Immagini della pagina
PDF
ePub

300

305

310

315

320

325

τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ ̓ ἐπὶ σκηπτουχία

ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.
ΑΓ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
ΑΤ. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
ΑΓ. Αρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ ̓ ἀκτὰς θείνεται Σιληνιῶν.
χώ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
πήδημα κούφον ἐκ νεὼς ἀφήλατο
Τενάγων τ' ἀριστεὺς Βακτρίων ιθαγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος σποδεῖ.
Λίλαιος, Αρσάμης τε κἀργήστης τρίτος,
οἶδ ̓ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Αρκτεύς, Αδεύης, καὶ φερεσσακὴς τρίτος
Φαρνούχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
ἵππου μελαίνης ἡγεμὼν τριςμυρίας,
πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ ̓, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ,
καὶ Μᾶγος Αραβος, 'Αρτάμης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς ἐκεῖ κατέφθιτο.
"Αμηστρις ̓Αμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τ' ἐσθλὸς Αριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θ ̓ ὁ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανών δείλαιος οὐ μάλ ̓ εὐτυχῶς·

[merged small][ocr errors][merged small][merged small]

Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἔπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
τοιῶνδε γ ̓ ἀρχῶν νῦν ὑπεμνήσθην πέρι.
πολλῶν παρόντων δ ̓ ὀλίγ ̓ ἀπαγγέλλω κακά.

ΑΤ. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ ̓ ἀναστρέψας πάλιν,
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
ὥστ ̓ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

ΑΓ. πλήθους μὲν ἂν σάφ ̓ ἴσθ ̓ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δ ̓ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ ̓ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ ̓· ὧδ ̓ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
ἀλλ ̓ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχη.
ΑΤ. ἔτ ̓ ἆρ ̓ ̓Αθηνῶν ἔστ ̓ ἀπόρθητος πόλις;
ΑΓ. θεοὶ πόλιν σώζουσι Παλλάδος θεᾶς·

ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
ΑΤ. ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν; φράσον.
· τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
ΑΓ. ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
ἀνὴρ γὰρ Ἕλλην ἐξ ̓Αθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ τῷ Ξέρξῃ τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἕξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασι

gewöhnlich Λυρνησσός, im troischen Gebiete. 339. Die Zahlangabe weicht merkwürdig ab von Herod. S. 115 Z. 2. 342. ὑπέρκοποι, übertreffend, hervorragend. — 349. Die Wagschalen beschwerte er mit nicht gleichwichtigem Glück.

[ocr errors]

349. So lang die Männer da sind, bilden sie die sicherste Schutzmauer. (Anspielung auf die Zerstörung Athens und die bekannte Schmähung gegen Themistokles. Herod. 8, 61.) 354. ἀλάστωρ, der (nie vergessende) Rachegeist.

330

335

340

345

350

355

360

365

370

375

380

385

ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
ὁ δ ̓ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνείς δόλον
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον·
εὖτ ̓ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
τάξαι νεῶν στίφος μὲν ἐν στοίχοις τρισὶν
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ
ὡς εἰ μόρον φευξοίαθ ̓ Ἕλληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσι στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ ̓ ἔλεξε κάρθ ̓ ὑπ ̓ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δ ̓ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχω φρενί
δεῖπνόν τ' ἐπορσύνοντο, ναυβάτης τ ̓ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ' εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο

καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θ ̓ ὅπλων ἐπιστάτης·
τάξις δὲ τάξιν παρεκάλει νεως μακρᾶς·
πλέουσι δ ̓ ὡς ἕκαστος ἦν τεταγμένος,
καὶ πάννυχοι δὴ διάπλουν καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλ' Ἑλλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῆ καθίστατο·
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἠχῇ κέλαδος Ελλήνων πάρα
μολπηδὸν εὐφήμησεν, ὄρθιον δ ̓ ἅμα

[merged small][merged small][ocr errors][merged small][ocr errors][ocr errors][merged small][merged small][merged small]

ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχω· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν ̓ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ' ἐς μάχην ὁρμῶντες εὐψύχω θράσει.
σάλπιγξ δ ̓ αὐτῇ πάντ ̓ ἐκεῖν ̓ ἐπέφλεγεν·
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ ̓ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν

[ocr errors]

πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε,
ἐλευθεροῦτε πατρίδ ̓, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,

θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.”
καὶ μὴν παρ' ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κουκέτ ̓ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηϊ χαλκήρη στόλου
ἔπαισεν· ἦρξε δ ̓ ἐμβολῆς Ἑλληνικὴ
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεως
κόρυμβ', ἐπ ̓ ἄλλην δ ̓ ἄλλος εὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ', ἀρωγὴ δ ̓ οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δ ̓ ὑφ ̓ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντ ̓, ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ

[merged small][merged small][merged small][ocr errors]

390

essent, tragoediae sublimitatem ad
humilitatem communis vitae de-
primi". Hermann. - 408. Ein Schiff
schlug in das andre seinen erz-
bewehrten Schnabel στόλος ist
eigentlich der durch das ganze
Schiff von vorn bis hinten lau-
fende Deckbalken; dann das Ende
desselben ἀκροστόλιον.
411.
δόρυ ἔμβολον, Schnabel.
416. παίοντ' = ἐπαίοντο; mit
ἔθρανον beginnt der Nachsatz.

[ocr errors]

395

400

405

410

415

420

425

430

435

440

445

450

σκάφη νεῶν, θάλασσα δ ̓ οὐκέτ ̓ ἦν ἰδεῖν,
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ ̓ ἐπλήθυον,
φυγῇ δ ̓ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
τοὶ δ ̓ ὥςτε θύννους ἤ τιν ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τ' ἐρειπίων
ἔπαιον, ἐρράχιζον, οίμωγὴ δ ̓ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ ̓ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ ̓ ἂν εἰ δέκ ̓ ἤματα
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὖ γὰρ τόδ ̓ ἴσθι, μηδάμ ̓ ἡμέρα μια

5

πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
ΑΤ. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
ΑΓ. εὖ νῦν τόδ ̓ ἴσθι, μηδέπω μεσοῦν κακόν·
τοιάδ ̓ ἐπ' αὐτοὺς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖςδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
ΑΤ. καὶ τίς γένοιτ ̓ ἂν τῆςδ ̓ ἔτ ̓ ἐχθίων τύχη;
λέξον τίν ̓ αὖ φῂς τήνδε συμφορὰν στρατῷ
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
ΑΓ. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,

ψυχήν τ' ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τ ̓ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυςκλεεστάτῳ μόρῳ.
ΑΤ. οἳ γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ τούςδε φῂς ὀλωλέναι;
ΑΓ. νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύςορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.

ἐνταῦθα πέμπει τούςδ ̓, ὅπως, ὅτ ̓ ἐκ νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσωζοίατο,

[merged small][merged small][merged small][ocr errors]
« IndietroContinua »