Immagini della pagina
PDF
ePub

ἱερομηνίαν ἐς πᾶσας ὁμοίως τὰς λοιπὰς τοῦ ἔτους ἡμέρας, ἐν ᾗ οὐδ ̓ ἐς ἐκκλησίαν ὁ δῆμος ἐκ τῶν νόμων συνελθεῖν ἐδύνατο, προηγόρευσε. καὶ ἐπειδὴ ὅ τε Καίσαρ βραχὺ αὐτοῦ φροντίσας 2 ῥητήν τινα ἡμέραν προεῖπεν, ἵν ̓ ἐν αὐτῇ νομοθετήσῃ, καὶ τὸ πλῆθος νυκτὸς τὴν ἀγορὰν προκατέλαβεν, ἐπῆλθε μετὰ τῶν παρεσκευασμένων, καὶ πρὸς μὲν τὸ Διοσκόρειον, ἀφ ̓ οὗπερ ἐκεῖνος ἐδημηγόρει, διέπεσε, τὰ μὲν αἰδοῖ τῶν ἀνθρώπων ὑπεικόντων οἱ, τὰ δὲ καὶ νομιζόντων αὐτὸν μὴ καὶ ἐναντιωθήσε- 3 σθαι σφίσιν, ὡς δὲ ἄνω τε ἐγένετο καὶ ἀντιλέγειν ἐπειρᾶτο, αὐτός τε κατὰ τῶν ἀναβασμῶν ἐώσθη καὶ αἱ· ῥάβδοι αὐτοῦ συνετρίβησαν, πληγάς τε καὶ τραύματα ἄλλοι τε καὶ οἱ δήμαρχοι ἔλαβον. καὶ ὁ μὲν νόμος οὕτως ἐκυρώθη, Βίβουλος 4 δὲ τότε μὲν ἀγαπητῶς ἐσώθη, τῇ δ ̓ ὑστεραίᾳ ἐπείρασε μὲν ἐν τῷ συνεδρίῳ αὐτὸν λῦσαι, ἐπέρανε δ ̓ οὐδέν· τῇ γὰρ τοῦ πλήθους σπουδῇ δεδουλωμένοι πάντες ἡσύχαζον. ἀνεχώρησέ τε 5 οὖν οἴκαδε, καὶ οὐκέτι τό παράπαν ἐς τὸ κοινὸν μέχρι τῆς τελευταίας τοῦ ἔτους ἡμέρας παρῆλθεν, ἀλλ' ἐν τῇ οἰκίᾳ και ταμένων ἀεὶ τῷ Καίσαρι, ὁσάκις γε ἐνεωτέριζέ τι, ἐνετέλλετο

C. 6. ἱερομηνίαν] Suet. Caes. 20 in eam Bibulus desperationem venit, ut quoad potestate abiret domo_abditus nihil aliud quam per edicta obnuntiaret, d. h., wie Cic. ad Att. IV, 3, 3 sich ausdrückt, proscripsit se per omnes dies comitiales de caelo servaturum. Die Magistrate cum inperio hatten das Recht der spectio, d. h. für sich den Himmel zu beobachten (de caelo servare) u. sich Zeichen göttlichen Willens zu erbitten. Die blofse Ankündigung des Magistrats, se servaturum (oder servasse) de caelo, genügte, um die Komitien für den Tag unmöglich zu machen (comitia inpedire). Ferner konnte der Magistrat in irgend einer res publica die Auspicien selbständig befragen, wobei von ihm gewöhnlich ein Augur hinzugenommen wurde (te mihi in auspicio esse volo). Wenn nun der beigezogene Augur die Auspicien wahrgenommen hatte, so meldete er dem Magistrate das Resultat entweder mit der Formel: silentium esse videtur (d. h. res omni vitio caret) oder er gab die Erklärung alio die, d. h. die Komitien

seien wegen eines wahrgenommenen vitium für diesen Tag ungültig. Diese Erklärung hiefs nuntiatio, die ungünstige gewöhnlich obnuntiatio.

[ocr errors]

=

προκατέλαβεν] das Volk besetzte das Forum schon vor Tagesanbruch. vgl. Cic. p. Sest. § 75: Princeps rogationis Q. Fabricius templum (Castoris et Pollucis τὸ Διοσκόρειον auf dem Forum) aliquanto ante lucem occupavit. — αὐτὸν λῦσαι] die lex agraria. — δεδουλωμένοι] befangen. ἐνετελλέτο] Cic. Aft. II, 19, 2 scito nihil unquam fuisse tam infame tam turpe quam hunc statum qui nunc est. Populares isti iam etiam modestos homines sibilare docuerunt. Bibulus in caelo est nec quare scio; sed ita laudatur quasi,,Unus homo nobis cunctando restituit rem". Und II, 21, 5: Bibuli qui sit exitus futurus nescio. nunc res se habet, admirabili gloria est. Aber die Geschichte urteilte bald anders: dum augere vult invidiam collegae, auxit potentiam. Vell. Pat. II, 44. Die Optimaten hofften, sie könnten wegen der Einsprache des Bibulus alle Amtshandlungen

Ut

διὰ τῶν ὑπηρετῶν ὅτι ἱερομηνία τε εἴη καὶ οὐδὲν ὁσίως ἐκ 6 τῶν νόμων ἐν αὐτῇ δύναιτο δρᾶσθαι. ἐπεχείρησε μὲν γὰρ αὐτὸν ἐπὶ τούτοις Πούπλιός τις Οὐατίνιος δήμαρχος ἐς τὸ οἴκημα καταθέσθαι, τῶν δὲ συναρχόντων οἱ ἐναντιωθέντων οὐκ ἐνέβαλεν, ἀλλ ̓ ἐκεῖνός τε οὕτω τῶν πολιτικῶν ἐξέστη καὶ οἱ δήμαρχοι οἱ συνεξετασθέντες αὐτῷ οὐκέτ ̓ οὐδὲν δημόσιον 7 ἔπραξαν. ὁ δ ̓ οὖν Μέτελλος ὁ Κέλερ ὅ τε Κάτων, καὶ Μάρ κος τις δι' αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτ ̓ ὤμοσαν περὶ τοῦ νόμου, καὶ ἀπισχυρίζοντο, ἄλλοι τε καὶ ὁ Μέτελλος ὁ ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μη2 δέποτε αὐτὸν συνεπαινέσειν· ὡς μέντοι ... ἡμέρα ᾗ καὶ ἔμελλον τὰ τεταγμένα ἐπιτίμια ὀφλήσειν, ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώπειον, ὑφ' οὗ πολλοὶ ὑπισχνοῦνται τέ τι καὶ ἀπειλοῦσι ῥᾷον ἢ καὶ τῷ ἔργῳ ἐπεξίασιν, ἢ καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μηδὲν ἐκ τῆς ἰσχυρογνωμοσύνης σφῶν τὸ κοινὸν ὠφε 3 λήσαντες. ὅ τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ

4

ἡ τῶν Καμπανῶν γῆ τοῖς τρία τε πλείω τε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων ἡ Καπύη τότε πρῶτον ἐνομίσθη.

τὸ μὲν οὖν πλῆθος ἐκ τούτων ὁ Καῖσαρ ἀνηρτήσατο, τοὺς δ ̓ ἱππέας τὸ τριτημόριον σφίσι τῶν τελῶν ἃ ἐμεμίσθωντο

des Cäsar für ungültig erklären, aber ehe dieser sein Consulat niederlegte, brachte er die Angelegenheit vor den Senatu. zwang ihn sein Verfahren zu rechtfertigen. Οὐατίνιος] Vgl. Cic. Rede gegen Vatinius.

C. 7. δι' αὐτὸν] von Cato bestimmt, weil M. Favonius, „,der Schatten Catos" genannt, diesen in allen Dingen nachäffte u. ihn noch überbot. Metellus Celer ist der Consul des J. 60 v. Chr. Über Metellus Numidicus vgl. Cic. p. Sest. § 37. - ἡ τῶν Καμπανῶν γῆ] Suet. Caes. 30: Campum Stellatem maioribus consecratum agrumque Campanum ad subsidia reip. vectigalem relictum divisit extra sortem ad XX milibus civium, quibus terni pluresve liberi essent. Vgl. dazu Cic. Phil. II, § 101. 102. · ἡ Καπύη] Vell. II, ita circiter XX milia civium eo deducta et ius civitatis restitutum (vgl. II. Heft p. 70) post annos cir

44

citer CLII quam bello punico ab Romanis Capua in formam praefecturae redacta erat. Es sind also zwei leges agrariae des Cäsar zu unterscheiden, vgl. Cic. ad Att. II, 7 u. ad Fam. XIII, 4 mit ad Att. II, 16 u. II, 18. τὸ τριτημόριον] Suet. Caes. 20: publicanos remissionem petentes tertia mercedum parte relevavit ac ne in locatione novorum vectigalium inmoderatius licerentur propalam monuit. Der Pachtzins von den Einkünften in Asien war während der Kriege gegen Mithridates drückend geworden, wie man aus Cic.s Rede de inperio Cn. Pompei sieht, u. der Nachlafs eines Teils der dem Staate schuldigen Summen war nur ein Akt der Gerechtigkeit. Auch Cicero erkennt dies in seinen Briefen mehrfach an u. bedauert den Eifer u. die Feindseligkeit Catos gegen die Pächter, weil diese dadurch dem Senat entfremdet wurden, vgl. ad. Att. I, 18.

ἀφείς· πᾶσαί τε γὰρ αἱ τελωνίαι δι' αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο, ἄλλων τε καὶ τοῦ Κάτωνος ἀντιπραξάντων. ὡς 5 δ ̓ οὖν καὶ τοῦτο τὸ ἔθνος μηδ ̓ ἀντειπόντος τινὸς ᾠκειώσατο, πρῶτον μὲν τὰ πραχθέντα ὑπὸ τοῦ Πομπηίου πάντα, μήτε τοῦ Λουκούλλου μήτ' ἄλλου τινὸς ἀντιστάντος, ἐβεβαίωσεν, ἔπειτα δὲ καὶ ἄλλα πολλὰ διενομοθέτησε μηδενὸς ἐναντιουμένου. οὐδὲ 6 γὰρ οὐδ ̓ ὁ Κάτων ἀντεῖπέ τι, καίπερ ἐν τῇ στρατηγίᾳ, ἣν μετὰ ταῦτα οὐ πολλῷ ὕστερον ἔσχε, μηδαμοῦ τῆς τῶν νόμων αὐτοῦ προσηγορίας, ὡς καὶ Ἰουλίων ἐπικαλουμένων, ἐπιμνησθείς· τὰ γὰρ δικαστήρια κατ' αὐτοὺς ἀποκληρῶν τὸ ὄνομα αὐτῶν γελοιότατα ἀπεκρύπτετο.

τὰ μὲν οὖν ἄλλα αὐτὸς ὁ Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συν- 8 εβούλευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐτῆς ἄρχων· ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δύο καὶ ὠνόμαζον καὶ ἔγραφον, Γάιόν τε Καίσαρα καὶ Ἰούλιον Καίσαρα ὑπατεύειν λέγοντες· τὰ δὲ δὴ καθ ̓ ἑαυτόν δι ̓ ἑτέρων 3 διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι· καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθ ̓ ὅσων ἐπεθύμει κατειργάσατο. αὐτὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς παροῦσιν ἀρκεῖσθαι ἐσκήπτετο· ἕτεροι δέ, ὡς 4 καὶ ἀναγκαίου καὶ χρησίμου τοῖς πράγμασιν αὐτοῦ ὄντος, καὶ ἐσηγήσαντο ὅσα ἠθέλησε καὶ κυρωθῆναι ἐποίησαν, οὐκ ἐν τῷ πλήθει μόνον, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ γερουσία. ὅ τε γὰρ ὅμιλος 5 τοῦ τε Ἰλλυρικοῦ καὶ τῆς Γαλατίας τῆς ἐντὸς τῶν Αλπεων ἄρξαι αὐτῷ μετὰ τριῶν στρατοπέδων ἐπὶ ἔτη πέντε ἔδωκε, καὶ ἡ

[merged small][merged small][merged small][ocr errors][merged small]

-

χαριεν

eine Zwischenbemerkung. πάντα
καθάπαξ] = omnia simul.
τιζόμενοί τινες] Suet. Caes. 20 Unus
ex eo tempore omnia in rep. et ad
arbitrium administravit, ut nonnulli
urbanorum, cum quid per iocum te-
standi gratia signarent, non Caesare
et Bibulo, sed Iulio et Caesare con-
sulibus actum scriberent. τοῦ Ἰλ-
λυρικοῦ καὶ τῆς Γαλατίας] Suet.
Caes. 22 et initio quidem Galliam
Cisalpinam Illyrico adiecto lege
Vatinia accepit, mox per senatum
Comatam quoque, veritis patribus
ne, si ipsi negassent, populus et
hanc daret. στρατόπεδον ἕτερον]

[ocr errors]

9

βουλὴ τήν τε Γαλατίαν τὴν ἐπέκεινα τῶν ὀρῶν καὶ στρατόπεδον ἕτερον προσεπέτρεψεν.

φοβηθεὶς δ ̓ οὖν καὶ ὡς μή τι Πομπήιος ἐν τῇ ἀπουσίᾳ αὐτοῦ, ἐπειδὴ ὁ Γαβίνιος ὁ Αύλος ὑπατεύσειν ἔμελλε, νεωτε ρίσῃ, ἐκεῖνόν τε ἅμα καὶ τὸν ἕτερον ὕπατον Λούκιον Πίσωνα συγγενείας ἀνάγκῃ προσηταιρίσατο· τῷ μὲν γὰρ Πομπηίῳ τὴν θυγατέρα, καίπερ ἄλλῳ τινὶ ἠγγυηκώς, συνώκισε, καὶ αὐτὸς 2 τὴν τοῦ Πίσωνος ἔγημε. καὶ ὁ μὲν οὕτω πανταχόθεν ἐκρατύνθη, Κικέρων δὲ καὶ Λούκουλλος οὐκ ἀρεσκόμενοι τούτοις ἀποκτεῖναι τόν τε Καίσαρα καὶ τὸν Πομπήιον διὰ Λουκίου τινὸς Οὐεττίου ἐπεχείρησαν μέν, οὐκ ἠδυνήθησαν δέ, ἀλλ ̓ ὀλίγου καὶ αὐτοὶ προσαπώλοντο. προμηνυθεὶς γὰρ ἐκεῖνος καὶ συλ 3 ληφθεὶς πρίν τι δρᾶσαι, κατεῖπεν αὐτῶν· καὶ εἴ γε μὴ καὶ τὸν Βίβουλον ὡς καὶ συνεπιβουλεύοντα σφίσιν ἐσηγγέλκει, πάντως ἄν τι δεινὸν ἐπεπόνθεσαν· νῦν δέ, ὅτι τοῦτον τῷ Πομπηίῳ τὸ πραττόμενον δηλώσαντα ἀμυνόμενος ᾐτιᾶτο, ὑπωπτεύθη μηδὲ ἐπὶ τῶν λοιπῶν ἀληθεύειν, ἀλλ' ἐκ κατασκευασμοῦ τινὸς προς συκοφαντίαν τῶν ἀντιστασιωτῶν σφῶν παρεσκευάσθαι. καὶ 4 περὶ μὲν τούτων ἄλλοι ἄλλα διεθρύλουν· οὐ γάρ που καὶ διηλέγχθη τι, ἀλλ ̓ ἐς τὸ πλῆθος ὁ Οὐέττιος ἐσαχθείς, καὶ μόνους οὓς εἶπον ὀνομάσας, ἔς τε τὸ οἴκημα ἐσέπεσε, κἀνταῦθα οὐ 10 πολλῷ ὕστερον ἐδολοφονήθη· ὕποπτος δ ̓ οὖν ἐκ τούτων ὁ Κικέρων τῷ τε Καίσαρι καὶ τῷ Πομπηίῳ γενόμενος ἐβεβαιώσατο τὴν ὑπόνοιαν ἐν τῇ ὑπὲρ τοῦ ̓Αντωνίου ἀπολογία. οὗτος

also im ganzen 4 Legionen. Schon im März des vorigen Jahres (60) waren drohende Nachrichten von Gallien, insbesondere von dem Auszuge der Helvetier in Rom eingegangen, der auch auf die diesseitige Provinz nicht ohne Einfluss bleiben konnte. So mufste der Senat auch den Schutz der provincia in Gallia transalpina in die Hand Cäsars legen. Vgl. Caes. b. g. I 31, 8. VI 12, 5.

C. 9. Γαβίνιος Αὖλος] Gabinius (Consul 58 v. Chr.) war seit seiner Rogation über die Übertragung des imperium extraordinarium im Seeräuberkrieg ein treuer Satellite des Pompeius geblieben, der ihn verachtete und benutzte. Vgl. Cic. p. Sest. § 18. ἐκεῖνόν τε ἅμα] i. e. Pompeium. - Λούκιον Πίσωνα] Vgl.

[blocks in formation]

γὰρ πολλὰ μὲν καὶ δεινὰ καὶ τὸ ὑπήκοον τὸ ἐν τῇ Μακεδονίᾳ, ἄρξας αὐτῆς, καὶ τὸ ἔνσπονδον εἰργάσατο, πολλὰ δὲ καὶ ἀντέπαθε. τά τε γὰρ τῶν Δαρδάνων καὶ τὰ τῶν πλησιοχώρων 2 σφίσι πορθήσας οὐκ ἐτόλμησεν ἐπιόντας αὐτοὺς ὑπομεῖναι, ἀλλ' ὡς καὶ ἐπ' ἄλλο τι μετὰ τῶν ἱππέων ὑποχωρήσας ἔφυγε, καὶ οὕτω τοῖς πεζοὺς ἐκεῖνοι περισχόντες ἔκ τε τῆς χώρας βιαίως ἐξήλασαν καὶ τὴν λείαν προσαφείλοντο. τὸ δ ̓ αὐτὸ τοῦτο 3 καὶ περὶ τοὺς συμμάχους τοὺς ἐν τῇ Μυσίᾳ ποιήσας ἡττήθη πρὸς τῇ τῶν Ἰστριανῶν πόλει πρὸς τῶν Σκυθῶν τῶν Βασταρνῶν, ἐπιβοηθησάντων αὐτοῖς, καὶ ἀπέδρα. οὐ μέντοι καὶ ἐπὶ τούτοις αἰτίαν ἔσχεν, ἀλλ' ἐγράφη μὲν ἐπὶ τῇ τοῦ Κατιλίνου συνωμο σία, ἑάλω δὲ δι' ἐκεῖνα, καὶ συνέβη αὐτῷ, ὧν μὲν ἐκρίνετο, μὴ ἐλεγχθῆναι, ὧν δ ̓ οὐκ ᾐτιάζετο, κολασθῆναι. καὶ ὁ μὲν 4 οὕτως ἀπήλλαξεν, ὁ δὲ δὴ Κικέρων ὑπὲρ αὐτοῦ τότε, ἅτε καὶ συνάρχοντός οἱ, ὑπερδικῶν πλείστην κατὰ τοῦ Καίσαρος ὡς καὶ αἰτίου τῆς δίκης αὐτῷ γεγενημένου καταδρομὴν ἐποιήσατο, καί τινα αὐτῷ καὶ προσελοιδόρησεν. ὁ δ ̓ ἤχθετο μὲν ἐπ ́ 11 αὐτοῖς ὥσπερ εἰκὸς ἦν, οὐ μὴν οὔτ ̓ εἶπεν οὔτ ̓ ἔπραξεν ὑβρι στικὸν ἐς αὐτὸν οὐδέν, καίπερ ὑπατεύων. τοὺς γὰρ πολλοὺς ἔλεγε συχνὰ καὶ μάταια ἐξεπίτηδες ἐς τοὺς κρείττονας σφῶν ἐς φιλονικίαν αὐτοὺς ὑπάγοντας ἀπορρίπτειν, ἵν ̓ ἴσοι σφίσι καὶ ὅμοιοι, ἄν γέ τι ὁμοιότροπον ἀντακούσωσι, δόξωσιν εἶναι· καὶ οὐκ ἠξίου ἀντίπαλον ἐκ τούτου αὐδένα ἑαυτῷ ποιεῖν. καὶ 2 διὰ τοῦτο τοῖς τε ἄλλοις τοῖς τι προπηλακίζουσιν αὐτὸν οὕτω προσεφέρετο, καὶ τότε τὸν Κικέρωνα ὁρῶν οὐχ ἑαυτῷ τοσοῦτον λοιδορήσασθαι ἐθέλοντα ὅσον ἀντακοῦσαί τι τῶν ὁμοίων, ὥς γε καὶ παρισωθῆναί οἱ ἐπιθυμοῦντα, βραχύ τε αὐτοῦ ἐφρόντισε καὶ οὐδὲν ὧν ἔλεγε προσεποιήσατο, ἀλλ ̓ εἴα αὐτὸν ἀφθόνως, καθάπερ τισὶν ἐπαίνοις ἑαυτοῦ, ταῖς λοιδορίαις χρῆσθαι. οὐ 3 μέντοι καὶ παντάπασιν ὀλιγώρως αὐτοῦ ἔσχεν. θυμῷ μὲν γὰρ 4 οὐδὲν ἐχαρίζετο, τοῦ δὲ δὴ καιροῦ διεσκόπει, καὶ τούς γε

[blocks in formation]
[ocr errors]
[ocr errors]

quae mihi visa sunt ad illius miseri causam pertinere. Haec homines inprobi ad quosdam viros fortes (i. e. an Cäsar u. Pompeius) longe aliter atque a me dicta erant detulerunt. Hora nona illo ipso die tu (Clodius) es adoptatus.

C. 11. παρισωθῆναι οἱ ἐπιθυμοῦντα] Dio wird ungerecht gegen Cicero, weil er sich nicht so recht

9

« IndietroContinua »