Immagini della pagina
PDF
ePub
[ocr errors]

99

5

ἠγγέλλετο πολλῇ στρατιᾷ χωρεῖν ἐπ' αὐτὸν ἅμα τὴν Λευκανίαν διαπορθῶν, οὐδέπω μὲν οἱ σύμμαχοι παρῆσαν αὐτῷ, δεινὸν δὲ ποιούμενος ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας ἐξῆλθε μετὰ τῆς δυνάμεως προπέμψας κήρυκα πρὸς 5 τοὺς Ρωμαίους, εἰ φίλον ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιωτῶν αὐτῷ δικαστῇ καί διαλλακτῇ χρησαμένους. Αποκριναμένου δὲ τοῦ Λαιβίνου μήτε διαλλακτὴν Πύρρον αἱρεῖσθαι Ρωμαίους μήτε δεδοικέναι πολέμιον, προελθὼν κατεστρατοπέδευσεν ἐν τῷ μεταξὺ πεδίῳ Πανδοσίας πόλεως καὶ Ἡρα10 κλείας. Πυθόμενος δὲ τοὺς Ρωμαίους ἐγγὺς εἶναι καὶ πέραν τοῦ Σίριος ποταμοῦ καταστρατοπεδεύειν προσίππευσε τῷ ποταμῷ θέας ἕνεκα· καὶ κατιδὼν τάξιν τε καὶ φυλακὰς καὶ κόσμον αὐτῶν καὶ τὸ σχῆμα τῆς στρατοπεδείας ἐθαύμασε, καὶ τῶν φίλων προσαγορεύσας τὸν ἐγγυτάτω Τάξις μὲν εἶπεν ὦ Μεγά 15 κλεις, αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δὲ ἔργον εἰσόμεθα.“ Καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότερον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ ποταμοῦ τὴν εἴρξουσαν. Οἱ δὲ ἅπερ ἐκεῖνος ἔγνω περιμένειν φθῆναι σπεύδοντες ἐνεχείρουν τῇ δια20 βάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖς διεξε λαύνοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὐτὸν δὲ τοῖς ἱππεῦσι 25 παρεξελάσαι τρισχιλίοις οὖσιν ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτάκτους λήψεσθαι τοὺς Ρωμαίους. Ἐπεὶ δ ̓ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει και λαμπρότητι κεκοσμημένων 30 περιττῶς καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς, μάλιστα δὲ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέ χων τῷ ἀγῶνι καὶ τοὺς καθ ̓ αὑτὸν ἀμυνόμενος ἐρρωμένως οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν, ἀλλ ̓ ὥσπερ

[merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small]

ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. Ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδών Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ συγκινούμενον Ορᾷς“ εἶπεν ὦ βασιλεῦ, τὸν βάρβα- 5 ρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι. Σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ̓Αλλὰ σὺ φυλάττου τὸν ἄνδρα. Καὶ ὁ Πύρρος ἀπεκρί νατο „Τὸ μὲν εἱμαρμένον, ὦ Λεοννάτε, διαφυγεῖν ἀδύνατον· 10 χαίρων δὲ οὔτε οὗτος οὔτ ̓ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν. Ἔτι ταῦτα προσδιαλεγομένων ο Ιταλός διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον. Εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. Αμφοτέρων δὲ τῶν 15 ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. Ἦν δὲ τῷ γένει Φρεντανός, ἵλης ἡγεμών, Ὄπλακος ὄνομα.

XVII. Τοῦτο δὲ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας μετεπέμπετο τὴν φάλαγγα καὶ 20 παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δὲ ἐκείνου τρόπον τινὰ κατακρύψας ἑαυτὸν ἐπῆγε τοῖς Ῥωμαίοις. Δεξαμένων δὲ ἐκείνων καὶ συμβαλόντων χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι. 25 Καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων ἐν καιρῷ πρὸς σωτηρίαν αὐτ τοῦ γεγενημένη τοῦ βασιλέως ὀλίγου εδέησεν ἀνατρέψαι τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην. Πολλῶν γὰρ ἐφιεμένων τοῦ Μεγακλέους ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτὸν ὄνομα Δεξόος ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ 30 προσίππευσεν ἀναδεικνύων ἅμα καὶ βοῶν ἀνῃρηκέναι τον Πύρ ρον. Ἦν οὖν παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων τοῖς τε Ῥωμαίοις χαρὰ μετ ̓ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία και κατάπληξις, ἄχρι οὗ μαθὼν ὁ Πύρρος τὸ γενόμενον παρήλαυνε γυμνῷ τῷ προσώπῳ τήν τε 35

[merged small][ocr errors][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

δεξιὰν ὀρέγων τοῖς μαχομένοις καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν. Τέλος δὲ τῶν θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ρωμαίους καὶ τῶν ἵππων, πρὶν ἐγγὺς γενέσθαι, δυσανασχετούντων καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν τὴν Θετταλικὴν ἵππον 5 αὐτοῖς ταρασσομένοις ἐτρέψατο πολλῷ φόνῳ. Διονύσιος μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ ̔Ρωμαίων, Ἱερώνυμος δὲ μόνους ἑπτακισχιλίους, τῶν δὲ περὶ Πύρρον ὁ μὲν Διονύσιος μυρίους καὶ τρισχι λίους, ὁ δὲ Ἱερώνυμος ἐλάττονας τῶν τετρακισχιλίων· κράτι10 στοι δὲ ἦσαν οὗτοι· καὶ τῶν φίλων ὁ Πύρρος καὶ τῶν στρατηγῶν οἷς μάλιστα χρώμενος διετέλει καὶ πιστεύων ἀπέβαλεν. Οὐ μὴν ἀλλὰ καὶ τὸ στρατόπεδον ἔλαβε τῶν Ρωμαίων ἐκλιπόντων καὶ πόλεις συμμαχίδας αὐτῶν προσηγάγετο και χώραν πολλὴν διεπόρθησε καὶ προῆλθεν ὅσον μὴ πλέον σταδίων τριακο15 σίων ἀποσχεῖν τῆς Ρώμης. ̓Αφίκοντο δὲ αὐτῷ Λευκανῶν τε πολλοὶ καὶ Σαυνιτῶν μετὰ τὴν μάχην, οὓς ἐμέμψατο μὲν ὑστερήσαν τας, ἦν δὲ δῆλος ἡδόμενος ὅτι μόνοις τοῖς μετ ̓ αὐτοῦ καὶ Ταραντίνοις ἐκράτησε τῆς μεγάλης Ρωμαίων δυνάμεως.

XVIII. Ρωμαῖοι δὲ Λαιβῖνον μὲν οὐκ ἀπήλλαξαν τῆς ἀρ 20 χῆς· καίτοι λέγεται Γάϊον Φαβρίκιον εἰπεῖν, ὡς οὐκ Ηπειρώ ται Ῥωμαίους, ἀλλὰ Πύρρος νενικήκοι Λαιβῖνον, οἰόμενον οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς στρατηγίας γεγονέναι τὴν ἧτταν· ἀναπληροῦντες δὲ τὰς τάξεις καὶ συντάττοντες ἑτέρους προθύμως

Adj. beruht der Unterschied, also der Ton, daher die prädicative Stellung. — 3. δυσανασχετούν των = consternatis. 4. παραφε ρόντων] und die Reiterei unaufhaltsam fortrissen, weil sie eben scheu geworden waren. 6. Διονύσιος] aus Halikarnassos, lebte seit 30 v. Chr. in Rom, vgl. Einl. II Thl.

7. Ἱερώνυμος] aus Kardia im Thrakischen Chersonnes (Eumenes!), beschrieb die Thaten Alexanders und seiner Nachfolger (der Diadochen). Er war durch seine Stellung zu den verschiedenen Herrschern in der Regel gut unterrichtet und wurde deshalb von den späteren Historikern über jene Periode viel benutzt. χρώμενος . πιστεύων] Beide Participien gehören τα διετέλει. Justin. XVIII, 1, 7: nam et Pyrrus ipse graviter vulneratus est et magna pars militum eius caesa, maioremque gloriam eius victoriae quam laetitiam habuit. 13. προσηγάγετο] wusste für sich zu gewinnen. Die Römer zogen sich zunächst in ihre Colonie VeHistor. Quellenbuch. II, 1. 2. Aufl.

nusia zurück, den einzigen Stützpunkt der Römer in Unteritalien. Ueber Rhegion vgl. II. Thl. zu Polyb. I, 7. 14. προῆλθεν] Es war die Absicht des Pyrros, sich mit den Etruskern in Verbindung zu setzen; denn er wusste noch nicht, dass die Römer bereits Friede mit ihnen geschlossen hatten. Er durchzog verwüstend Campanien, dann das Land der Herniker, erstürmte Fregellae, zog in Anagnia ein und rückte weiter gegen Praeneste. Da zwang ihn die Nachricht von dem Friedensschluss der Römer mit den Etruskern zum Rückzug. Vgl. Nieb. R. G. III, 580 sq. Die Sendung des Kineas fällt in die Zeit des Marsches gegen Rom. 14. ὅσον μή c. Inf. = so weit, dass er nicht mehr entfernt war (castra habere), so dass ὅσον fast ὥστε wird.

=

[blocks in formation]

καὶ λόγους ἀδεεῖς καὶ σοβαροὺς περὶ τοῦ πολέμου λέγοντες ἔκπληξιν τῷ Πύρρῳ παρεῖχον. ̓́Εδοξεν οὖν αὐτῷ πέμψαντι πρότερον διάπειραν λαβεῖν τῶν ἀνδρῶν, εἰ συμβατικῶς ἔχοιεν, ἡγουμένῳ τὸ μὲν ἑλεῖν τὴν πόλιν καὶ κρατῆσαι παντάπασιν οὐ μικρὸν ἔργον οὐδὲ τῆς παρούσης δυνάμεως εἶναι, τὴν δὲ φι- 5 λίαν καὶ τὰς διαλύσεις κάλλιστα ἔχειν πρὸς δόξαν αὐτῷ μετὰ νίκην. Πεμφθεὶς οὖν ὁ Κινέας ἐνετύγχανε τοῖς δυνατοῖς καὶ δῶρα παισὶν αὐτῶν καὶ γυναιξὶν ἔπεμψε παρὰ τοῦ βασιλέως. Ἔλαβε δὲ οὐδείς, ἀλλ ̓ ἀπεκρίναντο πάντες καὶ πᾶσαι, ὅτι δημοσίᾳ σπουδῶν γενομένων καὶ τὰ παρ' αὐτῶν ὑπάρξει πρόθυμα 10 τῷ βασιλεῖ καὶ κεχαρισμένα. Πρὸς δὲ τὴν σύγκλητον ἐπαγωγὰ τοῦ Κινέου πολλὰ καὶ φιλάνθρωπα διαλεχθέντος ἄσμενοι μὲν οὐδὲν οὐδὲ ἑτοίμως ἐδέχοντο, καίπερ ἄνδρας τε τοὺς ἡλωκότας ἐν τῇ μάχῃ δίχα λύτρων ἀφιέντος αὐτοῖς τοῦ Πύρρου καὶ συγκατεργάσεσθαι τὴν Ἰταλίαν ἐπαγγελλομένου, φιλίαν δὲ ἀντὶ 15 τούτων ἑαυτῷ καὶ τοῖς Ταραντίνοις ἄδειαν, ἕτερον δὲ μηδὲν αἰτουμένου. δῆλοί γε μὴν ἦσαν ἐνδιδόντες οἱ πολλοὶ πρὸς τὴν εἰρήνην ἡττημένοι τε μεγάλῃ μάχῃ καὶ προσδοκῶντες ἐτέραν ἀπὸ μείζονος δυνάμεως τῶν Ἰταλικῶν τῷ Πύρρῳ προσγε γονότων. Ενθα δὴ Κλαύδιος ̓́Αππιος, ἀνὴρ ἐπιφανής, ὑπὸ 20 δὲ γήρως ἅμα καὶ πηρώσεως ὀμμάτων ἀπειρηκὼς πρὸς τὴν πολιτείαν καὶ πεπαυμένος, ἀπαγγελλομένων τότε τῶν παρὰ τοῦ βασιλέως καὶ λόγου κατασχόντος, ὡς μέλλει ψηφίζεσθαι τὰς διαλύσεις ἡ σύγκλητος, οὐκ ἐκαρτέρησεν, ἀλλὰ τοὺς θεράποντας ἄρασθαι κελεύσας αὑτὸν ἐκομίζετο πρὸς τὸ βουλευτήριον ἐν 25 φορείῳ δι' ἀγορᾶς. Γενόμενον δὲ πρὸς ταῖς θύραις οἱ μὲν

3. εἰ συμβατικῶς ἔχοιεν] qui, si
forte ad pacem inclinarent animi,
condiciones ferret. Vgl. Liv. XXΙΙ,
58 (Hann. nach der Schlacht bei
Cannae). 7. ἐνετύγχανε] Plin.
h. n. VII, 24, 88 Cineas Pyrrhi re-
gis legatus senatui et equestri ordini
Romae postero die quam advenerat,
omnibus nomina reddidit (= be-
grüsste sie mit ihrem Namen).
8. καὶ γυναιξίν] M. Cato in der Rede
für die lex Oppia (Liv. XXXIIII, 4,
6): Patrum nostrorum memoria per
legatum Cineam Pyrrhus non viro-
rum modo, sed etiam mulierum ani-
mos donis temptavit. nondum
lex Oppia ad coërcendam luxuriam
muliebrem lata erat, tamen nulla
accepit. 9. πάντες καὶ πᾶσαι,
Männer und Frauen, cf. Dem. de
cor. 1: τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ
πάσαις. – 10. πρόθυμα, studium,
κεχαρισμένα, gratia, voluntas.
14. ἀφιέντος, freigeben wollte.
16. ἕτερον δὲ μηδέν] Anders lauten

[ocr errors]

die Friedensbedingungen bei Appian Samnit. 10: ἐδίδου δ ̓ αὐτοῖς εἰρή νην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον· εἰ Ταραντίνους μὲν ἐς ταῦ τα συμπεριλάβοιεν, τοὺς δ ̓ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλία κατοικοῦντας ἐλευθέρους καί αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι που λέμῳ λαβόντες. καὶ γιγνομένων, ἔφη, τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων. 20. Κλαύδιος Αππιος] Caecus (Censor 312). Die Reden des Kineas u. Appius restituirt gewissermassen Nieb. R. G. III, 566 bis 578. Vgl. Ennius bei Cic. Cato m. § 16: Quo vobis mentes, rectae quae stare solebant Antehac, dementes sese flexere viai? Die Rede des Appius kannte noch Cicero (Brut. c. 16) und zur Zeit des Seneca und Tacitus wurde sie sogar viel noch gelesen (Sen. ep. 114). Er zeichnete also seine

παῖδες ἅμα τοῖς γαμβροῖς ὑπολαβόντες καὶ περισχόντες εἰσῆγον, ἡ δὲ βουλὴ σιωπὴν αἰδουμένη τὸν ἄνδρα μετὰ τιμῆς ἔσχεν.

ΧΙΧ. Ὁ δὲ αὐτόθεν καταστὰς Πρότερον μὲν ἔφη τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δὲ 5 ἄχθομαι πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν, ἀλλ ̓ ἀκούων αἰσχρὰ βουλεύματα καὶ δόγματα ὑμῶν ἀνατρέποντα τῆς Ρώμης τὸ κλέος. Ποῦ γὰρ ὑμῶν ὁ πρὸς ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος, ὡς, εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Αλέξανδρος και συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν ἡμῶν 10 ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο νῦν ἀνίκητος, ἀλλ ̓ ἢ φυγών ἂν ἤ που πεσὼν ἐνταῦθα τὴν Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε; Ταῦτα μέντοι κενὴν ἀλαζονείαν καὶ κόμπον ἀποδείκνυτε Χάονας καὶ Μολοσσούς, τὴν ἀεὶ Μακεδόνων λείαν, δεδιότες καὶ τρέμοντες Πύρρον, ὃς τῶν ̓Αλεξάνδρου δορυφόρων ἕνα γοῦν ἀεὶ περιέπων 15 καὶ θεραπεύων διατετέλεκε καὶ νῦν οὐ βοηθῶν τοῖς ἐνταῦθα μᾶλλον Ἕλλησιν ἢ φεύγων τοὺς ἐκεῖ πολεμίους πλανᾶται περὶ τὴν Ἰταλίαν ἐπαγγελλόμενος ἡμῖν τὴν ἡγεμονίαν ἀπὸ ταύτης τῆς δυνάμεως, ἡ μέρος μικρὸν αὐτῷ Μακεδονίας οὐκ ἤρκεσε διαφυλάξαι. Μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι 20 φίλον, ἀλλὰ ἐκείνους ἐπάξεσθαι καταφρονήσαντας ὑμῶν, ὡς πᾶσιν εὐκατεργάστων, εἰ Πύρρος ἄπεισι μὴ δοὺς δίκην ὧν ὕβρισεν, ἀλλὰ καὶ προσλαβὼν μισθὸν τοῦ ἐπεγγελάσαι Ρωμαίοις Ταραντίνους καὶ Σαυνίτας. Τοιαῦτα τοῦ ̓Αππίου διαλεχθέν τος ὁρμὴ παρέστη πρὸς τὸν πόλεμον αὐτοῖς καὶ τὸν Κινέαν 25 ἀποπέμπουσιν ἀποκρινάμενοι Πύρρον ἐξελθόντα τῆς Ἰταλίας οὕτως, εἰ δέοιτο, περὶ φιλίας καὶ συμμαχίας διαλέγεσθαι, μέχρι δὲ οὗ πάρεστιν ἐν ὅπλοις πολεμήσειν αὐτῷ Ρωμαίους κατὰ κράτος, κἂν μυρίους ἔτι Λαιβίνους τρέψηται μαχόμενος. Λέγε ται δὲ Κινέαν, ἐν ᾧ ταῦτα ἔπραττεν, ἅμα ποιησάμενον ἔργον 30 καὶ σπουδάσαντα τῶν τε βίων γενέσθαι θεατὴν καὶ τῆς που λιτείας τὴν ἀρετὴν κατανοῆσαι καὶ διὰ λόγων ἐλθόντα τοῖς ἀρίστοις τά τε ἄλλα τῷ Πύρρῳ φράσαι καὶ εἰπεῖν, ὡς ἡ σύγ

[ocr errors]
[blocks in formation]

und focht mit ihm in der Schlacht bei Ipsos (301 v. Chr.); dann begab er sich zu Ptolemaeus nach Aegypten, endlich wusste er sich Epirus zu erhalten zwischen der Uebermacht des Demetrius und Lysimachus (Seleucus). 23. Ταραν τίνους, die Selbständigkeit u. Straflosigkeit von Tarent, zugleich aber auch die Bundesgenossenschaft der genannten Völker. 24. ὁρμὴ παρέστη] cf. Ennius: Decretum est fossare corpora telis, Dum quidem unus homo Romae toti superescit. 29. ἅμα ποιησάμενον ἔργον] indem er damit zu gleicher Zeit sein Geschäft zu fördern suchte. 30. τῶν βίων]

---

« IndietroContinua »