Immagini della pagina
PDF
ePub

θάλλοντα μᾶλλον ἢ καταφθίνονθ' ὁρῶ ;
ᾗ πρῶτα μὲν τὸ μητρὸς ἥ μ' ἐγείνατο
ἔχθιστα συμβέβηκεν. εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδ ̓ ἄρχομαι κἀκ τῶνδέ μοι
λαβεῖν θ' ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.

XCI.

False news of Orestes's death is brought to Clytemnestra.

ΠΑΙΔ. Ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
εἰ τοῦ τυράννου δώματ' Αἰγίσθου τάδε;
ΧΟΡ. τάδ' ἐστὶν, ὦ ξέν'. αὐτὸς ᾔκασας καλῶς.
ΠΑΙΔ. ἢ καὶ δάμαρτα τήνδ' ἐπεικάζων κυρῶ

κείνου ; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. ΧΟΡ. μάλιστα πάντων· ἥδε σοι κείνη πάρα. ΠΑΙΔ. ὦ χαῖρ ̓, ἄνασσα. σοὶ φέρων ἥκω λόγους ἡδεῖς φίλου παρ' ἀνδρὸς Αἰγίσθῳ θ' ὁμοῦ.

ΚΛΥ. ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου

πρώτιστα χρήζω τίς σ' ἀπέστειλεν βροτῶν. ΠΑΙΔ. Φανοτεὺς ὁ Φωκεὺς, πράγμα πορσύνων μέγα. ΚΛΥ. τὸ ποῖον, ὦ ξέν'; εἰπέ. παρὰ φίλου γὰρ ὢν ἀνδρός, σάφ' οἶδα, προσφιλεῖς λέξεις λόγους. ΠΑΙΔ. τέθνηκ' Ορέστης· ἐν βραχεί ξυνθείς λέγω.

εικάζω, to conjecture.

XCII.

Electra relates the treatment she receives from Clytemnestra.

Αΰτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδ ̓ ἐξονειδίζει κακά,
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ

τέθνηκεν ; ἄλλος δ' οὔτις ἐν πένθει βροτῶν ;
κακῶς ἔλοιο, μηδέ σ ̓ ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
τάδ' ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντ' Ορέστην· τηνικαῦτα δ' ἐμμανὴς
βοᾷ παραστᾶσ', οὐ σύ μοι τῶνδ' αἰτία ;
οὐ σὸν τόδ' ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασ' Ορέστην τῶν ἐμῶν ὑπεξέθου ;
ἀλλ ̓ ἴσθι τοι τίσουσά γ' ἀξίαν δίκην.
τοιαῦθ ̓ ὑλακτεῖ, σὺν δ' ἐποτρύνει πέλας
ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,
ὁ πάντ ̓ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.

XCIII.

Dying speech of Ajax.

Ω Θάνατε, Θάνατε, νῦν μ' ἐπίσκεψαι μολών·
σὲ δ ̓, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω
πανύστατον δὴ κοὔποτ ̓ αὖθις ὕστερον.
ὦ φέγγος, ὦ γῆς ἱρὸν οἰκείας πέδον
Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
κλειναί τ' ̓Αθῆναι, καὶ τὸ σύντροφον γένος,
κρηναί δε ποταμοί θ' οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ ̓, ὦ τροφῆς ἐμοί·
τοῦθ ̓ ὑμῖν Αἴας τοὔπος ὕστατον θροεῖ·
τὰ δ ̓ ἄλλ' ἐν Αιδου τοῖς κάτω μυθήσομαι.

[merged small][ocr errors][merged small]

ΜΕ. Ο τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
ΤΕ. οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
ΜΕ. μέγ' ἄν τι κομπάσειας, ἀσπίδ' εἰ λάβοις.
ΤΕ. κἂν ψιλὸς ἀρκέσαιμι σοί γ' ὡπλισμένῳ.
ΜΕ. ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
ΤΕ. ξὺν τῷ δικαίῳ γὰρ μέγ' ἔξεστιν φρονεῖν.
ΜΕ. δίκαια γὰρ τόνδ' εὐτυχεῖν κτείναντά με ;
ΤΕ. κτείναντα ; δεινόν γ ̓ εἶπας, εἰ καὶ ζῇς θανών.
ΜΕ. θεὸς γὰρ ἐκσώζει με, τῷδε δ' οἴχομαι.
ΤΕ. μή νῦν ἀτίμα θεοὺς, θεοῖς σεσωσμένος.

XCV.

The fall of Oechalia is announced to Deianira.

Ἔργου δ ̓ ἕκατι τοῦδε μηνίσας ἄναξ,
ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος,
πρατόν νιν ἐξέπεμψεν, οὐδ ̓ ἠνέσχετο,
ὁθούνεκ' αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν. εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεὺς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
κεῖνοι δ' ὑπερχλιδῶντες ἐκ γλώσσης κακῆς
αὐτοὶ μὲν "Αιδου πάντες εἴσ' οἰκήτορες,
πόλις δὲ δούλη. τάσδε δ' ὥσπερ εἰσορᾷς,
ἐξ ὀλβίων ἄξηλον εὑροῦσαι βίον
χωροῦσι πρὸς σέ, ταῦτα γὰρ πόσις τε σὸς
ἐφεῖτ ̓, ἐγὼ δέ, πιστὸς ὢν κείνῳ, τελῶ.

XCVI.

Philoctetes entreats to be taken home.

Πρὸς νύν σε πατρός, πρός τε μητρός, ὦ τέκνον, πρός τ ̓ εἰ τί σοι κατ' οἶκόν ἐστι προσφιλές, ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ' οὕτω μόνον, ἔρημον ἐν κακοῖσι τοῖσδ' οἵοις ὁρᾷς

ὅσοισί τ' ἐξήκουσας ἐνναίοντά με

ἀλλ' ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
ἔξοιδά, πολλὴ τοῦδε τοῦ φορήματος·
ὅμως δὲ πλῆθι. τοῖσι γενναίοισί του

τό τ' αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. σοὶ δ' ἐκλιπόντι τοῦτ', ὄνειδος οὐ καλόν, δράσαντι δ ̓, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, ἐὰν μόλω 'γω ζῶν πρὸς Οἰταίαν χθόνα.

XCVII.

Menelaus in Egypt.

ΜΕ. τίς δ' ἥδε χώρα ; τοῦ δὲ βασίλειοι δόμοι ;
ΓΡ. Πρωτεὺς τάδ' οἰκεῖ δώματ', Αἴγυπτος δὲ γῆ.
ΜΕ. Αἴγυπτος ; ὦ δύστηνος, οἳ πεπλευκ ̓ ἄρα.
ΓΡ. τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος ;
ΜΕ. οὐ τοῦτ' ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
ΓΡ. πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
ΜΕ. ἔστ ̓ οὖν ἐν οἴκοις ὅντιν ̓ ὀνομάζεις ἄναξ ;
ΓΡ. τόδ' ἔστιν αὐτοῦ μνῆμα, παῖς δ' ἄρχει χθονός.
ΜΕ. ποῦ δῆτ ̓ ἂν εἴη; πότερον ἐκτὸς ἢ 'ν δόμοις ;
ΓΡ. οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.

« IndietroContinua »