Immagini della pagina
PDF
ePub

κτείνειαν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ ̓ ὑπεκσώζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
αυθημερόν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρωσκον· ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥςτ ̓ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τ ̓ ἀπὸ
θώμιγγος ἰοὶ προςπίτνοντες ὤλλυσαν·
τέλος δ ̓ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.

Ξέρξης δ ̓ ἀνώμωξεν κακῶν ὁρῶν βάθος·
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κανακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι
ἵησ ̓ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν στένειν πάρα.
ΑΤ. ὦ στυγνὲ δαῖμον, ὡς ἄρ ̓ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμός τιμωρίαν
κλεινῶν ̓Αθηνῶν εὗρε, κοὐκ ἀπήρκεσαν
οὓς πρόσθε Μαραθών βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασε.

σύ δ ̓ εἰπέ, ναῶν αἱ πεφεύγασιν μόρον,
ποῦ τάς δ ̓ ἔλειπες. οἶσθα σημήναι τορῶς;
ΑΓ. ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην

κατ ̓ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·
στρατὸς δ ̓ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ

ἐρήμοις γὰρ τόποις οὗτος ὁ θεὸς
ἐνδιατρίβειν εἰώθει, Schol. — 454.
ἱστορών, erforschend (ironisch für
ὑπονοῶν,γιγνώσκων). — 456. δέμας
ihren Leib schirmend. - 466. ἕδραν
εὐαγῆ (von άζομαι, rein hell,
zunächst bei Auspicien, dann all-
gemein), einen Sitz, der eine weite
Umschau gewährt (wie statt εναν-
γής). 470. Ζησι se committit in
Historisches Quellenbuch. Ι, 1.

fugam. 473. πικρὰν τιμωρίαν, eine bittre Rache fand er an Athen, d. h. die (süfse) Rache, welche er zu nehmen gedachte, wandelte sich in bittres Leid. 474. ἀπήρκεσαν, nicht genügte es, dafs von den Barbaren vorher Marathon so viele verschlang. 481. κατ' ούρον, nach der Richtung des Windes, vor dem Winde her, mit vollen Segeln.

[ocr errors]

9

455

460

465

470

475

480

485

490

495

500

505

διώλλυθ', οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἱ δ ̓ ὑπ ̓ ἄσθματος κενοὶ
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ' αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
κἀντεῦθεν ἡμᾶς γῆς ̓Αχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
βορᾶς ἐδέξαντ'· ἔνθα δὴ πλεῖστοι θάνον
δίψῃ τε λιμῷ τ'· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἐς τε Μακεδόνων
χώραν ἀφικόμεσθ', ἐπ ̓ ̓Αξίου πόρον,
Βόλβης θ ̓ ἕλειον δόνακα, Πάγγαιόν τ' ὄρος,
Ἠδωνίδ ̓ αἶαν· νυκτὶ δ ̓ ἐν ταύτῃ θεὸς
χειμῶν ̓ ἄωρον ώρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ, τότ' εὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προςκυνῶν.
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
χώςτις μὲν ἡμῶν, πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας, ὡρμήθη, σεσωσμένος κυρεί.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε, θερμαίνων φλογί·
πῖπτον δ ̓ ἐπ ̓ ἀλλήλοισιν· εὐτυχεῖ δέ τοι
ὅςτις τάχιστα πνεῦμ ̓ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,

[merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small]

ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ ̓ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ήβην χθονός.
ταῦτ ̓ ἔστ ̓ ἀληθῆ· πολλὰ δ ̓ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

6. Schlacht bei Plataiai.

A. Griechische Heerschau.

(Herod. IX, 28-30.)

510

28. Μετὰ δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ ἀρχὴν ἐλθόντες Ἑλλήνων· τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι· τούτων δὲ τοὺς πεντακιςχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλωτέων πεντακιςχίλιοι καὶ τριςμύριοι, περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι. προςεχέας δέ 5 σφι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκεν καὶ ἀρετῆς. τούτων δ ̓ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντα κόσιοι. μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακιςχίλιοι, παρὰ δέ σφι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτιδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους. τούτων δὲ 10 ἐχόμενοι ἵσταντο Αρκάδες Ορχομένιοι ἑξακόσιοι, τούτων δὲ Σικυώνιοι τριςχίλιοι. τούτων δὲ εἴχοντο Επιδαυρίων ὀκτακόσιοι. παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι, Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι, τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι, τούτων δὲ ἐχόμενοι Φλιάσιοι χίλιοι· παρὰ 15 δὲ τούτους ἕστασαν Ερμιονέες τριηκόσιοι. Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ερετριέων τε καὶ Στυρέων ἑξακόσιοι, τούτων δὲ Χαλκιδέες τετρακόσιοι, τούτων δὲ Αμπρακιητέων πεντακόσιοι. μετὰ δὲ τούτους Λευκαδίων καὶ ̓Ανακτορίων ὀκτακόσιοι στα σαν, τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι. 20 μετὰ δὲ τούτους Αιγινητέων πεντακόσιοι ετάχθησαν. παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τριςχίλιοι. εἴχοντο δὲ τούτων

[blocks in formation]
[ocr errors]

befindet sich östlich von Plataiai
in der Nähe von Erythrai. 4.
ἐφύλασσον, umgaben als Leib-
wächter die adligen Ritter. 9.
εὕροντο παρά Π., sie erlangten
es von P. 14. Λεπρεητέων.
Lepreon, im triphylischen Elis.
20. Παλέες, im westlichen Kepha-

Πλαταιέες ἑξακόσιοι. τελευταῖοι δὲ καὶ πρῶτοι Αθηναῖοι ἐτάσσοντο κέρας ἔχοντες τὸ εὐώνυμον ὀκτακιςχίλιοι, ἐστρατήγεε δ' αὐτῶν ̓Αριστείδης ὁ Λυσιμάχου. 29. οὗτοι, πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τεταγμένων Σπαρτιήτῃσι, ἦσαν ὁπλῖται, συνάπαντες 5 ἐόντες ἀριθμὸν τρεῖς τε μυριάδες καὶ ὀκτώ χιλιάδες καὶ ἑκα τοντάδες ἑπτά. ὁπλῖται μὲν οἱ πάντες συλλεγέντες ἐπὶ τὸν βάρβαρον ἦσαν τοσοῦτοι, ψιλῶν δὲ πλῆθος ἦν τόδε· τῆς μὲν Σπαρτιητικῆς τάξιος πεντακιςχίλιοι καὶ τριςμύριοι ἄνδρες ὡς ἐόντων ἑπτὰ περὶ ἕκαστον ἄνδρα, καὶ τούτων πᾶς τις παράρτητο ὡς ἐς πόλεμον, οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων καὶ Ἑλλήνων ψιλοί, ὡς εἷς περὶ ἕκαστον ἐὼν ἄνδρα, πεντακόσιοι καὶ τετρα κιςχίλιοι καὶ τριςμύριοι ἦσαν. ψιλῶν μὲν δὴ τῶν ἁπάντων μαχίμων ἦν τὸ πλῆθος ἓξ τε μυριάδες καὶ ἐννέα χιλιάδες καὶ ἑκατοντάδες πέντε, 30. τοῦ δὲ σύμπαντος Ἑλληνικοῦ τοῦ συνελ 15 θόντος ἐς Πλαταιὰς σύν τε ὁπλίτῃσι καὶ ψιλοῖσι τοῖσι μαχί μοισι ἕνδεκα μυριάδες ἦσαν, μιῆς χιλιάδος, πρὸς δὲ ὀκτακοσίων ἀνδρῶν καταδέουσαι. σὺν δὲ Θεσπιέων τοῖσι παρεοῦσι ἐξεπλη ροῦντο αἱ ἕνδεκα μυριάδες. παρῆσαν γὰρ καὶ Θεσπιέων ἐν τῷ στρατοπέδῳ οἱ περιεόντες, ἀριθμὸν ἐς ὀκτακοσίους καὶ χιλίους· 20 ὅπλα δὲ οὐδ ̓ οὗτοι εἶχον.

10.

B. Alexandros von Makedonien.

Der Stellungswechsel. (Herod. ΙΧ, 44-47.)

44. Μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο. ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο, καὶ ἡσυχίη ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, 25 τηνικαῦτα προςελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Αθηναίων Αλέξανδρος ὁ ̓Αμύντεω, στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μα κεδόνων, ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν. τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες παρέμενον, οἱ δ ̓ ἔθεον ἐπὶ τοὺς στρα

[merged small][merged small][merged small][merged small][ocr errors][merged small]

τηγούς, ἐλθόντες δὲ ἔλεγον, ὡς ἄνθρωπος ἥκοι ἐπ ̓ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων, ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος, στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν. 45. οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς. ἀπικομένοισι δὲ ἔλεγε ̓Αλέξανδρος τάδε· "Ανδρες Αθηναῖοι, πα- 5 ραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε· οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος. αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον, καὶ ἀντ ̓ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλ- 10 λάδα. λέγω δὲ ὧν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι· πάλαι γὰρ ἂν ἐμάχεσθε· νῦν δὲ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμα ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι. καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω. πρὸς ταῦτα ἑτοιμάζεσθε. ἢν δὲ 15 ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιέηται, λιπαρέετε μένοντες· ὀλίγων γὰρ σφι ἡμερέων λείπεται σιτία. ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναί τινα χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκεν οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δη- 20 λῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν [ἐξαίφνης] οἱ βάρβαροι μὴ προςδεκομένοισί κω. εἰμὶ δὲ ̓Αλέξ ανδρος ὁ Μακεδών. ὁ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν, 46. οἱ δὲ στρατηγοὶ τῶν Αθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τα 25 περ ἤκουσαν Αλεξάνδρου. ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε· Ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνε ται, ὑμέας μὲν χρεών ἐστι τοὺς Αθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ ̓ ὑμέας τεταγμένους. Ἑλλήνων, τῶνδε εἵνεκεν· ὑμεῖς ἐπίστασθε τοὺς 30 Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τέ εἰμεν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν· Σπαρτιη τέων γὰρ οὐδεὶς πεπείρηται Μήδων. ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἐμπειροι εἶμεν. ἀλλ ̓ ἀναλαβόντας τὰ ὅπλα χρεών

provecta". 5. παραθήκην κτλ.: als Unterpfand (meiner ehrlichen Absicht) gebe ich euch folgende Aussage, wobei ich verbiete, dieselbe irgend jemand mitzuteilen.

6. ἀπόρρητα ποιεύμενος eigentl. sie zu einer geheimen mache, erkläre. 12. καταθύμια nach Wunsch. 26. καταρρωδήσας erschreckend bei vor

« IndietroContinua »