Immagini della pagina
PDF
ePub

2 χειμερινῆς τροπῆς. τὸν δὲ μεταξὺ χρόνον, ἐν ᾧ ὁ πᾶς ἐπιτελεῖται σπόρος ὡραῖος, ἔρημος ἡ χώρα τῶν ἐπιμελησομένων ἦν καὶ ἐπὶ πολὺν χρόνον διετέλεσεν, ὥστε μηδὲ κατελθοῦσι τοῖς γεωργοῖς ἀναλαβεῖν αὐτὴν ἔτι 5 ῥᾴδιον εἶναι δούλων τ ̓ ἀποστάσει καὶ κτηνῶν ὀλέθρῳ, μεθ ̓ ὧν αὐτὴν ἔμελλον ἐργάζεσθαι κεκακωμένην, ἀφορμῆς τ ̓ οὐ πολλοῖς εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὑπαρχούσης 3 οὔτε σπερμάτων οὔτε τροφῆς. ταῦθ ̓ ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς1309 10 καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σίτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους· Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν, Οὐαλέριος μὲν υἱὸς ὢν Ποπλικόλα, Γεγάνιος δὲ θατέρου 4 τῶν ὑπάτων ἀδελφός. τύραννοι δὲ τότε κατὰ πόλεις1310 15 μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους1311 νεωστὶ τὴν Ἱπποκράτους [τοῦ ἀδελφοῦ] τυραννίδα παρ-1312 ειληφώς, οὐχὶ Διονύσιος ὁ Συρακούσιος, ὡς Λικίννιος γέγραφε καὶ Γέλλιος καὶ ἄλλοι συχνοὶ τῶν Ῥωμαίων1313 συγγραφέων οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους 20 ἀκριβῶς, ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλ ̓ εἰκῆ τὸ προσ5 τυχὸν ἀποφαινόμενοι. ἡ μὲν γὰρ εἰς Σικελίαν ἀποδειχθεῖσα πρεσβεία κατὰ τὸν δεύτερον ἐνιαυτὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος ἐξέπλευσεν ἄρχοντος Αθήνησιν Υβριλίδου, ἑπτακαίδεκα διελθόντων 25 ἐτῶν μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ὡς οὗτοί τε καὶ

7 πολλοῖς Β πολλῆς Β

5 τε Β τ' R 6 κεκακωμένην Ο κεκακωμένοις c. Sylburg 9 διέπεμπεν εἰς Β διεπέμπετο πρὸς R 16 τοῦ ἀδελφοῦ del Cobet Obs. p. 134 duce Casaubono 17 Συρακόσιος Ba Συρακούσιος R 20 τοὖργον δηλοῖ Ο praeter B

11 ὠνησαμένους Ο praeter B

οἱ ἄλλοι σχεδὸν ἅπαντες συγγραφεῖς ὁμολογοῦσι· Διονύσιος δ' ὁ πρεσβύτερος ὀγδοηκοστῷ καὶ πέμπτῳ μετὰ ταῦτ ̓ ἔτει Συρακουσίοις ἐπαναστὰς κατέσχε τὴν τυραν νίδα κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἐνενηκοστῆς καὶ τρίτης Ολυμπιάδος ἄρχοντος Αθήνησι Καλλίου τοῦ μετ' ε Αντιγένη. ὀλίγοις μὲν οὖν ἔτεσι διαμαρτεῖν τῶν χρό- 6 νων δοίη τις ἂν ἱστορικοῖς ἀνδράσιν ἀρχαίας καὶ που λυετεῖς συνταττομένοις πραγματείας, γενεαῖς δὲ δυσὶν ἢ τρισὶν ὅλαις ἀποπλανηθῆναι τῆς ἀληθείας οὐκ ἂν 1314ἐπιτρέψειεν. ἀλλ ̓ ἔοικεν ὁ πρῶτος ἐν ταῖς ὡρογρα- 10 φίαις τοῦτο καταχωρίσας, ᾧ πάντες ἠκολούθησαν οἱ λοιποί, τοσοῦτο μόνον ἐν ταῖς ἀρχαίαις εὑρὼν ἀναγραφαῖς, ὅτι πρέσβεις ἀπεστάλησαν ἐπὶ τούτων τῶν ὑπάτων εἰς Σικελίαν σῖτον ὠνησόμενοι καὶ παρῆσαν ἐκεῖθεν ἄγοντες ἣν ὁ τύραννος ἔδωκε δωρεάν, οὐκέτι 15 μὴν παρὰ τῶν Ἑλληνικῶν ἐξετάσαι συγγραφέων, ὅστις ἦν τύραννος τότε Σικελίας, ἀβασανίστως δέ πως καὶ κατὰ τὸ προστυχὸν θεῖναι τὸν Διονύσιον.

ΙΙ. Οἱ μὲν οὖν ἐπὶ Σικελίας πλέοντες πρέσβεις χειμῶνι χρησάμενοι κατὰ θάλατταν καὶ κύκλῳ τὴν νῆ- 20 σου περιπλεῖν ἀναγκασθέντες χρόνιοί τε κατήχθησαν πρὸς τὸν τύραννον, καὶ τὴν χειμερινὴν ἐκεῖ διατρίψαντες ὥραν μετὰ θέρος ἐπανῆλθον εἰς Ἰταλίαν πολλὰς κομίζοντες ἀγοράς. οἱ δ ̓ εἰς τὸ Πωμεντῖνον ἀποσταλέντες 2 πεδίον ὀλίγου μὲν ἐδέησαν ὡς κατάσκοποι πρὸς τῶν 25 Οὐολούσκων ἀναιρεθῆναι διαβληθέντες ὑπὸ τῶν ἐκ

12 τοσοῦτο Ba τοσοῦ

1 of add. Β 5 τοῦ add. Β 6 Ανγίνη Ba Αντιγένη R 10 ὡρογραφίαις Α (χρονογραφίαις Bb τον ABb | εὑρεῖν c. Sintenis Dion. Em. III 3 15 v] dv c. Reiske 16 μὴν add. Bb 19 Σικελίαν c. Stephanus τὸ θέρος Ο praeter Β κατὰ θέρος c. Gelenius

23 μετὰ

Ρώμης φυγάδων, χαλεπῶς δὲ πάνυ διὰ τὴν προθυμίαν τῶν ἰδιοξένων αὐτὰ διασῶσαι δυνηθέντες τὰ σώματα,1315 δίχα τῶν χρημάτων ἀνέστρεψαν εἰς τὴν Ῥώμην ἄπρακτοι. 3 ὅμοια δὲ τούτοις συνέβη παθεῖν καὶ τοῖς εἰς τὴν Ιτα5 λιῶτιν ἀφικομένοις Κύμην. καὶ γὰρ αὐτόθι πολλοὶ Ρωμαίων διατρίβοντες, οἱ σὺν τῷ βασιλεῖ Ταρκυνίῳ διασωθέντες ἐκ τῆς τελευταίας μάχης φυγάδες, τὸ μὲν πρῶτον ἐξαιτεῖσθαι παρὰ τοῦ τυράννου τοὺς ἄνδρας ἐπεχείρησαν ἐπὶ θανάτῳ, ἀποτυχόντες δὲ τούτου ῥύσια 10 κατασχεῖν ταῦτα τὰ σώματα παρὰ τῆς ἀπεσταληνίας πόλεως ἠξίουν, ἕως ἀπολάβωσι τὰς ἑαυτῶν οὐσίας, ἃς ἔφασαν ὑπὸ Ῥωμαίων ἀδίκως δεδημεῦσθαι, καὶ ταύτης ᾤοντο δεῖν τῆς δίκης τὸν τύραννον αὐτοῖς γενέσθαι 4 κριτήν. ὁ δὲ τυραννῶν τότε τῆς Κύμης Αριστόδημος 15 ἦν ὁ ̓Αριστοκράτους, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ὃς ἐκαλεῖτο Μαλακὸς ὑπὸ τῶν ἀστῶν καὶ σὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματος ἔσχε τὴν κλῆσιν, εἴθ ̓ ὅτι θηλυδρίας ἐγένετο παῖς ὢν καὶ τὰ γυναιξὶν1316 ἁρμόττοντα ἔπασχεν, ὡς ἱστοροῦσί τινες, εἴθ ̓ ὅτι πρᾷος 20 ἦν φύσει και μαλακὸς εἰς ὀργήν, ὡς ἕτεροι γράφουσιν. 5 ἀφορμαῖς δὲ τῆς τυραννίδος ὁποίαις ἐχρήσατο καὶ τίνας ἦλθεν ἐπ ̓ αὐτὴν ὁδοὺς καὶ πῶς διώκησε τὰ κατὰ τὴν ἀρχὴν καταστροφῆς θ ̓ ὁποίας ἔτυχεν, οὐκ ἄκαιρον εἶναι δοκῶ μικρὸν ἐπιστήσας τὴν Ῥωμαϊκὴν διήγησιν 25 κεφαλαιωδῶς διεξελθεῖν.

2 ἰδίων ξένων Β ἰδιοξένων R cf. I 84, 5 5 ἐν ταύτῃ τῇ

πόλει Α αὐτόθι BC 10 αὐτὰ τὰ Α ταῦτα τὰ BC 16 ἐπεκα λεῖτο c. Kiessling 17 κλήσιν AC et Suidas s. v. Αριστόδημος ἐπίκλησιν Β 20 μαλακὸς εἰς ὀργὴν A et Suidas μ. πρὸς ὀ. Β eis hoc loco et IX 44, 5 del. esse censet Cobet Obs. p. 135 cf. Krebs Rec. litt. phil. nova 1886 p. 325 25 κεφαλαιωδῶς Β

ΙΙΙ. Ἐπὶ τῆς ἑξηκοστῆς καὶ τετάρτης Ολυμπιάδος ἄρχοντος Αθήνησι Μιλτιάδου Κύμην τὴν ἐν Ὀπικοῖς Ἑλληνίδα πόλιν, ἣν Ἐρετριεῖς τε καὶ Χαλκιδεῖς ἔκτισαν, Τυρρηνῶν οἱ περὶ τὸν Ιόνιον κόλπον κατοικοῦντες ἐκεῖθέν θ ̓ ὑπὸ τῶν Κελτῶν ἐξελασθέντες σὺν χρόνῳ, 5 καὶ σὺν αὐτοῖς Ὀμβρικοί τε καὶ Δαύνιοι καὶ συχνοὶ 1317τῶν ἄλλων βαρβάρων ἐπεχείρησαν ἀνελεῖν οὐδεμίαν ἔχοντες εἰπεῖν πρόφασιν τοῦ μίσους δικαίαν ὅτι μὴ τὴν εὐδαιμονίαν τῆς πόλεως. ἦν γὰρ Κύμη κατ' ἐκεί- 2 νους τοὺς χρόνους περιβόητος ἀνὰ τὴν Ἰταλίαν ὅλην 10 πλούτου τε καὶ δυνάμεως ἕνεκα καὶ τῶν ἄλλων ἀγαθῶν γῆν τε κατέχουσα τῆς Καμπανῶν πεδιάδος τὴν πολυκαρποτάτην καὶ λιμένων κρατοῦσα τῶν περὶ Μισηνὸν ἐπικαιροτάτων. τούτοις ἐπιβουλεύσαντες τοῖς ἀγαθοῖς οἱ βάρβαροι στρατεύουσιν ἐπ' αὐτήν, πεζοὶ μὲν οὐκ 15 ἐλάττους πεντήκοντα μυριάδων, ἱππεῖς δὲ δυεῖν χιλιάδων ἀποδέοντες εἶναι δισμύριοι. ἐστρατοπεδευκόσι δ' αὐτοῖς οὐ μακρὰν ἀπὸ τῆς πόλεως τέρας γίνεται θαυ

μαστόν, οἷον ἐν οὐδενὶ χρόνῳ μνημονεύεται γενόμενον 3

οὔθ ̓ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι. οἱ γὰρ 20 παρὰ τὰ στρατόπεδα ῥέοντες αὐτῶν ποταμοί, Οὐολτοῦρνος ὄνομα θατέρῳ, τῷ δ ̓ ἑτέρῳ Γλάνις, ἀφέντες τὰς κατὰ φύσιν ὁδοὺς ἀνέστρεψαν τὰ νάματα καὶ μέχρι

δὲ

10 ἀνὰ τὴν

4 Τυρρηνῶν δὲ οἱ AC Τ. οἱ Β (δὲ supra 1. scr. Ba) Τ. τε οἱ c. Sylburg 5 ἐκεῖθεν ὑπὸ AaC ἐκεῖθεν δὲ c. dubitanter Kiessling | * έξελα . θέντες Ba ἐξελαθέντες R 8 εἰπεῖν τ. μ. δ. πρόφασιν Ο praeter B 9 ἡ Κύμη Ο praeter B ὅλην I. Ο praeter Β 11 δυνάμεως καὶ τ. ἀ. ἀ. ἕνεκα Β 13 Μεισινών Α Μίσ(ι)νον Bb 18 ἀπὸ del. Cobet sed cf. Krebs Praepos. I p. 40 | Davμactòv del. 20 γὰρ add. Reiske

Obs. p. 135
Cobet 1. 1.

πολλοῦ διετέλεσαν ἀπὸ τῶν στομάτων ἀναχωροῦντες

4 ἐπὶ τὰς πηγάς. τοῦτο καταμαθόντες οἱ Κυμαίοι τότ' 1318 ἐθάρρησαν ὁμόσε τοῖς βαρβάροις χωρεῖν ὡς τοῦ δαιμονίου ταπεινὰ μὲν τἀκείνων μετέωρα θήσοντος, ὑψηλὰ 5 δὲ τὰ δοκοῦντα εἶναι σφῶν ταπεινά. νείμαντες δὲ τὴν ἐν ἀκμῇ δύναμιν ἅπασαν τριχῇ, μιᾷ μὲν τὴν πόλιν ἐφρούρουν, τῇ δ ̓ ἑτέρᾳ τὰς ναῦς εἶχον ἐν φυλακῇ, τῇ δὲ τρίτῃ πρὸ τοῦ τείχους ταξάμενοι τοὺς ἐπιόντας ἐδέ χοντο. τούτων ἱππεῖς μὲν ἦσαν ἑξακόσιοι, πεζοὶ δὲ 10 τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ οὕτως ὄντες τὸν ἀριθμὸν ὀλίγοι τὰς τοσαύτας ὑπέστησαν μυριάδας.

ΙΙΙΙ. Ὡς δὲ κατέμαθον αὐτοὺς οἱ βάρβαροι μάχεσθαι παρεσκευασμένους, ἀλαλάξαντες ἐχώρουν ὁμόσε τὸν βάρβαρον τρόπον ἄνευ κόσμου πεζοί τε καὶ ἱππεῖς 15 ἀναμίξ ὡς ἅπαντας ἀναρπασόμενοι. ἦν δὲ τὸ πρὸ τῆς πόλεως χωρίον, ἐν ᾧ συνέμισγον ἀλλήλοις, αὐλὴν στενὸς ὄρεσι καὶ λίμναις περικλειόμενος, τῇ μὲν ἀρετῇ τῶν Κυμαίων σύμμαχος, τῷ δὲ πλήθει τῶν βαρβάρων 2 πολέμιος. ἀνατρεπόμενοι γὰρ ὑπ' ἀλλήλων καὶ συμ20 πατούμενοι πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δὲ περὶ τὰ τέλματα τῆς λίμνης, οὐδ ̓ εἰς χεῖρας ἐλθόντες τῇ φά-1319 λαγγι τῶν Ἑλλήνων αὐτοὶ δι' αὑτῶν οἱ πλείους διεφθά ρησαν· καὶ ὁ μὲν πεζὸς αὐτῶν στρατὸς ὁ πολὺς περὶ ἑαυτῷ σφαλείς, ἔργον δὲ γενναῖον οὐδὲν ἀποδειξάμενος, 25 ἄλλος ἄλλῃ διασκεδασθεὶς ἔφυγεν· οἱ δ ̓ ἱππεῖς συνῆλ τον μὲν ὁμόσε καὶ πολὺν τοῖς Ἕλλησιν οὗτοι παρέσχον

1 στομίων Ο praeter Β 3 ὁμόσε Bb corr. ex ὁμόσεν hoc loco aliisque 5 εἶναι τότε σφῶν Β 15 ἁρπασόμενοι Ο corr. Reiske 18 Κυμαίων Bb 23 αὐτῶν Β 24 αὐτὸς περὶ ἑαυτῷ c. Kiessling | ἔργον δὲ οὐδὲν γενναῖον Ο praeter B 25 ἔφευγεν Ο praeter A

« IndietroContinua »