνη πολλῶν εἰσιόντων, ἐξιόντος δὲ οὐδενός.”

γηράσκω, to grow old. πορίζω, to provide. σπήλαιον, a cave. προς-ποιοῦμαι, to pretend. τέχνασμα, a stratagem. συνίημι, το understand.

VIII.

Cyrus' reason for remaining with Astyages.

Ἐπεὶ ταῦτα εἶπεν ὁ Αστυάγης ἡ μήτηρ δι-ηρώτα τὸν Κῦρον πότερον βούλοιτο μένειν ἢ ἀπ-ιέναι. ὁ δὲ οὐκ ἐμέλλησεν, ἀλλὰ ταχὺ εἶπεν ὅτι μένειν βούλοιτο. ἐπ-ερωτηθεὶς δὲ πάλιν ὑπὸ τῆς μητρὸς διὰ τί, εἶπεν, “Οτι οἴκοι μὲν τῶν ἡλίκων καὶ εἰμὶ καὶ δοκῶ βέλτιστος εἶναι, ὦ μῆτερ, καὶ ἀκοντίζων καὶ τοξεύων, ἐνταῦθα δὲ οἶδ' ὅτι ἱππεύων ἥττων εἰμὶ τῶν ἡλίκων.”

ήλιξ, a comrade. μέλλω, to hesitate. ἀκοντίζω, to hurl the javelin.

« IndietroContinua »