Immagini della pagina
PDF
ePub

ὁ δὲ ̓Αλέξανδρος ἀποστραφεὶς πρὸς Ξενόδοχον τὸν Καρδιανὸν καὶ τὸν Κολοφώνιον Αρτέμιον „Οὐ δοκοῦσιν εἶπεν ὑμῖν οἱ Ἕλληνες ἐν τοῖς Μακεδόσιν ὥσπερ ἐν θηρίοις ἡμίθεοι περιπατεῖν;“ τοῦ δὲ Κλείτου μὴ εἴκοντος, ἀλλὰ εἰς μέσον ἃ βού 5 λεται λέγειν τὸν ̓Αλέξανδρον κελεύοντος ἢ μὴ καλεῖν ἐπὶ δεῖπνον ἄνδρας ἐλευθέρους καὶ παρρησίαν ἔχοντας, ἀλλὰ μετὰ βαρβάρων ζῆν καὶ ἀνδραπόδων, οἳ τὴν Περσικὴν ζώνην καὶ τὸν διάλευκον αὐτοῦ χιτῶνα προςκυνήσουσιν, οὐκέτι φέρων τὴν ὀργὴν ̓Αλεξανδρος μήλων παρακειμένων ἑνὶ βαλὼν ἔπαισεν 10 αὐτὸν καὶ τὸ ἐγχειρίδιον ἐζήτει. τῶν δὲ σωματοφυλάκων ἑνὸς Αριστοφάνους φθάσαντος ὑφελέσθαι, καὶ τῶν ἄλλων περιεχόντων καὶ δεομένων, ἀναπηδήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺς ὑπασπιστάς (τοῦτο δὲ ἦν σύμβολον θορύβου μεγάλου) καὶ τὸν σαλπιγκτὴν ἐκέλευσε σημαίνειν, καὶ πὺξ ἔπαισεν ὡς διατρίβοντα 15 καὶ μὴ βουλόμενον. οὗτος μὲν οὖν ὕστερον εὐδοκίμησεν ὡς τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αιτιώτατος γενόμενος. τὸν δὲ Κλεῖτον οὐχ ὑφιέμενον οἱ φίλοι μόλις ἐξέωσαν τοῦ ἀνδρῶνος. ὁ δὲ κατ ̓ ἄλλας θύρας αὖθις εἰσῄει μάλα ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ ̓Ανδρομάχης ἰαμβεῖα ταῦτα 20 περαίνων·

οἴμοι, καθ ̓ Ἑλλάδ ̓ ὡς κακῶς νομίζεται. οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Αλέξανδρος αἰχμὴν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει. πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ 25 βρυχήματος εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν. καὶ γενόμενος παρ' ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμὴν ἔφθασε, παῖσαι δ ̓ ἑαυτὸν ὁρμή

[blocks in formation]

σας παρὰ τὸν τράχηλον ἐπεσχέθη, τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βία παρενεγκόντων εἰς τὸν θάλαμον.

52. Ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος 5 ἔκειτο, βαρεῖς ἀναφέρων στεναγμούς, δείσαντες οἱ φίλοι τὴν ἀποσιώπησιν εἰσῆλθον βίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους, ̓Αριστάνδρου δὲ τοῦ μάντεως ὑπομιμνήσκοντος αὐτὸν τήν τε ὄψιν, ἣν εἶδε περὶ τοῦ Κλείτου, καὶ τὸ σημεῖον, ὡς δὴ πάλαι καθειμαρμένων τούτων, ἔδοξεν ἐνδιδόναι.

10

7. Alexanders Kampf gegen Poros (Plut. Alex. 60).

60. Τὰ δὲ πρὸς Πῶρον αὐτὸς ἐν ταῖς ἐπιστολαῖς ὡς ἐπράχθη γέγραφε. φησὶ γὰρ ἐν μέσῳ τῶν στρατοπέδων τοῦ Υδάσπου ῥέοντος ἀντιπόρους ἱστάντα τοὺς ἐλέφαντας ἀεὶ τὸν Πῶρον ἐπιτηρεῖν τὴν διάβασιν. αὑτὸν μὲν οὖν καθ ̓ ἡμέραν ἑκάστην ψόφον ποιεῖν καὶ θόρυβον ἐν τῷ στρατοπέδῳ πολύν, 15 ἐθίζοντα τοὺς βαρβάρους μὴ φοβεῖσθαι· νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνου λαβόντα τῶν πεζῶν μέρος, ἱππεῖς δὲ τοὺς κρατίστους καὶ προελθόντα πόρρω τῶν πολεμίων διαπερᾶσαι πρὸς νῆσον οὐ μεγάλην. ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυθέντος ὄμ βρου, πρηστήρων δὲ πολλῶν καὶ κεραυνῶν εἰς τὸν στρατόπεδον 20 φερομένων, ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμφλεγομένους ὑπὸ τῶν κεραυνῶν ἀπὸ τῆς νησῖδος ἄρας προςφέρεσθαι ταῖς ἀντιπέρας ὄχθαις. τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦ χειμῶνος ἐπιόντα καὶ μετέωρον ἔκρηγμα ποιῆσαι μέγα, καὶ πολὺ μέρος ἐκείνῃ φέρεσθαι τοῦ ῥεύματος· αὐτὸς δὲ δέξασθαι τὸ 25

11. Die Schlacht fällt Anfang Mai 326. Ubrigens ist die folgende Skizze Plutarchs in betreff des Militärischen höchst unvollständig, und die Vergleichung der Darstellungen von Arrian, Curtius, Diodor u. a. zeigt die Schwierigkeit des Angriffs, wie auch den Ernst und die Gefahr des Kampfes in einem weit deutlicheren Lichte. - 13. ἀντιπόρους, gegenüber an die Furt,

welche man passieren musste.
21. ὅμως ὁρῶν, obwohl er sah, den-
noch —; ὁρῶν, Übergang vom Sub-
jektsaccusativ in den gebräuch-
licheren Nom. 24. μετέωρον
ἔκρηγμα ποιῆσαι, der hochgehende
Flufs habe einen Durchbruch der
Ufer bewirkt und habe einen Arm
dahin ergossen.
- 25. δέξασθαι τὸ
μέσον, er selbst sei auf das in der
Mitte dieses Durchbruchs liegende

[ocr errors]

μέσον οὐ βεβαίως, ἅτε δὴ συνολισθάνον καὶ περιρρηγνύμενον ̇ ἐνταῦθα δὲ εἰπεῖν φασιν αὐτόν· Ω 'Αθηναῖοι, ἆρά γε πιστεύ σαιτε ἄν, ἡλίκους ὑπομένω κινδύνους ἕνεκα τῆς παρ' ὑμῖν εὐδοξίας, ἀλλὰ τοῦτο μὲν Ονησίκριτος εἴρηκεν, αὐτὸς δέ φησι 5 τὰς σχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλων τὸ ἔκρηγμα διαβαίνειν ἄχρι μαστῶν βρεχομένους, διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι λογιζόμενος, εἰ μὲν οἱ πολέμιοι τοῖς ἵπ ποις προςβάλοιεν, πολὺ κρατήσειν, εἰ δὲ κινοῖεν τὴν φάλαγγα, φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προςγενομένους· θάτερον δὲ 10 συμβῆναι. τῶν γὰρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος, τὰ μὲν ἅρματα λαβεῖν ἅπαντα, τῶν δ ̓ ἱππέων ἀνελεῖν τετρακοσίους. οὕτω δὴ συμφρονήσαντα τὸν Πώρον, ὡς αὐτὸς εἴη διαβεβηκὼς ̓Αλέξανδρος, ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι 15 τῶν Μακεδόνων ἀπέλιπε, φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ δεξιῷ προςβαλεῖν κελεῦσαι. γενομένης δὲ τροπῆς ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸς τὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζομένους, ὅθεν ἤδη τὴν μάχην ἀναμεμιγμένην εἶναι, καὶ 20 μόλις ὀγδόης ὥρας ἀπειπεῖν τοὺς πολεμίους. ταῦτα μὲν οὖν ὁ τῆς μάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς εἴρηκεν. οἱ δὲ πλεῖστοι τῶν συγγραφέων ὁμολογοῦσι τὸν Πῶρον ὑπεραίροντα τεσσάρων πηχῶν σπιθαμῇ τὸ μῆκος ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρία διὰ τὸ μέγεθος καὶ τὸν ὄγκον 25 τοῦ σώματος. καίτοι μέγιστος ἦν ὁ ἐλέφας· σύνεσιν δὲ θαυμαστὴν ἐπεδείξατο και κηδεμονίαν τοῦ βασιλέως, ἐρρωμένου μὲν ἔτι θυμῷ τοὺς προςμαχομένους ἀμυνόμενος καὶ ἀνακόπτων, ὡς δὲ ᾔσθετο βελῶν πλήθει καὶ τραυμάτων κάμνοντα, δείσας μὴ περιρρυῇ, τοῖς μὲν γόνασιν εἰς γῆν ὑφῆκε πράως ἑαυτόν, 30 τῇ δὲ προνομαίᾳ λαμβάνων ἀτρέμα τῶν δορατίων ἕκαστον ἐξῄρει τοῦ σώματος. ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον ὁ ̓Αλέξανδρος

[merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small]

ἠρώτα, πῶς αὐτῷ χρήσηται, Βασιλικῶς“ εἶπε· προςπυθομένου δέ, μή τι ἄλλο λέγει, „Πάντα“ εἶπεν „ἐστὶν ἐν τῷ βασιλικῶς. οὐ μόνον οὖν ἀφῆκεν αὐτὸν ἄρχειν ὧν ἐβασίλευε σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν καὶ τοὺς αὐτονόμους καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεν- 5 τακιςχιλίας ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν· ἄλλην δὲ τρὶς τοσαύτην ἧς Φίλιππον τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.

2. μή τι ἄλλο λέγει, ob er nicht vielleicht etwas anderes meine.

3

« IndietroContinua »