Immagini della pagina
PDF
ePub

διὰ Νωρικῶν ἄνωθεν ἐπὶ Κάτλον χωρεῖν καὶ τὴν πάροδον ἐκείνῃ βιάζεσθαι, Τεύτονες δὲ καὶ ̓́Αμβρωνες διὰ Λιγύων ἐπὶ Μάριον παρὰ θάλατταν. Καὶ Κίμβροις μὲν ἐγίνετο πλείων ἡ διατριβὴ καὶ μέλλησις, Τεύτονες δὲ καὶ "Αμβρωνες ἄραντες εὐθὺς καὶ διελθόντες τὴν ἐν μέσῳ χώραν ἐφαίνοντο πλήθει τε ἄπειροι καὶ δυσπρόσωποι τὰ εἴδη φθόγγον τε καὶ θόρυβον οὐχ ἑτέροις ὅμοιοι. Περιβαλόμενοι δὲ τοῦ πεδίου μέγα καὶ στρατοπεδεύσαντες προὐκαλοῦντο τον Μάριον εἰς μάχην.

XVI. Ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐν δὲ τῷ χάρακι τοὺς στρατιώτας συνεῖχε καὶ καθήπτετο πικρῶς τῶν θρασυνο μένων καὶ τοὺς προπίπτοντας ὑπὸ θυμοῦ καὶ μάχεσθαι βουλομένους προδότας ἀπεκάλει τῆς πατρίδος. Οὐ γὰρ ὑπὲρ θριάμ βων τὴν φιλοτιμίαν εἶναι καὶ τροπαίων, ἀλλ ̓ ὅπως νέφος τοσοῦτον πολέμου καὶ σκηπτὸν ὠσάμενοι διασώσουσι τὴν Ἰτα λίαν. Ταῦτα μὲν ἰδίᾳ πρὸς τοὺς ἡγεμόνας καὶ τοὺς ὁμοτίμους ἔλεγε, τοὺς δὲ στρατιώτας ὑπὲρ τοῦ χάρακος ἱστὰς ἀνὰ μέρος καὶ θεῖσθαι κελεύων εἴθιζε τὴν μορφὴν ἀνέχεσθαι τῶν πολεμίων καὶ τὴν φωνὴν ὑπομένειν ὅλως οὖσαν ἀλλόκοτον καὶ θηριώδη σκευήν τε καὶ κίνησιν αὐτῶν καταμανθάνειν ἅμα τῷ χρόνῳ τὰ φαινόμενα δεινὰ ποιουμένους τῇ διανοίᾳ χειροήθη διὰ τῆς ὄψεως. Ἡγεῖτο γὰρ πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς, ἐν δὲ τῇ συνηθεία καὶ τὰ τῇ φύσει δεινὰ τὴν ἔκπληξιν ἀποβάλλειν. Τῶν δὲ οἱ μόνον ἡ καθ ̓ ἡμέραν ὄψις ἀφῄρει τι τοῦ θάμβους, ἀλλὰ καὶ πρὸς τὰς ἀπειλὲς τῶν βαρβάρων καὶ τὸν κόμπον οὐκ ἀνεκτὸν ὄντα θυμὸς αὐτοῖς παριστάμενος ἐξεθέρμαινε καὶ διέφλεγε τὰς ψυχάς, οὐ μόνον ἀγόντων καὶ φερόντων τὰ πέριξ ἅπαντα τῶν πολεμίων, ἀλλὰ καὶ τῷ χάρακι ποιουμένων προσβολὰς μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος, ὥστε φωνὰς καὶ διαγανακτή σεις τῶν στρατιωτῶν πρὸς τὸν Μάριον ἐκφέρεσθαι· Τίνα δὴ καταγνοὺς ἀνανδρίαν ἡμῶν Μάριος εἴργει μάχης ὥσπερ γυναῖκας

[blocks in formation]

ὑπὸ κλεισὶ καὶ θυρωροῖς; Φέρε παθόντες ἀνδρῶν πάθος ἐλευθέρων ἐρώμεθα, πότερον ἄλλους ἀναμένει μαχουμένους ὑπὲρ τῆς Ἰταλίας, ἡμῖν δὲ λειτουργοῖς χρήσεται διὰ παντός, ὅταν δέηται τάφρους ὀρύσσειν καὶ πηλὸν ἐκκαθαίρειν καὶ ποταμούς τινας παρατρέπειν; ἐπὶ ταῦτα γάρ, ὡς ἔοικεν, ἤσκει τοῖς πολλοῖς πόνοις ἡμᾶς καὶ ταῦτα τῶν ὑπατειῶν ἀποδειξάμενος ἔργα τοῖς πολίταις ἐπάνεισιν. Ἢ τὰ Κάρβωνος αὐτὸν φοβεῖ καὶ Καιπίωνος, οὓς ἐνίκησαν οἱ πολέμιοι, πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας, πολὺ δὲ χείρονα στρα τὸν ἄγοντας; ̓Αλλὰ καὶ παθεῖν τι δρῶντας, ὡς ἐκεῖνοι, κάλλιον ἢ καθῆσθαι πορθουμένων τῶν συμμάχων θεατάς.

XVII. Ταῦτ ̓ ἀκούων ὁ Μάριος ἥδετο καὶ κατεπράυνεν αὐτούς, ὡς οὐκ ἐκείνοις ἀπιστῶν, ἀλλ ̓ ἔκ τινων λογίων τὸν τῆς νίκης ἅμα καιρὸν καὶ τόπον ἐκδεχόμενος. Και γάρ τινα Σύραν γυναῖκα, Μάρθαν ὄνομα, μαντεύεσθαι λεγομένην ἐν φορείῳ κατακειμένην σεμνῶς περιήγετο καὶ θυσίας ἔθνεν ἐκεί νης κελευούσης. Ἣν πρότερον μὲν ἀπήλασεν ἡ σύγκλητος ἐντυχεῖν ὑπὲρ τούτων βουλομένην καὶ τὰ μέλλοντα προθεσπίζουσαν, ἐπεὶ δὲ πρὸς τὰς γυναῖκας εἰσιοῦσα διάπειραν ἐδίδου καὶ μάλιστα τῇ Μαρίου παρακαθίζουσα παρὰ τοὺς πόδας τῶν μονομάχων ἐπιτυχῶς προηγόρευε τον μέλλοντα νικᾶν, ἀναπεμφθεῖσα πρὸς Μάριον ὑπ ̓ ἐκείνης ἐθαυμάζετο. Καὶ τὰ πολλὰ μὲν ἐν φορείῳ παρεκομίζετο, πρὸς δὲ τὰς θυσίας κατῄει φοινικίδα διπλῆν ἐμπεπορπημένη καὶ λόγχην ἀναδεδεμένην ταινίαις καὶ στεφανώμασι φέρουσα. Τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρείχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιδείκνυται τὴν ἄνθρωπον.

XVIII. Οἱ δὲ Τεύτονες ἐπεχείρησαν μὲν ἡσυχάζοντος τοῦ Μαρίου πολιορκεῖν τὸ στρατόπεδον, βέλεσι δὲ πολλοῖς ἐντυχόντες ἀπὸ τοῦ χάρακος φερομένοις καί τινας ἐξ αὑτῶν ἀπο

[merged small][merged small][ocr errors][ocr errors][merged small][merged small][ocr errors][merged small][ocr errors][merged small]

βαλόντες ἔγνωσαν εἰς τοὔμπροσθεν χωρεῖν ὡς ὑπερβαλοῦντες ἀδεῶς τὰς Αλπεις· καὶ συσκευασάμενοι παρήμειβον τὸ στρατό πεδον τῶν Ῥωμαίων τότε δὴ μάλιστα παμπληθεῖς μήκει καὶ χρόνῳ τῆς παρόδου φανέντες. Ἡμέραις γὰρ ἓξ λέγονται τὸν χάρακα τοῦ Μαρίου παραμείψασθαι συνεχῶς ὁδεύοντες. Επορεύοντο δὲ ἐγγὺς πυνθανόμενοι τῶν Ῥωμαίων μετὰ γέλωτος, εἴ τι πρὸς τὰς γυναῖκας ἐπιστέλλοιεν· αὐτοὶ γὰρ ἔσεσθαι ταχέως παρ' αὐταῖς. Ἐπεὶ δὲ παρήλλαξαν οἱ βάρβαροι και προῄεσαν, ἄρας καὶ αὐτὸς ἐπηκολούθει σχέδην, ἐγγὺς μὲν ἀεὶ καὶ παρ' αὐτοὺς ἐκείνους ἱδρυόμενος, ὀχυραῖς δὲ χρώμενος στρατοπε δείαις καὶ χωρία καρτερὰ προβαλλόμενος, ὥστε ἐν ἀσφαλεῖ νυκτερεύειν. Οὕτω δὴ προϊόντες ἐγένοντο πρὸς τοῖς καλουμένοις ὕδασι Σεξτίοις, ὅθεν ἔδει πορευθέντας οὐ πολλὴν ὁδὸν ἐν ταῖς Αλπεσιν εἶναι. Διὸ δὴ καὶ Μάριος ἐνταῦθα παρεσκευάζετο μάχεσθαι καὶ κατέλαβε τῷ στρατοπέδῳ τόπον ἰσχυρὸν μέν, ὕδωρ δὲ ἄφθονον οὐκ ἔχοντα, βουλόμενος, ὥς φασι, καὶ τούτῳ παροξῦναι τοὺς στρατιώτας. Πολλῶν γέ τοι δυσχεραινόντων καὶ διψήσειν λεγόντων δείξας τῇ χειρὶ ποταμόν τινα ῥέοντα πλησίον τοῦ βαρβαρικοῦ χάρακος, ἐκεῖθεν αὐτοῖς ἔφησεν εἶναι ποτὸν ὤνιον αἵματος. Τί οὖν ἔφασαν „οὐκ εὐθὺς ἡμᾶς ἄγεις ἐπ ̓ αὐτούς, ἕως ὑγρὸν τὸ αἷμα ἔχομεν; Κἀκεῖνος ἠρέμα τῇ φωνῇ Πρότερον εἶπεν „ὀχυρωτέον ἡμῖν τὸ στρατόπεδον.

66

[ocr errors]

ΧΙΧ. Οἱ μὲν οὖν στρατιῶται καίπερ ἀσχάλλοντες ἐπείθοντο· τῆς δὲ θεραπείας τὸ πλῆθος οὔτ ̓ αὐτοὶ ποτὸν οὔθ ̓ ὑποζυγίοις ἔχοντες ἀθρόοι κατέβαινον ἐπὶ τὸν ποταμόν, οἱ μὲν ἀξίνας, οἱ δὲ πελέκεις, ἔνιοι δὲ καὶ ξίφη καὶ λόγχας ἅμα τοῖς ὑδρίοις ἀναλαβόντες, ὡς καὶ διὰ μάχης υδρευσόμενοι. Τούτοις τὸ πρῶτον ὀλίγοι προσεμάχοντο τῶν πολεμίων· ἔτυχον γὰρ

[ocr errors][merged small][ocr errors][ocr errors][ocr errors][merged small][merged small][merged small][merged small][ocr errors][ocr errors][merged small]

ἀριστῶντες οἱ πολλοὶ μετὰ λουτρόν, οἱ δὲ ἐλούοντο. Ρήγνυσι γὰρ αὐτόθι ναμάτων θερμῶν πηγὰς ὁ χῶρος· καὶ μέρος τι περὶ ταῦτα τοὺς βαρβάρους εὐπαθοῦντας καὶ πανηγυρίζοντας ἡδονῇ καὶ θαύματι τοῦ τόπου κατέλαβον οἱ Ρωμαῖοι. Πρὸς δὲ τὴν κραυγὴν πλειόνων συντρεχόντων τῷ τε Μαρίῳ χαλεπὸν ἦν ἔτι τοὺς στρατιώτας ἐπισχεῖν περὶ τῶν οἰκετῶν δεδιότας καὶ τῶν πολεμίων τὸ μαχιμώτατον μέρος, ὑφ ̓ οὗ προήττηντο Ρωμαίοι μετὰ Μαλλίου καὶ Καιπίωνος πρότερον (Αμβρωνες ὠνομάζοντο καὶ πλῆθος ὑπὲρ τρισμυρίους αὐτοὶ καθ ̓ ἑαυτοὺς ἦσαν), ἀναΐξαντες ἐπὶ τὰς πανοπλίας ἐχώρουν. Τὰ μὲν οὖν σώματα πλησμονῇ βεβαρημένοι, τοῖς δὲ φρονήμασι γαῦροι καὶ διακεχυμένοι πρὸς τὸν ἄκρατον, οὐκ ἀτάκτοις οὐδὲ μανιώδεσι φερόμενοι δρόμοις οὐδὲ ἄναρθρον ἀλαλαγμὸν ἱέντες, ἀλλὰ κρούοντες ῥυθμῷ τὰ ὅπλα καὶ συναλλόμενοι πάντες ἅμα τὴν αὑτῶν ἐφθέγγοντο πολλάκις προσηγορίαν Αμβρωνες, εἴτε ἀνακαλού μενοι σφᾶς αὐτούς, εἴτε τοὺς πολεμίους τῇ προδηλώσει προεκφοβοῦντες. Τῶν δὲ Ἰταλικῶν πρῶτοι καταβαίνοντες ἐπ ̓ αὐτοὺς Λίγυες, ὡς ἤκουσαν βοώντων καὶ συνῆκαν, ἀντεφώνουν καὶ αὐτοὶ τὴν πάτριον ἐπίκλησιν αὐτῶν εἶναι· σφᾶς γὰρ αὐτοὺς οὕτως κατὰ γένος ὀνομάζουσι Λίγυες. Πυκνόν οὖν καὶ παράλληλον ἀντήχει πρὶν εἰς χεῖρας συνελθεῖν τὸ ἀναφώνημα· καὶ τῶν στρατῶν ἑκατέροις ἀνὰ μέρος συναναφθεγ γομένων καὶ φιλοτιμουμένων πρῶτον ἀλλήλους τῷ μεγέθει τῆς βοῆς ὑπερβαλέσθαι παρώξυνε καὶ διηρέθιζε τὸν θυμὸν ἡ κραυγή. Τοὺς μὲν οὖν Αμβρωνας διέσπασε τὸ ῥεῖθρον· οὐ γὰρ ἔφθασαν εἰς τάξιν καταστῆναι διαβάντες, ἀλλὰ τοῖς πρώτοις εὐθὺς μετὰ δρόμου τῶν Λιγύων προσπεσόντων ἐν χερσὶν

[merged small][ocr errors][ocr errors][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors]

ἦν ἡ μάχη· τοῖς δὲ Λίγυσι τῶν Ῥωμαίων ἐπιβοηθούντων καὶ φερομένων ἄνωθεν ἐπὶ τοὺς βαρβάρους βιασθέντες ἐτράποντο. Καὶ πλεῖστοι μὲν αὐτοῦ περὶ τὸ ῥεῖθρον ὠθούμενοι κατ' ἀλλήλων ἐπαίοντο καὶ κατεπίμπλασαν φόνου καὶ νεκρῶν τὸν ποταμόν, τοὺς δὲ διαβάντες οἱ Ρωμαῖοι μὴ τολμῶντας ἀναστρέφειν ἔκτεινον ἄχρι τοῦ στρατοπέδου καὶ τῶν ἁμαξῶν φεύγοντας. Ενταῦθα δὲ αἱ γυναῖκες ἀπαντῶσαι μετὰ ξιφῶν καὶ πελέκεων δεινὸν τετριγυῖαι καὶ περίθυμον ἠμύνοντο τοὺς φεύγοντας ὁμοίως καὶ τοὺς διώκοντας, τοὺς μὲν ὡς προδότας, τοὺς δὲ ὡς πολεμίους, ἀναπεφυρμέναι μαχομένοις καὶ χερσὶ γυμναῖς τούς τε θυρεοὺς τῶν Ῥωμαίων ἀποσπῶσαι καὶ τῶν ξιφῶν ἐπιλαμβανόμεναι καὶ τραύματα και διακοπὰς σωμάτων ὑπομένουσαι μέχρι τελευτῆς ἀήττητοι τοῖς θυμοῖς. Τὴν μὲν οὖν παραποτάμιον μάχην οὕτω κατὰ τύχην μᾶλλον ἢ γνώμῃ τοῦ στρατηγοῦ γενέσθαι λέγουσιν.

ΧΧ. Ἐπεὶ δὲ πολλοὺς τῶν ̓Αμβρώνων οἱ Ρωμαῖοι διαφθείραντες ἀνεχώρησαν ὀπίσω καὶ σκότος ἐπέσχεν, οὐχ ὥσπερ ἐπ ̓ εὐτυχήματι τοσούτῳ τὸν στρατὸν ἐδέξαντο παιᾶνες ἐπινίκιοι καὶ πότοι κατὰ σκηνὰς καὶ φιλοφροσύναι περὶ δεῖπνα καί, τὸ πάντων ἥδιστον ἀνδράσιν εὐτυχῶς μεμαχημένοις, ὕπνος ἤπιος, ἀλλ' ἐκείνην μάλιστα τὴν νύκτα φοβερὰν καὶ ταραχώδη διήγα γον. Ἦν μὲν γὰρ αὐτοῖς ἀχαράκωτον τὸ στρατόπεδον καὶ ἀτείχιστον, ἀπελείποντο δὲ τῶν βαρβάρων ἔτι πολλαὶ μυριάδες ἀήττητοι καὶ συμμεμιγμένων τούτοις, ὅσοι διαπεφεύγεσαν, τῶν Αμβρώνων ὀδυρμὸς ἦν διὰ νυκτός, οὐ κλαυθμοῖς οὐδὲ στεναγ μοῖς ἀνθρώπων ἐοικώς, ἀλλὰ θηρομιγής τις ὠρυγὴ καὶ βρύχημα μεμιγμένον ἀπειλαῖς καὶ θρήνοις ἀναπεμπόμενον ἐκ πλήθους τοσούτου τά τε πέριξ ὄρη καὶ τὰ κοιλα τοῦ ποταμοῦ περιεφώνει. Καὶ κατεῖχε φρικώδης ἦχος τὸ πεδίον, τοὺς δὲ Ῥωμαίους δέος αὐτόν τε τὸν Μάριον ἔκπληξις ἄκοσμόν τινα καὶ ταραχώδη νυκτομαχίαν προσδεχόμενον. Οὐ μὴν ἐπῆλθον οὔτε νυκτὸς

[merged small][merged small][merged small][ocr errors][merged small][merged small]
« IndietroContinua »