Immagini della pagina
PDF
ePub

ἀπέργουσά τε τοὺς φιλίους φεύγοντας ἀπὸ τῶν Ἑλλήνων. 69. οἱ μὲν δὴ νικέοντες εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες, ἐν δὲ τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι τοῖσι τεταγμένοισι περὶ τὸ Ἡραῖον καὶ ἀπογενομένοισι τῆς μάχης, ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ 5 μετὰ Παυσανίεω. οἱ δὲ ἀκούσαντες ταῦτα οὐδένα κόσμον ταχθέντες οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρέης καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμη τρος, οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλιασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην τῶν ὁδῶν. ἐπείτε δὲ ἀγχοῦ τῶν πολεμίων 10 ἐγίνοντο οἱ Μεγαρέες και Φλιάσιοι, ἀπιδόντες σφέας οἱ τῶν Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον ἤλαυνον ἐπ' αὐτοὺς τοὺς ἵππους, τῶν ἱππάρχεε Ασωπόδωρος ὁ Τιμάν δρου. ἐςπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακοσίους, τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαιρώνα. 70. οὗτοι 15 μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο, οἱ δὲ Πέρσαι καὶ ὁ ἄλλος ὅμιλος ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος, ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν ἢ τοὺς Λακεδαιμονίους ἀπικέσθαι. ἀναβάντες δὲ ἐφράξαντο ὡς ἐδυνέατο ἄριστα τὸ τεῖχος. προςελθόντων δὲ τῶν Λακεδαιμονίων κατεστήκεέ σφι τειχομαχίη 20 ἐρρωμενεστέρη. ἕως μὲν γὰρ ἀπῆσαν οἱ ̓Αθηναῖοι, οἱ δ ̓ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥςτε οὐκ ἐπισταμένων τειχομαχέειν, ὡς δέ σφι οἱ ̓Αθηναῖοι προςῆλθον, οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν. τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Αθηναῖοι 25 τοῦ τείχεος καὶ ἤρειπον, τῇ δὴ ἐςεχέοντο οἱ Ἕλληνες. πρῶτοι δὲ ἐςῆλθον Τεγεῖται ἐς τὸ τεῖχος, καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες, τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην. τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν 30 νηὸν τῆς ̓Αλέης Αθηναίης Τεγεῆται, τὰ δὲ ἄλλα ἐς ταυτό, ὅσα περ ἔλαβον, ἐςήνεικαν τοῖσι Ἕλλησι. οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στίφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος οὔτε τις

[merged small][merged small][ocr errors][merged small][ocr errors][merged small][merged small]

αὐτῶν ἀλκῆς ἐμέμνητο, ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων. παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥςτε τριήκοντα μυριάδων στρατοῦ καταδεουσέων τεσσέρων, τὰς ἔχων Αρτάβαζος 5 ἔφευγε, τῶν λοιπῶν μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι. Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα, Τεγεητέων δὲ ἑκκαίδεκα, ̓Αθη ναίων δὲ δύο καὶ πεντήκοντα.

71. Ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν ὁ Περσέων, 10 ἵππος δὲ ἡ Σακέων, ἀνὴρ δὲ λέγεται Μαρδόνιος· Ἑλλήνων δέ, ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ ̓Αθηναίων, ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι. ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποσημήνασθαι (ἅπαντες γὰρ οὗτοι τοὺς κατ ̓ ἑωυτοὺς ἐνίκων), ὅτι δὲ κατὰ τὸ ισχυρότατον προςηνείχθησαν καὶ τούτων ἐκράτησαν. καὶ ἄρι 15 στος ἐγένετο μακρῷ ̓Αριστόδημος κατὰ γνώμας τὰς ἡμετέρας, ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν τριηκοσίων σωθεὶς εἶχε ὄνει δος καὶ ἀτιμίην. μετὰ δὲ τοῦτον ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Αμομφάρετος Σπαρτιήτης. καίτοι γενομένης λέσχης ὃς γένοιτο αὐτῶν ἄριστος, ἔγνωσαν οι παραγενόμενοι 20 Σπαρτιητέων Αριστόδημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης οἱ αιτίης, λυσσώντα τε καὶ ἐκλιπόντα τὴν τάξιν ἔργα ἀποδέξασθαι μεγάλα, Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀποθνήσκειν ἄνδρα γενέσθαι ἀγαθόν· τοσούτῳ τοῦτον εἶναι ἀμείνω. ἀλλὰ ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν, οὗτοι δὲ 25 τοὺς κατέλεξα πάντες, πλὴν ̓Αριστοδήμου, τῶν ἀποθανόντων ἐν ταύτῃ τῇ μάχῃ, τίμιοι ἐγένοντο, Αριστόδημος δὲ βουλόμενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη. 72. οὗτοι μὲν τῶν ἐν Πλαταιῇσι οὐνομαστότατοι ἐγένοντο. Καλλικράτης γὰρ ἔξω τῆς μάχης ἀπέθανε, ἐλθὼν ἀνὴρ κάλλιστος ἐς τὸ στρα30 τόπεδον τῶν τότε Ἑλλήνων, οὐ μοῦνον αὐτῶν Λακεδαιμονίων, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων, ὅς, ἐπειδὴ ἐσφαγιάζετο Πανσανίης, κατήμενος ἐν τῇ τάξι ἐτρωματίσθη τοξεύματι τὰ πλευρά. καὶ δὴ οἱ μὲν ἐμάχοντο, ὁ δ ̓ ἐξενηνεγμένος ἐδυςθανάτε τε καὶ ἔλεγε πρὸς Αρίμνηστον, ἄνδρα Πλαταιέα, οὐ μέλειν οἱ 35 ὅτι πρὸ τῆς Ἑλλάδος ἀποθνήσκει, ἀλλ' ὅτι οὐκ ἐχρήσατο τῇ

1. ἀλύκταζον sie waren verwirrt, wie wahnsinnig (verwandt mit λύσσα, ἀλύσσειν). 10. Σα

κέων; VII, 64: οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας. 26. τίμιοι ἐγένοντο, wurden

χειρὶ καὶ ὅτι οὐδέν ἐστί οἱ ἀποδεδεγμένον ἔργον ἑωυτοῦ ἄξιον προθυμευμένου ἀποδέξασθαι. 73. Αθηναίων δὲ λέγεται εὐδοκιμῆσαι Σωφάνης ὁ Εὐτυχίδεω, ἐὼν δήμου Δεκελειῆθεν. 74. τούτου τοῦ δήμου ἐὼν ὁ Σωφάνης καὶ ἀριστεύσας τότε Αθηναίων, διξοὺς λόγους λεγομένους ἔχει, τὸν μὲν ὡς ἐκ τοῦ 5 ζωστῆρος τοῦ θώρηκος ἐφόρες χαλκέῃ ἁλύσι δεδεμένην ἄγκυραν σιδηρέην, τὴν ὅκως πελάσειε ἀπικνεόμενος τοῖσι πολεμίοισι βαλλέσκετο, ἵνα δή μιν οἱ πολέμιοι ἐκπίπτοντες ἐκ τῆς τάξιος μετακινῆσαι μὴ δυναίατο· γινομένης δὲ φυγῆς τῶν ἐναντίων δέδοκτο τὴν ἄγκυραν ἀναλαβόντα οὕτω διώκειν. 10 οὗτος μὲν οὕτω λέγεται, ὁ δ ̓ ἕτερος τῶν λόγων τῷ πρότερον λεχθέντι ἀμφιςβατέων λέγεται, ὡς ἐπ ̓ ἀσπίδος αἰεὶ περιθεούσης καὶ οὐδαμὰ ἀτρεμιζούσης ἐφόρες ἐπίσημον ἄγκυραν, καὶ οὐκ ἐκ τοῦ θώρηκος δεδεμένην σιδηρέην.

E. Beute, Weihgeschenke, Gräber.

(Herod. IX, 80-85.)

80. Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι 15 τῆς ληΐης, συγκομίζειν ἐκέλευσε τοὺς είλωτας τὰ χρήματα. οἱ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασ μένας χρυσῷ καὶ ἀργύρῳ, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύ ρους, κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα. σάκκους τε ἐπ ̓ ἁμαξέων εὕρισκον, ἐν τοῖσι λέβητες ἐφαίνοντο 20 ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι· ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας όντας χρυσέους, ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδὲ εἷς. ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αιγινήτας οἱ εἵλωτες, πολλὰ δὲ καὶ ἀπεδείκνυσαν, ὅσα αὐτῶν οὐκ οἷά τε 25 ἦν κρύψαι· ὥςτε Αιγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦ τεν ἐγένοντο, οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ

[merged small][merged small][merged small][merged small][ocr errors][merged small]

τῶν εἱλωτέων ὠνέοντο. 81. συμφορήσαντες δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντες τῷ ἐν Δελφοῖσι θεῷ, ἀπ ̓ ἧς ὁ τρίπους ὁ ης χρύσεος ἀνετέθη ὁ ἐπὶ τοῦ τρικαρήνου ὄφιος τοῦ χαλκέου ἐπεστεως ἄγχιστα τοῦ βωμοῦ, καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξε 5 λόντες, ἀπ ̓ ἧς δεκάπηχυν χάλκεον Δία ἀνέθηκαν, καὶ τῷ ἐν Ἰσθμῷ θεῷ, ἀπ ̓ ἧς ἑπτάπηχυς χάλκεος Ποσειδέων ἐξεγένετο, ταῦτα ἐξελόντες τὰ λοιπὰ διαιρέοντο καὶ ἔλαβον ἕκαστοι τῶν ἄξιοι ἦσαν, καὶ τὰς παλλακὰς τῶν Περσέων καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ ἄλλα χρήματά τε καὶ ὑποζύγια. ὅσα 10 μέν νυν ἐξαίρετα τοῖσι ἀριστεύσασι αὐτῶν ἐν Πλαταιῇσι ἐδόθη, οὐ λέγεται πρὸς οὐδαμῶν, δοκέω δ ̓ ἔγωγε καὶ τούτοισι δοθῆ ναι. Παυσανίῃ δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη, γυναῖκες, ἵπποι, τάλαντα, κάμηλοι, ὡς δὲ αὕτως καὶ τὰ ἄλλα χρήματα. 82. λέγεται δὲ καὶ τάδε γενέσθαι, ὡς Ξέρξης φεύγων ἐκ τῆς 15 Ἑλλάδος Μαρδονίῳ τὴν κατασκευήν καταλίποι τὴν ἑωυτοῦ· Παυσανίην ὧν ὁρέοντα τὴν Μαρδονίου κατασκευὴν χρυσῷ τε καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοισι κατεσκευασμένην κελεῦσαι τούς τε ἀρτοκόπους καὶ τοὺς ὀψοποιοὺς κατὰ ταὐτὰ Μαρδονίῳ δεῖπνον παρασκευάζειν. ὡς δὲ κελευόμενοι οὗτοι 20 ἐποίευν ταῦτα, ἐνθαῦτα τὸν Παυσανίην ἰδόντα κλίνας τε χρυσέας καὶ ἀργυρέας εὖ ἐστρωμένας καὶ τραπέζας τε χρυσέας καὶ ἀργυρέας καὶ παρασκευὴν μεγαλοπρεπέα τοῦ δείπνου, ἐκπλαγέντα τὰ προκείμενα ἀγαθὰ κελεῦσαι ἐπὶ γέλωτι τοὺς ἑωυτοῦ διηκόνους παρασκευάσαι Λακωνικὸν δεῖπνον. ὡς δὲ τῆς θοί25 νης ποιηθείσης ἦν πολλὸν τὸ μέσον, τὸν Παυσανίην γελάσαντα μεταπέμψασθαι τῶν Ἑλλήνων τους στρατηγούς, συνελθόντων δὲ τούτων εἰπεῖν τὸν Παυσανίην, δεικνύντα ἐς ἑκατέρην τοῦ δείπνου τὴν παρασκευήν· "Ανδρες Ἕλληνες, τῶνδε εἵνεκεν ἐγὼ ὑμέας συνήγαγον, βουλόμενος ὑμῖν τοῦ Μήδου τὴν ἀφρο30 σύνην δέξαι, ὃς τοιήνδε δίαιταν ἔχων ἦλθε ἐς ἡμέας οὕτω οιζυρὴν ἔχοντας ἀπαιρησόμενος. 83. ταῦτα μὲν Παυσανίην λέγεται

Insel, damals schon im Sinken, war dem grofsartigen Handel verdankt. -2. ὁ τρίπους ὁ χρύσεος. Dieser berühmte Dreifufs selber ward von den Phokiern im heiligen Kriege (356 -346) eingeschmolzen; das Untergestell aber, τρικάρηνος ὄφις, oder genauer: ein Gewinde aus 3 Schlangen liefs Kaiser Konstantin auf den Hippodromos in Konstantinopel ver

setzen, wo dasselbe im Jahre 1856 wieder aufgefunden ist. Auf dem (marmornen?) Untersatze hatte Pausanias ein seine Person hervorhebendes Distichon gesetzt; dies liefsen die Spartaner später ausmeifseln und dafür die Namen der mitkämpfenden Völkerschaften eingraben, wie sie sich noch jetzt an den Schlangengewinden vorfnden. 25. τὸ μέσον,

εἰπεῖν πρὸς τοὺς στρατηγοὺς τῶν Ἑλλήνων, ὑστέρῳ μέντοι χρόνῳ μετὰ ταῦτα καὶ τῶν Πλαταιέων εὗρον συχνοὶ θήκας χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ἄλλων χρημάτων. ἐφάνη δὲ καὶ τόδε ὕστερον ἔτι τούτων. τῶν νεκρῶν περιψιλωθέντων τὰς σάρκας (συνεφόρεον γὰρ τὰ ὀστέα οἱ Πλαταιέες ἐς ἕνα χῶρον) 5 εὑρέθη κεφαλὴ οὐκ ἔχουσα ῥαφὴν οὐδεμίαν, ἀλλὰ ἐξ ἑνὸς ἐοῦσα ὀστέου· ἐφάνη δὲ καὶ γνάθος κατὰ τὸ ἄνω [τῆς γνάθου] ἔχουσα ὀδόντας μουνοφυέας, ἐξ ἑνὸς ὀστέου πάντας, τούς τε ὀδόντας καὶ τοὺς γομφίους· καὶ πενταπήχεος ἀνδρὸς ὀστέα ἐφάνη. 84. ἐπεί τε δὲ Μαρδονίου δευτέρῃ ἡμέρῃ ὁ νεκρὸς ἠφάνιστο, 10 ὑπ ̓ ὅτευ μὲν ἀνθρώπων, τὸ ἀτρεκὲς οὐκ ἔχω εἰπεῖν, πολλοὺς δέ τινας ἤδη καὶ παντοδαποὺς ἤκουσα θάψαι Μαρδόνιον, καὶ δῶρα μεγάλα λαβόντας πολλοὺς παρὰ ̓Αρτόντεω τοῦ Μαρδονίου παιδὸς διὰ τοῦτο τὸ ἔργον· ὅςτις μέντοι ἦν αὐτῶν ὁ ὑπελόμενός τε καὶ θάψας τὸν νεκρὸν τὸν Μαρδονίου, οὐ δύναμαι 15 ἀτρεκέως πυθέσθαι. ἔχει δέ τινα φάτιν καὶ Διονυσοφάνης ἀνὴρ Ἐφέσιος θάψαι Μαρδόνιον. 85. ἀλλ' ὁ μὲν τρόπῳ τοιούτῳ ἐτάφη, οἱ δὲ Ἕλληνες ὡς ἐν Πλαταιῇσι τὴν ληΐην διείλοντο, ἔθαπτον τοὺς ἑωυτῶν χωρὶς ἕκαστοι. Λακεδαιμόνιοι μὲν τριξὰς ἐποιήσαντο θήκας. ἔνθα μὲν τοὺς ἰρένας ἔθαψαν, 20 τῶν καὶ Ποσειδώνιος καὶ ̓Αμομφάρετος ἦσαν καὶ Φιλοκύων τε καὶ Καλλικράτης. ἐν μὲν δὴ ἑνὶ τῶν τάφων ἦσαν οἱ ἰρένες, ἐν δὲ τῷ ἑτέρῳ οἱ ἄλλοι Σπαρτιῆται, ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτες. οὗτοι μὲν οὕτω ἔθαπτον, Τεγεῖται δὲ χωρὶς πάντας ἁλέας, καὶ Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ, καὶ Μεγαρέες τε καὶ 25 Φλιάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας. τούτων μὲν δὴ πάντων πλήρεις ἐγένοντο οἱ τάφοι, τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, ἐπαισχυνομένους τῇ ἀπεστοῦ τῆς μάχης ἑκάστους χώματα χώσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, 30 ἐπεὶ καὶ Αιγινητήων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ

[merged small][merged small][merged small][merged small][merged small][ocr errors][ocr errors]
« IndietroContinua »