Immagini della pagina
PDF
ePub

μονίων, τοὺς δὲ ἄλλους Αθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ, ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν, τοῦ ἔργα χειρών τε καὶ λήματος ἔχοιμ ̓ ἂν μέγιστα καταλέξαι. 73. οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν, ̓Αθηναῖοι δὲ μετὰ ταῦτα Κλει σθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος 5 μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις, συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας· ἐπιστέατο γάρ σφι Λακεδαιμονίους τε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι. ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα Αρταφέρνης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα, τίνες 10 ἐόντες ἄνθρωποι καὶ κῇ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι, πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε· Εἰ μὲν διδοῦσι βασιλέϊ Δαρείῳ Αθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δέ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσι, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε. οἱ δὲ ἄγγελοι ἐπὶ 15 σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν, βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι. οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον.

74. Κλεομένης δὲ ἐπιστάμενος περιυβρίσθαι ἔπεσι καὶ ἔρ γοισι ὑπ ̓ Αθηναίων συνέλεγε ἐκ πάσης Πελοποννήσου στρατόν, 20 οὐ φράζων ἐς τὸ συλλέγει, τίσασθαι δὲ ἐθέλων τὸν δῆμον τῶν Αθηναίων καὶ Ἰσαγόρην βουλόμενος τύραννον καταστῆσαι· συνεξῆλθε γάρ οἱ οὗτος ἐκ τῆς ἀκροπόλιος. Κλεομένης τε δὴ στόλῳ μεγάλῳ ἐςέβαλε εἰς Ἐλευσῖνα, καὶ οἱ Βοιωτοὶ ἀπὸ συνθήματος Οινόην αἱρέουσι καὶ Ὑσιάς, δήμους τοὺς ἐσχάτους 25 τῆς ̓Αττικῆς, Χαλκιδέες τε ἐπὶ τὰ ἕτερα ἐσίνοντο ἐπιόντες χώρους τῆς ̓Αττικῆς. Ἀθηναῖοι δέ, καίπερ ἀμφιβολίῃ ἐχόμενοι,

[ocr errors][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][ocr errors]

Βοιωτῶν μὲν καὶ Χαλκιδέων ἐςύστερον ἔμελλον μνήμην ποι ήσεσθαι, Πελοποννησίοισι δὲ ἐοῦσι ἐν Ἐλευσῖνι ἀντία ἔθεντο τὰ ὅπλα. 75. μελλόντων δὲ συνάψειν τὰ στρατόπεδα ἐς μάχην Κορίνθιοι μὲν πρῶτοι σφίσι αὐτοῖσι δόντες λόγον, ὡς οὐ 5 ποιοῖεν τὰ δίκαια, μετεβάλλοντό τε καὶ ἀπαλλάσσοντο, μετὰ δὲ Δημάρητος ὁ ̓Αρίστωνος, ἐὼν καὶ οὗτος βασιλεὺς Σπαρτι ητέων, καὶ συνεξαγαγών τε τὴν στρατιὴν ἐκ Λακεδαίμονος καὶ οὐκ ἐὼν διάφορος ἐν τῷ πρόσθε χρόνῳ Κλεομένεϊ. ἀπὸ δὲ ταύτης τῆς διχοστασίης ἐτέθη νόμος ἐν Σπάρτῃ, μὴ ἐξεῖναι 10 ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας ἐξιούσης τᾶς στρατιῆς (τέως γὰρ ἀμφότεροι εἴποντο), παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοι σφι ἐόντες εἴποντο. τότε δὴ ἐν τῇ Ἐλευσῖνι ὁρέοντες οἱ λοιποὶ τῶν συμμάχων 15 τούς τε βασιλέας τῶν Λακεδαιμονίων οὐκ ὁμολογέοντας καὶ Κορινθίους ἐκλιπόντας τὴν τάξιν οίχοντο καὶ αὐτοὶ ἀπαλλασσό μενοι. 76. τέταρτον δὴ τοῦτο ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι Δωριέες, δίς τε ἐπὶ πολέμῳ ἐςβαλόντες, καὶ δὶς ἐπ ̓ ἀγαθῷ τοῦ πλήθεος τοῦ ̓Αθηναίων, πρῶτον μέν, ὅτε καὶ Μέγαρα 20 κατοίκισαν (οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος Αθηναίων ὀρθῶς πρῶτος ἂν καλέοιτο, δεύτερον δὲ καὶ τρίτον, ὅτε ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης ἀπίκοντο, τέταρτον δὲ τότε, ὅτε ἐς Ἐλευσῖνα Κλεομένης ἄγων Πελοποννησίους ἐςέβαλε, οὕτω τέταρτον τότε Δωριέες ἐςέβαλον ἐς 25 Αθήνας. 77. διαλυθέντος ὧν του στόλου τούτου ἀκλεῶς ἐν θαῦτα 'Αθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατηΐην ποι εῦνται ἐπὶ Χαλκιδέας. Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βωθέουσι ἐπὶ τὸν Εὔριπον. Αθηναίοισι δὲ ἰδοῦσι τοὺς βοηθοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν 30 συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι οἱ Ἀθηναῖοι καὶ πολλῳ. ἐκράτησαν, κάρτα δὲ πολλοὺς φονεύσαντες ἑπτακοσίους αὐτῶν ἐξώγρησαν. τῆς δὲ αὐτῆς ταύτης ἡμέρης οἱ Ἀθηναῖοι δια

4. σφίσι δόντες λόγον, mit sich selber zu Rate gehen. - 11. παραλυομένου scil. τῆς στρατηγίης, wenn der eine von dem Feldzuge entbunden wäre. 12. Τυνδαρι δέων. Kastor und Polydeukes wurden seit ältester Zeit in Sparta verehrt als untrennbare Zwillinge und waren in Gestalt zweier durch ein

Querholz verbundner Balken in dem
Tempel aufgestellt. Beim Auszuge
des Heeres wurden ihre numina
zum Schutze der Doppelkönige mit
aufgeboten, ἐπίκλητοι εἵποντο.
17. τέταρτον τοῦτο, jetzt zum
vierten Male, wird am Schluss als
Hauptsatz wieder aufgenommen. -
32. διαβάντες ἐς τὴν Εὔβοιαν.

βάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι καὶ τοῖσι Χαλκιδεύσι, νικήσαντες δὲ καὶ τούτους τετρακιςχιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι· οἱ δ ̓ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων. ὅσους δὲ καὶ τούτων εζώγρησαν, ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ, ἐν πέδῃσι 5 δήσαντες· χρόνῳ δὲ ἔλυσάν σφεας δίμνεως ἀποτιμησάμενοι. τὰς δὲ πέδας αὐτῶν, ἐν τῇσι ἐδεδέατο, ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν, αἳ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμε ναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου. καὶ τῶν λύ- 10 τρων τὴν δεκάτην ἀνέθηκαν, ποιησάμενοι τέθριππον χάλκεον· τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐςιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι· ἐπιγέγραπται δέ οἱ τάδε·

15

Ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες Παῖδες Αθηναίων ἔργμασιν ἐν πολέμου Δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· Τῶν ἵππους δεκάτην Παλλάδι τάςδ ̓ ἔθεσαν. Αθηναῖοι μέν νυν αὔξηντο· δηλοῖ δὲ οὐ κατ' ἓν μοῦνον, ἀλλὰ πανταχῇ, ἡ ἰσηγορίη ὡς ἐστὶ χρῆμα σπουδαῖον, εἰ καὶ ̓Αθη ναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοικεόντων 20

P

Dies ist als vor dem Zusammentreffen geschehen stark zu bezweifeln; denn wo waren sogleich die Schiffe zur Überschreitung des an engster Stelle doch 200 Fufs breiten Euripos? Aufserdem ist wahrscheinlich, dafs man den Ubergangspunkt mit leichter Mühe verteidigt hätte. Die Chalkidier standen offenbar in Boiotien, im Begriff, den Kämpfenden zu Hilfe zu kommen.

2. κληρούχους, Inhaber von Landlosen (κλῆροι). Sie wurden aus der Klasse der Ontes genommen und blieben im Besitze der Rechte und Pflichten athenischer Bürger. Das von Athen hier zuerst angewandte Verfahren kommt dem römischen sehr nahe. - 6. δίμνεως

διμναίους, für etwa 50 Thaler; dies war das auch im Peloponnes um diese Zeit gebräuchliche Lösegeld für Kriegsgefangene. 9. περιπεφλευσμένων, versengt. 10. τοῦ μεγάρου, ist die nach Westen gerichtete Hintercella des

[merged small][merged small][ocr errors][ocr errors][merged small][merged small]

ἦσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο· δηλοῖ ὦν ταῦτα, ὅτι κατεχόμενοι μὲν ἠθε λοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι, ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑαυτῷ προεθυμέετο κατεργάζεσθαι. οὗτοι μέν νυν 5 ταῦτα ἔπρησσον.

III. Zeitalter der Perserkriege.

. 1. Aufstand der ionischen Griechen.

A. Histiaios nach Susa berufen.

(Herod. V, 23. 24.)

23. Τειχέοντος ἤδη Ιστιαίου τοῦ Μιλησίου τὴν παρὰ Δαρείου αἰτήσας ἔτυχε δωρεὴν μισθὸν φυλακῆς τῆς σχεδίης, ἐόντος δὲ τοῦ χώρου τούτου παρὰ Στρυμόνα ποταμόν, τῷ οὔνομά ἐστι Μύρκινος, μαθὼν ὁ Μεγάβαζος τὸ ποιεύμενον ἐκ 10 τοῦ Ἱστιαίου, ὡς ἦλθε τάχιστα ἐς τὰς Σάρδις ἄγων τους Παίονας, ἔλεγε Δαρείῳ τάδε· Ὦ βασιλεῦ, κοϊόν τι χρῆμα ἐποίησας, ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ σοφῷ δοὺς ἐγκτήσασθαι πόλιν ἐν Θρηίκῃ, ἵνα ἴδη τε ναυπηγήσιμός ἐστι ἄφθονος καὶ πολλοὶ κωπέες και μέταλλα ἀργύρεα, ὅμιλός τε πολλὸς μὲν Ἕλλην πε15 ριοικέει, πολλὸς δὲ βάρβαρος, οἳ προστάτεω ἐπιλαβόμενοι ποιήσουσι τοῦτο, τὸ ἂν ἐκεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός; σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα, ἵνα μὴ οἰκηΐῳ πολέμῳ συνέχῃ· τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος παῦσον· ἐπεὰν δὲ αὐτὸν περιλάβῃς, ποιέειν, ὅκως μηκέτι ἐκεῖνος 20 ἐς Ἕλληνας ἀπίξεται. 24. ταῦτα λέγων ὁ Μεγάβαζος εὐπετέως ἔπειθε Δαρεῖον, ὡς εὖ προορέων τὸ μέλλον γίνεσθαι. μετὰ δὲ ἄγγελον πέμψας ὁ Δαρεῖος ἐς τὴν Μύρκινον ἔλεγε τάδε· Ἱστιαῖε, βασιλεὺς Δαρεῖος τάδε λέγει· ἐγὼ φροντίζων εὑρίσκω

[ocr errors][merged small][merged small][ocr errors][merged small][merged small]
[ocr errors]

ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι οὐδένα εἶναι σεῦ ἄνδρα εὐνοέστερον, τοῦτο δὲ οὐ λόγοισι, ἀλλ' ἔργοισι οἶδα μαθών. νῦν ῶν, ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάσασθαι, ἀπι κνέεο μοι πάντως, ἵνα τοι αὐτὰ ὑπερθέωμαι. τούτοισι τοῖσι ἔπεσι πιστεύσας ὁ Ἱστιαῖος, καὶ ἅμα μέγα ποιεύμενος βασιλέος 5 σύμβουλος γενέσθαι, ἀπίκετο ἐς τὰς Σάρδις. ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε· Ἱστιαῖε, ἐγώ σε μετεπεμψάμην τῶνδε εἵνεκεν· ἐπείτε τάχιστα ἐνόστησα ἀπὸ Σκυθέων και σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν, οὐδέν κω ἄλλο χρῆμα οὕτω ἐν βραχέϊ ἐπεζήτησα, ὡς σὲ ἰδεῖν τε καὶ σὲ ἐς λόγους μοι ἀπικέσθαι, 10 ἐγνωκώς, ὅτι κτημάτων πάντων ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος, τά τοι ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ ἐμά. νῦν ὦν, εὖ γὰρ ἐποίησας ἀπικόμενος, τάδε τοι ἐγὼ προτείνομαι· Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηϊκῃ πόλιν, σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα 15 ἔχε τά περ ἂν ἐγώ, ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος. 25. ταῦτα Δαρεῖος εἴπας, καὶ καταστήσας Αρταφέρνεα ἀδελφεὸν ἑωυτοῦ ὁμοπάτριον υπαρχον εἶναι Σαρδίων, ἀπήλαυνε ἐς Σοῦσα ἅμα ἀγόμενος Ιστιαῖον, Ὀτάνεα δὲ ἀποδέξας στρατη γὸν εἶναι τῶν παραθαλασσίων ἀνδρῶν.

B. Ausbruch des Aufstandes.

(Herod. V, 35-38.)

20

35. Αρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν τῷ ̓Αρταφέρνει ἐκπληρῶσαι· ἅμα δὲ ἐπίεζέ μιν ἡ δαπάνη τῆς στρα τιῆς ἀπαιτεομένη, ἀρρωδεέ τε τοῦ στρατοῦ πρήξαντος κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος, ἐδόκεε τε τὴν βασιληίην Μιλή του ἀπαιρεθήσεσθαι. ἀρρωδέων δὲ τούτων ἕκαστα ἐβουλεύετο 25 ἀπόστασιν. συνέπιπτε γὰρ καὶ τὸν ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου, σημαίνοντα ἀπίστασθαι Αρισταγόρῃ ἀπὸ βασιλέος. γὰρ Ἱστιαῖος βουλόμενος τῷ

[blocks in formation]
[ocr errors]

Artaphernes auch Truppen geliefert, die unter Megabates standen; für den Fall des Mifslingens jedoch hatte Aristagoras Erstattung der Kriegskosten zusagen müssen. Der Zug war erfolglos durch Neid und Verrat des Megabates. — 26. συνέπιπτε, es traf sich zu gleicher Zeit. τὸν ἐστιγμένον, der

« IndietroContinua »