Immagini della pagina
PDF
ePub

καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν καὶ ἐν μέρει ἕκαστοι ἐμάχοντο, πλὴν Φωκέων· οὗτοι δὲ ἐς τὸ οὖρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν. ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι ἢ τῇ προτεραίῃ ἐνώρεον, ἀπήλαυνον. 213. ἀπορέοντος δὲ βασιλέος, ὅ τι χρήσηται τῷ παρεόντι πρήγματα, Επιάλτης ὁ 5 Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους ὡς μέγα τι παρὰ βασιλέος δοκέων οἴσεσθαι, ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ οὔρεος φέρουσαν ἐς Θερμοπύλας, καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων. ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην, καὶ οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων, τῶν 10 Αμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων, ἀργύριον ἐπεκηρύχθη. χρόνῳ δὲ ὕστερον, κατῆλθε γὰρ ἐς ̓Αντικύρην, ἀπέ θανε ὑπὸ ̓Αθηνάδεω, ἀνδρὸς Τρηχινίου. ὁ δὲ Αθηνάδης οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτην δι ̓ ἄλλην αἰτίην, τὴν ἐγὼ ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω, ἐτιμήθη μέντοι ὑπὸ Λακεδαιμονίων 15 οὐδὲν ἕσσον. 215. Ξέρξης δέ, ἐπεί οἱ ἤρεσε τὰ ὑπέσχετο ὁ Επιάλτης κατεργάσεσθαι, αὐτίκα περιχαρής γενόμενος ἔπεμπε Υδάρνεα καὶ τῶν ἐστρατήγες Υδάρνης. ὡρμέατο δὲ περὶ λύχ νων ἁφὰς ἐκ τοῦ στρατοπέδου. τὴν δὲ ἀτραπὸν ταύτην ἐξεῦ ρον μὲν οἱ ἐπιχώριοι Μηλιέες, ἐξευρόντες δὲ Θεσσαλοῖσι κατη- 20 γήσαντο ἐπὶ Φωκέας, τότε ὅτε οἱ Φωκέες φράξαντες τείχει τὴν ἐςβολὴν ἦσαν ἐν σκέπῃ τοῦ πολέμου· ἔκ τε τοσοῦδε κατεδέδεκτο ἐοῦσα οὐδὲν χρηστὴ Μηλιεῦσι. 216. ἔχει δὲ ὧδε ἀτραπὸς αὕτη· ἄρχεται μὲν ἀπὸ τοῦ ̓Ασωποῦ ποταμοῦ τοῦ διὰ τῆς διασφάγος ῥέοντος, οὔνομα δὲ τῷ οὔρεϊ τούτῳ καὶ τῇ 25

fectos esse. 6. ἀνὴρ Μηλιεύς.
Die Malier bewohnten den Winkel
am malischen Meerbusen nördlich
von den Thermopylen bis zum
Spercheios. ὡς δοκέων herodo-
teische Abundanz. 11. Αμφι-
κτυόνων. Die Amphiktyonenver-
sammlung, jährlich im Herbst und
im Frühling hauptsächlich bei den
Thermopylen gehalten (daher Ilv-
λαία stehend), wurde von jedem
Staate durch ἱερομνήμονες und
πυλαγόραι beschickt; erstere schei-
nen mehr die Funktionen des prie-
sterlichen Rechts geübt, letztere die
politischen Fragen diskutiert zu
haben. ἀργύριον ἐπεκη-
ρύχθη,
es ward ein Preis auf
seinen Kopf gesetzt. 18. περὶ λύχ

[blocks in formation]

ἀτραπῷ ταυτὸ κέεται, ̓Ανόπαια· τείνει δὲ ἡ ̓Ανόπαια αὕτη κατὰ ῥάχιν τοῦ οὔρεος, λήγει δὲ κατά τε Αλπηνὸν πόλιν, πρώτην ἐοῦσαν τῶν Λοκρίδων πρὸς τῶν Μηλιέων, καὶ κατὰ Μελάμπυγόν τε καλεόμενον λίθον καὶ κατὰ Κερκώπων ἕδρας, τῇ 5 καὶ τὸ στεινότατόν ἐστι. 217. κατὰ ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτω ἔχουσαν οἱ Πέρσαι, τὸν ̓Ασωπόν διαβάντες, ἐπορεύοντο πᾶσαν τὴν νύκτα, ἐν δεξιῇ μὲν ἔχοντες οὔρεα τὰ Οιταίων, ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων. ήώς τε δὴ διέφαινε, καὶ ἐγένοντο ἐπ ̓ ἀκρωτηρίῳ τοῦ οὔρεος. κατὰ δὲ τοῦτο τοῦ 10 οὔρεος ἐφύλασσον, ὡς καὶ πρότερόν μοι δεδήλωται, Φωκέων χίλιοι ὁπλῖται, ῥνόμενοι τε τὴν σφετέρην χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν. ἡ μὲν γὰρ κάτω ἐςβολὴ ἐφυλάσσετο ὑπ ̓ ὧν εἴρηται, τὴν δὲ διὰ τοῦ οὔρεος ἀτραπὸν ἐθελονταὶ Φωκέες υποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον· 218. ἔμαθον δέ 15 σφεας οἱ Φωκέες ὧδε ἀναβεβηκότας· ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ οὖρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον. ἦν μὲν δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ, ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί, ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν. ὡς δὲ 20 εἶδον ἄνδρας ἐνδυομένους ὅπλα, ἐν θώυματι ἐγένοντο· ἐλπόμενοι γὰρ οὐδέν σφι φανήσεσθαι ἀντίξοον, ἐνεκύρησαν στρατῷ. ἐνθαῦτα Ὑδάρνης καταρρωδήσας, μὴ οἱ Φωκέες έωσι Λακεδαιμόνιοι, εἴρετο τὸν Ἐπιάλτην, ὁκοδαπὸς εἴη ὁ στρατός, πυθό μενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην. οἱ δὲ 25 Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι, οἴχοντο φεύγοντες ἐπὶ τοῦ οὔρεος τὸν κόρυμβον, ἐπιστάμενοι, ὡς ἐπὶ σφέας ώρμήθησαν ἀρχήν, καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι. οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, 30 οἱ δὲ κατέβαινον τὸ οὖρος κατὰ τάχος. 219. τοῖσι δὲ ἐν Θερμοπύλῃσι ἐοῦσι Ἑλλήνων πρῶτον μὲν ὁ μάντις Μεγιστίης ἐςιδὼν ἐς τὰ ἱρὰ ἔφρασε τὸν μέλλοντα ἔσεσθαι ἅμα ἠοι σφι

3. κατὰ Μελάμπυγον. Melampygos ist Herakles in volkstümlicher Auffassung seiner Heldenkraft. Die Κέρκωπες sind vieler Orten angesiedelte, gaunerhafte und schelmische Dämonen; hier treten sie in der Sage als Wegelagerer auf, welche vom Herakles übel ge

züchtigt werden. Vielleicht wirkte auf die Bildung der davon erzählten Sage die besondre Gestalt einzelner Felsen in diesem Engpasse ein, wo denn auch die Begebenheit lokalisiert ward. 26. ἐπιστάμενοι meinend (= subjektiv wissend).

-

27. ἀρχήν, eigentlich; vgl.

θάνατον. ἐπὶ δὲ καὶ αὐτόμολοι ἦσαν οἱ ἐξαγγείλαντες τῶν Περσέων τὴν περίοδον. οὗτοι μὲν ἔτι νυκτὸς ἐσήμηναν, τρίτοι δὲ οἱ ἡμεροσκόποι καταδραμόντες ἀπὸ τῶν ἄκρων ἤδη διαφαινούσης ἡμέρης. ἐνθαῦτα ἐβουλεύοντο οἱ Ἕλληνες, καί σφεων ἐσχίζοντο αἱ γνῶμαι. οἱ μὲν γὰρ οὐκ ἔων τὴν τάξιν 5 ἐκλιπεῖν, οἱ δὲ ἀντέτεινον. μετὰ δὲ ταῦτα διακριθέντες οἱ μὲν ἀπαλλάσσοντο καὶ διασκεδασθέντες κατὰ πόλις ἕκαστοι ἐτράποντο, οἱ δὲ αὐτῶν ἅμα Λεωνίδῃ μένειν αὐτοῦ παρεσκευάδατο. 220. λέγεται δὲ καί, ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης, μὴ ἀπόλωνται κηδόμενος· αὐτῷ δὲ καὶ Σπαρτιητέων 10 τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν, ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν. ταύτῃ καὶ μᾶλλον τῇ γνώμῃ πλεῖστός είμι, Λεωνίδην, ἐπεί τε αἴσθετο τους συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν, κελεῦσαί σφεας ἀπαλλάσσεσθαι, αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν. 15 μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο, καὶ ἡ Σπάρτης εὐδαι μονίη οὐκ ἐξηλείφετο. ἐκέχρηστο γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτησι χρεομένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατ' ἀρχὰς ἐγειρομένου, ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων, ἢ τὸν βασιλέα σφέων ἀπολέσθαι. ταῦτα δέ σφι 20 ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ ἔχοντα ὧδε·

Ὑμῖν δ ̓, ὦ Σπάρτης οικήτορες εὐρυχόροιο,

25

Ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ ̓ ἀνδράσι Περσείδῃσι Πέρθεται, ἢ τὸ μὲν οὐκί, ἀφ ̓ Ἡρακλέος δὲ γενέθλης Πενθήσει βασιλῆ φθίμενον Δακεδαίμονος οὖρος. Οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων Αντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι Σχήσεσθαι, πρὶν τῶνδ ̓ ἕτερον διὰ πάντα δάσηται. ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην, καὶ βουλόμενον κλέος καταθέσθαι μούνων Σπαρτιητέων, ἀποπέμψαι τοὺς συμμάχους 30 μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους. 221. μαρτύριον δέ μοι καὶ τόδε οὐκ ἐλάχιστον τού

§. 101 Ζ. 12. - 12. ταύτῃ πλεϊστός είμι, dieser Meinung bin ich noch mehr (als der vorher angeführten) zugethan (πλείστος), dafs nämlich (Epexegese). 23. ἄστυ ἐρικυδές mufste mit höchst auffallender Synizese gelesen werden,

dern, erst post eventum verfertigt
sein, da mehrfache Anspielungen
auf wirkliche Thatsachen darin ent-
halten sind.
28. ἕτερον δια-
δάσηται, eins von beiden (Stadt
oder König) vernichtet er gänzlich
(πάντα). 29. κλέος καταθέσθαι

scheint aber verdorben. Übrigens,,sich begründen“. 31. γνώμη

mag das Orakel, gleich vielen an

διενειχθ. nach einem Meinungs

του πέρι γέγονε, ὅτι καὶ τὸν μάντιν, ὃς εἴπετο τῇ στρατιῇ ταύτῃ, Μεγιστίην τὸν ̓Ακαρνῆνα, λεγόμενον εἶναι τὰ ἀνέκαθεν ἀπὸ Μελάμποδος, τοῦτον τὸν εἴπαντα ἐκ τῶν ἱρῶν τὰ μέλλοντά σφι ἐκβαίνειν, φανερός ἐστι Λεωνίδης ἀποπέμπων, ἵνα μὴ συναπό 5 ληταί σφι. ὁ δὲ ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπελείπετο, τὸν δὲ παῖδα συστρατευόμενον, ἐόντα οἱ μουνογενέα, ἀπέπεμψε. 222. οἱ μέν νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι οἴχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδη, Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέ μειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι. τούτων δὲ Θηβαῖοι 10 μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι (κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος), Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐκ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετ' αὐτοῦ ἀπαλλάξεσθαι, ἀλλὰ καταμείναντες συναπέθανον. ἐστρα τήγεε δὲ αὐτῶν Δημόφιλος Διαδρόμεω.

15

223. Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο, ἐπισχων χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόςοδον ἐποιέετο· καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω. ἀπὸ γὰρ τοῦ οὔρεος ἡ κατάβασις συντομωτέρη τέ ἐστι καὶ βραχύτερος ὁ χῶρος πολλὸν ἤπερ ἡ περίοδός τε καὶ ἀνάβασις. οἵ τε δὴ βάρ 20 βαροι οἱ ἀμφὶ Ξέρξην προςήισαν, καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλλη νες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι, ἤδη πολλῷ μᾶλλον ἢ κατ ̓ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος. τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο, οἱ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο, τότε δὲ συμμίσγοντες 25 ἔξω τῶν στεινῶν ἔπιπτον πλήθει πολλοὶ τῶν βαρβάρων· ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων, ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα, αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες. πολλοὶ μὲν δὴ ἐςέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο, πολλῷ δ ̓ ἔτι πλεῦ νες κατεπατέοντο ζωοὶ ὑπ ̓ ἀλλήλων· ἦν δὲ λόγος οὐδεὶς τοῦ 30 ἀπολλυμένου. ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντά σφι ἔσεσθαι

[ocr errors][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small]

θάνατον ἐκ τῶν περιιόντων τὸ οὖρος, ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους, παραχρεόμενοί τε καὶ ἀτέοντες. 224. δούρατα μέν ~ υν τοῖσι πλέοσι αὐτῶν τηνι καῦτα ἐτύγχανε κατεηγότα – δη, οἱ δὲ τοῖσι ξίφεσι διεργάζοντο τοὺς Πέρσας. καὶ Λεωνίδης τε ἐν τούτῳ τῷ πόνῳ πίπτει ἀνὴρ 5 γενόμενος ἄριστος, καὶ ἕτεροι μετ ̓ αὐτοῦ οὐνομαστοί Σπαρτιη τέων, τῶν ἐγὼ ὡς ἀνδρῶν ἀξίων γενομένων ἐπυθόμην τὰ οὐνόματα· ἐπυθόμην δὲ καὶ ἁπάντων τῶν τριηκοσίων. καὶ δὴ καὶ Περσέων πίπτουσι ἐνθαῦτα ἄλλοι τε πολλοὶ καὶ ὀνομαστοί, ἐν δὲ δὴ καὶ Δαρείου δύο παῖδες, Αβροκόμης τε καὶ Ὑπεράνθης, 10 ἐκ τῆς ̓Αρτάνεω θυγατρὸς Φραταγούνης γεγονότες Δαρείῳ. ὁ δὲ Αρτάνης Δαρείου μὲν τοῦ βασιλέος ἦν ἀδελφεός, Υστάσπεος δὲ τοῦ ̓Αρσάμεος παῖς, ὃς καὶ ἐκδιδοὺς τὴν θυγατέρα Δαρείῳ τὸν οἶκον πάντα τὸν ἑωυτοῦ ἐπέδωκε ὡς μούνου οἱ ἐούσης ταύτης τέκνου. 225. Ξέρξεω τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι 15 μαχόμενοι, καὶ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγένετο πολλός, ἐς ὃ τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις. τοῦτο δὲ συνεστήκεε μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ παρεγένοντο. ὡς δὲ τούτους ἥκειν ἐπύθοντο οἱ Ἕλληνες, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο 20 τὸ νεῖκος. ἔς τε γὰρ τὸ στεινὸν τῆς ὁδοῦ ἀνεχώρεον ὀπίσω, καὶ παραμειψάμενοι τὸ τεῖχος, ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι πλὴν Θηβαίων. ὁ δὲ κολωνός ἐστι ἐν τῇ ἐςόδῳ, ὅκου νῦν ὁ λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ. ἐν τούτῳ σφέας τῷ χώρῳ ἀλεξομένους μαχαίρῃσι, τοῖσι αὐτῶν ἐτύγχανον 25 ἔτι περιεοῦσαι, καὶ χερσὶ καὶ στόμασι κατέχωσαν οἱ βάρβαροι βάλλοντες, οἱ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεος συγχώσαντες, οἱ δὲ περιελθόντες πάντοθεν περισταδόν.

226. Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων, ὅμως λέγεται ἄριστος ἀνὴρ γενέσθαι Σπαρτιήτης Διηνέκης, τον 30 τόδε φασὶ εἰπεῖν τὸ ἔπος πρὶν ἢ συμμίξαί σφεας τοῖσι Μήδοισι, πυθόμενον πρός τεν τῶν Τρηχινίων, ὡς ἐπεὶν οἱ βάρβαροι ἀπίωσι τὰ τοξεύματα, τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος τῶν ὀϊστῶν

[ocr errors][merged small][ocr errors][merged small]
« IndietroContinua »