ἐνισταμένου πρὸς τὸ ἀξίωμα τῶν ἀνδρῶν, ἀλλὰ φευγόντων καὶ πατούντων ἀλλήλους. Οἱ μὲν οὖν περὶ αὐτοὺς ῥόπαλα καὶ σκυτάλας ἐκόμιζον οἴκοθεν· αὐτοὶ δὲ τῶν δίφρων καταγνυμένων ὑπὸ τοῦ φεύγοντος ὄχλου τὰ κλάσματα καὶ τοὺς πόδας λαμβάνοντες ἀνέβαινον ἐπὶ τὸν Τιβέριον ἅμα παίοντες τοὺς προτεταγμένους. Καὶ τούτων μὲν ἦν τροπὴ καὶ φόνος· αὐτοῦ δὲ τοῦ Τιβερίου φεύγοντος ἀντελάβετό τις τῶν ἱματίων. Ὁ δὲ τὴν τήβεννον ἀφεὶς καὶ φεύγων ἐν τοῖς χιτῶσιν ἐσφάλη καὶ κατηνέχθη περί τινας τῶν πρὸ αὐτοῦ πεπτωκότας. ̓Ανιστάμενον δὲ αὐτὸν ὁ μὲν ἐμφανῶς καὶ πρῶτος εἰς τῆν κεφαλὴν πατάξας ποδὶ δίφρου Πόπλιος ἦν Σατυρήιος εἷς τῶν συναρχόντων· τῆς δὲ δευτέρας ἀντεποιεῖτο πληγῆς Λεύκιος ̔Ροῦφος, ὡς ἐπὶ καλῷ τινι σεμνυνόμενος. Τῶν δὲ ἄλλων ἀπέθανον ὑπὲρ τριακοσίους ξύλοις καὶ λίθοις συγκοπέντες, σιδήρῳ δὲ οὐδείς. Ταύτην πρώτην ἱστοροῦσιν ἐν Ῥώμῃ στάσιν, ἀφ ̓ οὗ τὸ βασιλεύεσθαι κατέλυσαν, αἵματι καὶ φόνῳ πολιτῶν διακριθῆναι· ̓Αλλ ̓ ἔοικεν ὀργῇ τῶν πλουσίων καὶ μίσει πλέον ἢ δι ̓ ἃς ἐσκήπτοντο προφάσεις ἡ σύστασις ἐπ ̓ αὐτὸν γενέσθαι· καὶ τούτου μέγα τεκμήριον ὠμῶς καὶ παρανόμως ὑβρισθεὶς ὁ νεκρός. Οὐ γὰρ ἐπέτρεψαν ἀνελέσθαι τὸ σῶμα τῷ ἀδελφῷ δεομένῳ καὶ θάψαι νυκτός, ἀλλὰ μετὰ τῶν ἄλλων νεκρῶν εἰς τὸν ποταμὸν ἔρριψαν. Καὶ τοῦτο πέρας οὐκ ἦν, ἀλλὰ καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἐξεκήρυττον ἀκρίτους, τοὺς δὲ συλλαμβάνοντες ἀπεκτίννυσαν· ἐν οἷς καὶ Διοφάνης ὁ ῥήτωρ ἀπώλετο. 2. C. Sempronius Gracchus (Plut. C. Gr. 1—5. 8—11. 13—17). Ι. Γάιος δὲ Γράγχος ἐν ἀρχῇ μὲν ἢ δεδιὼς τοὺς ἐχθροὺς ἢ φθόνον συνάγων ἐπ ̓ αὐτοὺς ὑπεξέστη τε τῆς ἀγορᾶς καὶ καθ ̓ ἑαυτὸν ἡσυχίαν ἔχων διέτριβεν, ὡς ἄν τις ἔν τε τῷ παρόντι ταπεινὰ πράττων καὶ τὸ λοιπὸν οὕτως ἀπραγμόνως βιωσόμενος, ὥστε καὶ λόγον τισὶ καθ ̓ αὑτοῦ παρασχεῖν, ὡς δυσχεραίνοντος καὶ προβεβλημένου τὴν τοῦ Τιβερίου πολιτείαν. Ἦν δὲ καὶ μειράκιον παντάπασιν· ἐννέα γὰρ ἐνιαυτοῖς ἐλείπετο τἀδελφοῦ καθ ̓ ἡλικίαν, ἐκεῖνος δὲ οὔπω τριάκοντα γεγονὼς ἀπέθανεν. Ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου τόν τε τρόπον ἡσυχῇ διέφαινεν ἀργίας καὶ μαλακίας καὶ πότων καὶ χρηματισμῶν ἀλλότριον ὄντα καὶ τὸν λόγον ὥσπερ ὠκύπτερα κατασκευαζόμενος ἐπὶ τὴν πολιH τείαν δῆλος ἦν οὐκ ἠρεμήσων, δίκην τέ τινι τῶν φίλων φεύγοντι Βεττίῳ συνειπών, τοῦ δήμου συνενθουσιῶντος ὑφ ̓ ἡδονῆς καὶ βακχεύοντος περὶ αὐτόν, ἀπέδειξε τοὺς ἄλλους ῥήτορας παίδων μηδὲν διαφέροντας, εἰς φόβον αὖθις οἱ δυνατοὶ καθισταντο καὶ πολὺς ἦν ἐν αὐτοῖς λόγος, ὡς οὐκ ἐάσουσιν ἐπὶ δημαρχίαν τὸν Γάιον προελθεῖν. Συντυγχάνει δὲ ἀπὸ ταὐτομάτου λαχεῖν αὐτὸν εἰς Σαρδὼ ταμίαν Ὀρέστῃ τῷ ὑπάτῳ· καὶ τοῦτο · τοῖς μὲν ἐχθροῖς καθ ̓ ἡδονην ἐγεγόνει, τὸν δὲ Γάιον οὐκ ἐλύπησεν, ̓́Ατε γὰρ ὢν πολεμικὸς καὶ χεῖρον οὐδὲν πρὸς στρατείας ἠσκημένος ἢ δίκας, ἔτι δὲ τὴν πολιτείαν καὶ τὸ βῆμα φρίττων, ἀντέχειν δὲ καλοῦντι τῷ δήμῳ καὶ τοῖς φίλοις οὐ δυνάμενος, παντάπασι τὴν ἀποδημίαν ἐκείνην ἠγάπησε. Καίτοι κρατεῖ δόξα πολλὴ τοῦτον ἄκρατον γενέσθαι δημαγωγὸν καὶ πολὺ τοῦ Τιβερίου λαμπρότερον πρὸς τὴν ἀπὸ τῶν ὄχλων δόξαν. Οὐκ ἔχει δὲ οὕτω τὸ ἀληθές· ἀλλ ̓ ἔοικεν ὑπ ̓ ἀνάγκης τινὸς μᾶλλον οὗτος ἢ προαιρέσεως ἐμπεσεῖν εἰς τὴν πολιτείαν. II. Γενόμενος οὖν ὁ Γάιος ἐν Σαρδόνι πᾶσαν ἀρετῆς ἀπό = – inprobare, δυσχεραίνω] mit Acc. abominari. — ἡσυχῇ] allmählich. διέφαινε] durchscheinen liefs. – χρηματισμῶν] avaritia. — ὥσπερ ὠκύπτερα] gewissermafsen die Flügel erst wachsen lassend. - Βεττίῳ] = Vettius. συνενθουσιῶντος] in stürmische Begeisterung ausbrach. Über die Beredsamkeit des C. Gr. vgl. Cic. Brut. 126: eloquentia quidem nescio an habuisset C. Gracchus parem neminem. Grandis est verbis, sapiens sententiis, genere toto gravis; manus extrema non adcessit operibus eius, praeclare inchoata multa, perfecta non plane. Legendus est hic orator, si quisquam alius, iuventuti. Non enim solum acuere, sed etiam alere ingenium potest. συντυχάνει] Es traf mit den Wünschen der Nobilität (Senatsoder Regierungspartei) zusammen. Ehe indessen Gr. nach Sardinien abging, trat er noch zweimal politisch hervor. Zuerst empfahl er die Annahme der Lex Papiria (des C. Papirius Carbo) de tribunis plebis reficiendis (131), also schon 2 Jahre nach dem Tode seines Bruders, dann 126, kurz vor seinem Abgang nach Sardinien, brachte er die lex des M. Junius Pennus zu Fall de peregrinis urbe prohibendis. λαχεῖν εἰς Σαρδὼ ταμίαν] = sorte alicui quaestorem fieri in provinciam Sardiniam: L. Aurelius Orestes war Consul 126. – καὶ τὸ βῆμα φρίττων] ist übertrieben, er hielt nur den Augenblick für das Tribunat nicht für günstig. --- ἠγάπησε] war zufrieden mit. — λαμπρότερον πρὸς τὴν δόξαν] vehementiorem ad favorem plebis, sc. conciliandum. Vgl. λαμπρὸν πνεῦμα. — ἐμπεσεῖν] inliga = tum esse. C. 2. πᾶσαν ἀρετῆς ἀπόδειξιν] in δειξιν ἐδίδου καὶ πολὺ πάντων διέφερε τῶν νέων ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσι καὶ ἐν τοῖς πρὸς τοὺς ὑπηκόους δικαίοις καὶ ἐν τῇ πρὸς τὸν στρατηγὸν εὐνοίᾳ καὶ τιμῇ, σωφροσύνῃ δὲ καὶ λιτότητι καὶ φιλοπονίᾳ παρήλλαττε καὶ τοὺς πρεσβυτέρους. Ἰσχυροῦ δὲ καὶ νοσώδους ἅμα χειμῶνος ἐν Σαρδόνι γενομένου καὶ τοῦ στρατηγοῦ τὰς πόλεις ἐσθῆτα τοῖς στρατιώταις αἰτοῦντος, ἔπεμψαν εἰς Ρώμην παραιτούμενοι. Δεξαμένης δὲ τῆς βουλῆς τὴν παραίτησιν αὐτῶν καὶ τὸν στρατηγὸν ἄλλοθεν ἀμφιάζειν τοὺς στρατιώτας κελευούσης, ἀποροῦντος δὲ ἐκείνου καὶ τῶν στρατιωτῶν κακοπαθούντων, ἐπελθὼν τὰς πόλεις ὁ Γάιος αὐτοὺς ἀφ ̓ ἑαυτῶν ἐποίησεν ἐσθῆτα πέμψαι καὶ βοηθῆσαι τοῖς Ῥωμαίοις. Ταῦτα πάλιν εἰς Ρώμην ἀπαγγελλόμενα καὶ δοκοῦντα δημαγωγίας προάγωνες εἶναι διετάραττε τὴν βουλήν. Καὶ πρῶτον μὲν ἐκ Λιβύης παρὰ Μικίψα τοῦ βασιλέως πρέσβεις παραγενομένους καὶ λέγοντας, ὡς ὁ βασιλεὺς χάριτι Γαΐου Γράγχου πέμψειεν εἰς Σαρδόνα σῖτον τῷ στρατηγῷ, δυσχεραίνοντες ἐξέβαλον· ἔπειτα δόγμα ποιοῦνται τοῖς μὲν στρατιώταις διαδοχὴν ἀποσταλῆναι, τὸν δὲ Ὀρέστην ἐπιμένειν, ὡς δὴ καὶ τοῦ Γαΐου διὰ τὴν ἀρχὴν παραμενοῦντος. Ὁ δὲ τούτων αὐτῷ προσπεσόντων εὐθὺς ἐξέπλευσε πρὸς ὀργήν, καὶ φανεὶς ἐν Ῥώμῃ παρ ̓ ἐλπίδας οὐ μόνον ὑπὸ τῶν ἐχθρῶν αἰτίαν εἶχεν, ἀλλὰ καὶ τοῖς πολλοῖς ἀλλόκοτον ἐδόκει τὸ ταμίαν ὄντα προαποστῆναι τοῦ ἄρχοντος. Οὐ μὴν ἀλλὰ κατηγορίας αὐτῷ γενομένης ἐπὶ τῶν τιμητῶν, αἰτησάμενος λόγον οὕτω μετέστησε τὰς γνώμας τῶν ἀκουσάντων, ὡς ἀπελθεῖν ἠδικῆσθαι τὰ μέγιστα δόξας. Ἐστρατεῦσθαι μὲν γὰρ ἔφη δώ omni genere virtutis specimen edidit. δικαίοις] Rechtsverhältnis zwischen Regierenden u. Regierten. λιτότητι] simplicitate morum. παραιτούμενοι] onera imperata deprecantes. ἀμφιάζειν] Seltenes Verbum der κοινὴ διάλεκτος für ἀμφιέννυμι. — παρὰ Μικίψα] die Scipionen waren von Masinissa gegewissermassen zu Patronen oder Tutoren seiner Familie eingesetzt. ὡς δὴ] mit Gen. abs. in der Erwartung natürlich, dafs etc. διὰ τὴν ἀρχήν] in amtlicher Thätigkeit; eigentlich: wegen seines zugleich mit dem imperium des Consuls prolongierten Amtes. προσπεσόντων] Vgl. zu Polyb. - = 1, 16. – πρὸς ὀργήν] ὀργισθείς, δεκα ἔτη, τῶν ἄλλων δέκα στρατευομένων ἐξ ἀνάγκης, ταμιεύων δὲ τῷ στρατηγῷ παραμεμενηκέναι διετίαν, τοῦ νόμου μετ ̓ ἐνιαυτὸν ἐπανελθεῖν διδόντος· μόνος δὲ τῶν στρατευσαμένων πλῆρες τὸ βαλάντιον εἰσενηνοχὼς κενὸν ἐξενηνοχέναι, τοὺς δὲ ἄλλους ἐκπιόντας ὃν εἰσήνεγκαν οἶνον ἀργυρίου καὶ χρυσίου μεστοὺς δεῦρο τοὺς ἀμφορεῖς ἥκειν κομίζοντας. III. Ἐκ τούτου πάλιν ἄλλας αἰτίας αὐτῷ καὶ δίκας ἐπῆγον ὡς τοὺς συμμάχους ἀφιστάντι καὶ κεκοινωνηκότι τῆς περὶ Φρέγελλαν ἐνδειχθείσης συνωμοσίας. Ὁ δὲ πᾶσαν ὑποψίαν ἀπολυ· σάμενος καὶ φανεὶς καθαρὸς εὐθὺς ἐπὶ δημαρχίαν ὥρμησε, τῶν · μὲν γνωρίμων ἀνδρῶν ὁμαλῶς ἁπάντων ἐναντιουμένων πρὸς · αὐτόν, ὄχλου δὲ τοσούτου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῆς Ἰτα Μ λίας καὶ συναρχαιρεσιάζοντος, ὡς πολλοῖς μὲν οἰκήσεις ἐπιλι- πειν, τοῦ δὲ πεδίου μὴ δεξαμένου τὸ πλῆθος ἀπὸ τῶν τεγῶν καὶ τῶν κεράμων τὰς φωνὰς συνηχεῖν. Τοσοῦτον δ ̓ οὖν ἐξεβιάσαντο τὸν δῆμον οἱ δυνατοὶ καὶ τῆς ἐλπίδος τοῦ Γαΐου καθεῖλον, ὅσον οὐχ, ὡς προσεδόκησε πρῶτον, ἀλλὰ τέταρτον ἀναγορευ· θῆναι. Παραλαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς ἦν ἁπάντων πρῶτος, ἰσχύων τε τῷ λέγειν ὡς ἄλλος οὐδεὶς, καὶ τοῦ πάθους αὐτῷ παρρησίαν πολλὴν διδόντος ἀνακλαιομένῳ τὸν ἀδελφόν. Ενταῦθα γὰρ ἐξ ἁπάσης προφάσεως περιῆγε τὸν δῆμον ἀναμιμνήσκων τῶν γεγονότων καὶ παρατιθεὶς τὰ τῶν προγόνων, ὡς ἐκεῖνοι μὲν καὶ Φαλίσκοις ἐπολέμησαν ὑπὲρ Γενυκίου τινὸς δημάρχου λοιδορηθέντος καὶ Γαΐου Βετουρίου θάνατον κατ ginus. — διετίαν] 126-125, im Jahr 124 kehrte er zurück. C. 3. τοὺς συμμάχους ἀφιστάντι] Im J. 126 hatte die Senatspartei die Bundesgenossen durch ein Gesetz des tr. pl. M. Junius Pennus aus -' der Stadt weisen lassen, weil sie sich in die Wahlversammlungen eindrängten. Im J. 125 machte der Consul L. Fulvius Flaccus den Versuch, die italischen Bundesgenossen durch Verleihung des Bürgerrechtes für die Volkspartei zu gewinnen (rogatio Fulvia de societate sociis Italicis danda). Ehe Fulvius das Gesetz durchbringen konnte, schickte ihn der Senat nach Gallien zum Kriege gegen die Salluvier. Nun erhob sich Fregellae, eine der be= deutendsten lat. Städte, gegen Rom; aber die übrigen Bundesgenossen schlossen sich der Erhebung nicht an, die Stadt wurde von dem Prätor L. Opimius bald erobert u. zerstört. Cornif. IV, 22: o perfidiosae Fregellae, quam facile scelere vestro contabuistis, ut cuius nitor urbis Italiam nuper illustravit, eius nunc vix fundamentorum reliquiae remaneant. πολλοῖς . . ἐπιλιπεῖν] erst in der späteren Gräcität findet sich ἐπιλείπω mit Dat. statt Acc. πεδίου] Vgl. die Schilderung bei Cic. Sest. 75. - τῶν κεράμων] von den oberen Stockwerken. ἐξεβιάσαντο] erzwangen. ὅσον] = ωστε. τοῦ πάθους] der Tod des Bruders u. des Sc. Afr. (129). — Φαλίσκοις] der letzte Krieg gegen die Falisker 241; über Genucius ist nichts be 99 ἐγνωσαν, ὅτι δημάρχῳ πορευομένῳ δι ̓ ἀγορᾶς οὐχ ὑπεξέστη μόνος· Υμῶν δὲ ὁρώντων“ ἔφη „Τιβέριον ξύλοις συνέκοπτον οὗτοι καὶ διὰ μέσης τῆς πόλεως ἐσύρετο νεκρὸς ἐκ Καπετωλίου ῥιφησόμενος εἰς τὸν ποταμόν· οἱ δὲ ἁλισκόμενοι τῶν φίλων ἀπέθνησκον ἄκριτοι. Καίτοι πάτριόν ἐστιν ἡμῖν, εἴ τις ἔχων δίκην θανατικὴν μὴ ὑπακούει, τούτου πρὸς τὰς θύρας ἕωθεν ἐλθόντα σαλπιγκτὴν ἀνακαλεῖσθαι τῇ σάλπιγγι καὶ μὴ πρότερον ἐπιφέρειν ψῆφον αὐτῷ τοὺς δικαστάς. Οὕτως εὐλαβεῖς καὶ πεφυλαγμένοι περὶ τὰς κρίσεις ἦσαν.“ 66 IV. Τοιούτοις λόγοις προανασείσας τὸν δῆμον (ἦν δὲ καὶ μεγαλοφωνότατος καὶ ῥωμαλεώτατος ἐν τῷ λέγειν) δύο νόμους εἰσέφερε, τὸν μὲν, εἴ τινος ἄρχοντος ἀφῃρῇτο τὴν ἀρχὴν ὁ δῆμος, οὐκ ἐῶντα τούτῳ δευτέρας ἀρχῆς μετουσίαν εἶναι. τὸν δέ, εἴ τις ἄρχων ἄκριτον ἐκκεκηρύχοι πολίτην, κατ ̓ αὐτοῦ διδόντα κρίσιν τῷ δήμῳ. Τούτων τῶν νόμων ἄντικρυς ὁ μὲν Μάρκον Οκτάβιον ἠτίμου τὸν ὑπὸ Τιβερίου τῆς δημαρχίας ἐκπεσόντα, τῷ δ ̓ ἐνείχετο Ποπίλλιος· οὗτος γὰρ στρατηγῶν τοὺς τοῦ Τιβερίου φίλους ἐξεκήρυξε. Καὶ Ποπίλλιος μὲν οὐχ ὑποστὰς τὴν κρίσιν ἔφυγεν ἐξ Ιταλίας· τὸν δὲ ἕτερον νόμον Γάιος αὐτὸς ἐπανείλετο φήσας τῇ μητρὶ Καρνηλίᾳ δεηθείσῃ χαρίζεσθαι τὸν Οκτάβιον. V. Τῶν δὲ νόμων, οὓς εἰσέφερε τῷ δήμῳ χαριζόμενος καὶ = inimici ut lacrimas tenere non possent. οὐκ ἐῶτα] verbieten, zu τὸν μὲν gehtrig. – ἄκριτον] dae Gesetz, sowie es Plutarch angiebt, besagt nur: ne cui magistratui liceret civem (aut socium) indemnatum relegare (vgl. Cic. p. Sest. § 29 sq.). Ganz verschieden also ist die bekannte lex Sempronia: ne de capite civis Romani iniussu populi iudicaretur, gegen welches Cicero später sich verging und das von Clodius erneuert wurde: ut qui civem Romanum indemnatum interemisset, ei aqua et igni interdiceretur. Ποπίλλιος] Ρ. Popillius Laenas war mit P. Rupilius 132 Consul. Während nun Rupilius in Sicilien beschäftigt war, benutzte Popillius das consularische Imperium (στρατηγῶν) zur härtesten und rücksichtslosesten Verfolgung der Anhänger des Tib. Gracchus: eine grofse Anzahl traf Tod oder Verbannung. |