Immagini della pagina
PDF
ePub

8. Schlacht bei Mantineia (Xen. Hell. VII 5, 4-fin.)

9. Demosthenes (Plut. Dem. 7. 12. 16. 28. 29. 30)

10. Demosthenes über die Schlacht bei Chaironeia (Dem. Cor. § 169-179. 188-195. 199-221).

VII. Alexander der Grofse.

1. Alexanders früheres Leben (Plut. Alex. 3. 4. 5. 14. 23)
2. Schlacht am Granikos (Arrian. Anab. I 13-16)

Seite

120

. 126

129

142

.

146

3. Schlacht bei Issos (Arrian. Anab. II 6-12).

152

4. Belagerung von Tyros (Arrian. Anab. II 16—24)

163

5. Aus der Schlacht bei Arbela (Plut. Alex. 31-33)

174

6. Tod des Kleitos (Plut. Alex. 50-52)

178

7. Kampf gegen Poros (Plut. Alex. 60)

181

IV. HEGEMONIE ATHENS.

1. Aristeides (Plutarch. Arist. 1. 2. 3. 4. 5. 7. 25).

1. Αριστείδης ὁ Λυσιμάχου φυλῆς μὲν ἦν Αντιοχίδος, τῶν δὲ δήμων ̓Αλωπεκῆθεν. Περὶ δ ̓ οὐσίας αὐτοῦ λόγοι διάφοροι γεγόνασιν, οἱ μὲν ὡς ἐν πενία συντόνῳ καταβιώσαντος καὶ μετὰ τὴν τελευτὴν ἀπολιπόντος θυγατέρας δύο πολὺν χρόνον ἀνεκδότους δι ̓ ἀπορίαν γενομένας· πρὸς δὲ τοῦτον τὸν λόγον 5 ὑπὸ πολλῶν εἰρημένον ἀντιτασσόμενος ὁ Φαληρεὺς Δημήτριος ἐν τῷ Σωκράτει χωρίον Φαληροί φησι γινώσκειν ̓Αριστείδου γενόμενον, ἐν ᾧ τέθαπται, καὶ τεκμήρια τῆς περὶ τὸν οἶκον εὐπορίας προφέρει οὐκ ἀσφαλῆ, φιλοτιμούμενος τῆς πενίας αὐτὸν ἐξελέσθαι ὡς μεγάλου κακοῦ.

10

2. Αριστείδης δὲ Κλεισθένους μὲν τοῦ καταστησαμένου τὴν πολιτείαν μετὰ τοὺς τυράννους ἑταῖρος γενόμενος, ζηλώσας δὲ καὶ θαυμάσας μάλιστα τῶν πολιτικῶν ἀνδρῶν Λυκοῦργον τὸν Λακεδαιμόνιον, ἥψατο μὲν ἀριστοκρατικῆς πολιτείας, ἔσχε δ ̓ ἀντιτασσόμενον ὑπὲρ τοῦ δήμου Θεμιστοκλέα τον Νεοκλέους. 15 Ενιοι μὲν οὖν φασιν παῖδας ὄντας αὐτοὺς καὶ συντρεφομένους ἀπ ̓ ἀρχῆς ἐν παντὶ καὶ σπουδῆς ἐχομένῳ καὶ παιδιᾶς πράγματι καὶ λόγῳ διαφέρεσθαι πρὸς ἀλλήλους, καὶ τὰς φύσεις εὐθὺς ὑπὸ τῆς φιλονεικίας ἐκείνης ἀνακαλύπτεσθαι, τὴν μὲν εὐχερῆ καὶ παράβολον καὶ πανοῦργον οὖσαν καὶ μετ ̓ ὀξύτητος ἐπὶ 20

3. ὡς

[ocr errors]

Inhalt nicht näher bekannt ist. καταβιώσαντος scil. αὐ

τοῦ. Δημήτριος aus Φάληρον, dem ältern Hafenplatz Athens, Staatsmann und Rhetor unter den ersten Nachfolgern Alexanders, schrieb unter vielen geschichtlichen und philosophischen Schriften auch ein ,,Sokrates" betiteltes Werk, dessen Historisches Quellenbuch. Ι, 2.

[ocr errors]

9. οὐκ

7. χωρίον, Grundstück.
ἀσφαλῆ. Plutarch erörtert dies in
weiterer, hier fortgelassener Aus-
einandersetzung.

15. ἀντιτασσόμενον ὑπέρ: als gegnerischen Vorkämpfer für die Sache des Volks. — 17. σπουδῆς ἐχομένῳ, an

1

πάντα ῥᾳδίως φερομένην, τὴν δ ̓ ἱδρυμένην ἐν ἤθει βεβαίῳ καὶ πρὸς τὸ δίκαιον ἀτενεῖ, ψεῦδος δὲ καὶ βωμολοχίαν καὶ ἀπάτην οὐδ ̓ ἐν παιδιᾶς τινι τρόπῳ προσιεμένην.

66

Ὁ μὲν οὖν Θεμιστοκλῆς εἰς ἑταιρείαν ἐμβαλὼν ἑαυτὸν εἶχε 5 πρόβλημα καὶ δύναμιν οὐκ εὐκαταφρόνητον, ὥστε καὶ πρὸς τὸν εἰπόντα καλῶς αὐτὸν ἄρξειν Αθηναίων, ἄνπερ ἴσος ᾖ καὶ κοι νὸς ἅπασι „Μηδέποτε“ εἰπεῖν εἰς τοῦτον ἐγὼ καθίσαιμι τὸν θρόνον, ἐν ᾧ πλέον οὐδὲν ἕξουσιν οἱ φίλοι παρ ̓ ἐμοὶ τῶν ἀλλοτρίων. Αριστείδης δὲ καθ' ἑαυτὸν ὥσπερ ὁδὸν ἰδίαν 10 ἐβάδιζε διὰ τῆς πολιτείας, πρῶτον μὲν οὐ βουλόμενος συναδικεῖν τοῖς ἑταίροις ἢ λυπηρὸς εἶναι μὴ χαριζόμενος, ἔπειτα τὴν ἀπὸ τῶν φίλων δύναμιν οὐκ ὀλίγους ἰδὼν ἐπαίρουσαν ἀδικεῖν ἐφυλάττετο, μόνῳ τῷ χρηστὰ καὶ δίκαια πράττειν καὶ λέγειν ἀξιῶν θαρρεῖν τὸν ἀγαθὸν πολίτην.

15

3. Θαυμαστὴ δέ τις ἐφαίνετο αὐτοῦ παρὰ τὰς ἐν τῇ πολιτεία μεταβολὰς ἡ εὐστάθεια, μήτε ταῖς τιμαῖς ἐπαιρομένου πρός τε τὰς δυσημερίας ἀθορύβως καὶ πράως ἔχοντος καὶ ὁμοίως ἡγουμένου χρῆναι τῇ πατρίδι παρέχειν ἑαυτὸν οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης προῖκα καὶ ἀμισθὶ πολιτευόμενον. Ὅθεν, 20 ὡς ἔοικε, τῶν εἰς Αμφιάραον ὑπ ̓ Αἰσχύλου πεποιημένων ιαμβείων ἐν τῷ θεάτρω λεγομένων

οὐ γὰρ δοκεῖν δίκαιος, ἀλλ ̓ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἀφ ̓ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα,

25 πάντες ἀπέβλεψαν εἰς ̓Αριστείδην, ὡς ἐκείνῳ μάλιστα τῆς ἀρε τῆς ταύτης προσηκούσης.

4. Οὐ μόνον δὲ πρὸς εὔνοιαν καὶ χάριν, ἀλλὰ καὶ πρὸς ὀργὴν καὶ πρὸς ἔχθραν ισχυρότατος ἦν ὑπὲρ τῶν δικαίων ἀντιστῆναι. Λέγεται γοῦν ποτε διώκων ἐχθρὸν ἐν δικαστηρίῳ, μετὰ

[merged small][ocr errors][merged small][merged small][merged small]

τὴν κατηγορίαν οὐ βουλομένων ἀκούειν τοῦ κινδυνεύοντος τῶν δικαστῶν, ἀλλὰ τὴν ψῆφον εὐθὺς αἰτούντων ἐπ ̓ αὐτόν, ἀναπηδήσας τῷ κρινομένῳ συνικετεύειν, ὅπως ἀκουσθείη καὶ τύχοι τῶν νομίμων· πάλιν δὲ κρίνων ἰδιώταις δυσί, τοῦ ἑτέρου λέγοντος, ὡς πολλὰ τυγχάνει τὸν ̓Αριστείδην ὁ ἀντίδικος λελυ- 5 πηκώς λέγ', ώ γαθέ“ φάναι, μᾶλλον, εἴ τι σὲ κακὸν πεποίηκε· σοι γάρ, οὐκ ἐμαυτῷ δικάζω.

66

5. Ἐπεὶ δὲ Δᾶτις ὑπὸ Δαρείου πεμφθεὶς λόγῳ μὲν ἐπιθεῖναι δίκην ̓Αθηναίοις, ὅτι Σάρδεις ἐνέπρησαν, ἔργῳ δὲ καταστρέψασθαι τοὺς Ἕλληνας, εἰς Μαραθῶνα παντὶ τῷ στόλῳ 10 κατέσχε καὶ τὴν χώραν ἐπόρθει, τῶν δέκα καθεστώτων τοῖς Αθηναίοις ἐπὶ τὸν πόλεμον στρατηγῶν μέγιστον μὲν εἶχεν ἀξίωμα Μιλτιάδης, δόξῃ δὲ καὶ δυνάμει δεύτερος ἦν ̓Αριστείδης. Καὶ τότε περὶ τῆς μάχης γνώμῃ τῇ Μιλτιάδου προςθέμενος οὐ μικρὰν ἐποίησε ῥοπήν· καὶ παρ ̓ ἡμέραν ἑκάστου στρατηγοῦ τὸ 15 κράτος ἔχοντος, ὡς περιῆλθεν εἰς αὐτον ἡ ἀρχή, παρέδωκε Μιλτιάδῃ, διδάσκων τοὺς συνάρχοντας, ὅτι τὸ πείθεσθαι καὶ ἀκολουθεῖν τοῖς εὖ φρονοῦσιν οὐκ αἰσχρόν, ἀλλὰ σεμνόν ἐστι καὶ σωτήριον. Οὕτω δὲ πραΰνας τὴν φιλονεικίαν καὶ προτρεψά μενος αὐτους ἀγαπᾶν μιᾷ γνώμῃ τῇ κρατίστῃ χρωμένους, ἔρ-20 ρωσε τὸν Μιλτιάδην τῷ ἀπερισπάστῳ τῆς ἐξουσίας ἰσχυρὸν γενόμενον. Χαίρειν γὰρ ἐῶν ἕκαστος ἤδη τὸ παρ' ἡμέραν ἄρχειν ἐκείνῳ προσεῖχεν. Ἐν δὲ τῇ μάχῃ μάλιστα τῶν ̓Αθηναίων τοῦ μέσου πονήσαντος καὶ πλεῖστον ἐνταῦθα χρόνον τῶν βαρβάρων ἀντερεισάντων κατὰ τὴν Λεοντίδα καὶ τὴν ̓Αντιοχίδα 25 φυλήν, ἠγωνίσαντο λαμπρῶς τεταγμένοι παρ ̓ ἀλλήλους ὅ τε Θεμιστοκλῆς καὶ ὁ ̓Αριστείδης· ὁ μὲν γὰρ Λεοντίδος ἦν, ὁ δ ̓ Αντιοχίδος· ἐπεὶ δὲ τρεψάμενοι τοὺς βαρβάρους ἐνέβαλον εἰς τὰς ναῦς καὶ πλέοντας οὐκ ἐπὶ νήσων ἑώρων, ἀλλ ̓ ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάσσης εἴσω πρὸς τὴν ̓Αττικὴν ἀποβια- 30 ζομένους, φοβηθέντες μὴ τὴν πόλιν ἔρημον λάβωσι τῶν ἀμυ

sondern auch bei Hafs und Feindschaft mutig genug, für das Recht einzutreten. 4. κρίνων, als Schiedsrichter zwischen zwei Privatleuten.

14. προςθέμενος, scil. γνώμην, beistimmend, οὐ μικρὰν ἐποίησε ῥοπήν, gab er keine geringe Entscheidung (momentum). — 15. παρ' ἡμέραν,

einen Tag lang. 16. περιῆλθεν ,,der Reihe nach herum kam" (vgl. Heft I S. 36, Z. 9). — 20. άyanãv, sich zu begnügen mit dem Anschlufs an eine und zwar die trefflichste Ansicht.

21. τῷ ἀπερισπάστῳ, durch die Nicht-Entziehung des Oberbefehls.

22. χαίρειν ἐᾶν, etwas aufgeben, fahren lassen. - · 29. ἐπὶ νήσων, nach

νομένων, ταῖς μὲν ἐννέα φυλαῖς ἠπείγοντο πρὸς τὸ ἄστυ καὶ κατήνυσαν αυθημερόν· ἐν δὲ Μαραθῶνι μετὰ τῆς ἑαυτοῦ φυλῆς ̓Αριστείδης ἀπολειφθεὶς φύλαξ τῶν αἰχμαλώτων καὶ τῶν λαφύρων οὐκ ἐψεύσατο τὴν δόξαν, ἀλλὰ χύδην μὲν ἀργύρου 5 καὶ χρυσοῦ παρόντος, ἐσθῆτος δὲ παντοδαπῆς καὶ χρημάτων ἄλλων ἀμυθήτων ἐν ταῖς σκηναῖς καὶ τοῖς ἡλωκόσι σκάφεσιν ὑπαρχόντων, οὔτ ̓ αὐτὸς ἐπεθύμησε θιγεῖν οὔτ ̓ ἄλλον εἴασε, πλὴν εἴ τινες ἐκεῖνον λαθόντες ὠφελήθησαν.

7. Τῷ δ ̓ οὖν ̓Αριστείδῃ συνέβη τὸ πρῶτον ἀγαπωμένω 10 διὰ τὴν ἐπωνυμίαν ὕστερον φθονεῖσθαι, μάλιστα μὲν τοῦ Θεμι στοκλέους λόγον εἰς τοὺς πολλοὺς ἐμβαλόντος, ὡς ̓Αριστείδης ἀνῃρηκὼς τὰ δικαστήρια τῷ κρίνειν ἅπαντα καὶ δικάζειν λέληθε μοναρχίαν ἀδορυφόρητον ἑαυτῷ κατεσκευασμένος· ἤδη δέ που καὶ ὁ δῆμος ἐπὶ τῇ νίκῃ μέγα φρονῶν καὶ τῶν μεγίστων ἀξιῶν 15 αὑτὸν ἤχθετο τοῖς ὄνομα καὶ δόξαν ὑπὲρ τοὺς πολλοὺς ἔχουσι. Καὶ συνελθόντες εἰς ἄστυ πανταχόθεν ἐξοστρακίζουσι τὸν ̓Αριστείδην, ὄνομα τῷ φθόνῳ τῆς δόξης φόβον τυραννίδος θέμενοι. Μοχθηρίας γὰρ οὐκ ἦν κόλασις ὁ ἐξοστρακισμός, ἀλλ ̓ ἐκαλεῖτο μὲν δι ̓ εὐπρέπειαν ὄγκου καὶ δυνάμεως βαρυτέρας ταπείνωσις 20 και κόλουσις, ἦν δὲ φθόνου παραμυθία φιλάνθρωπος.

[ocr errors]

Γραφομένων οὖν τότε τῶν ὀστράκων λέγεται τινα τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ ̓Αριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν, ὅπως ̓Αριστεί δην ἐγγράψειε. Τοῦ δὲ θαυμάσαντος καὶ πυθομένου, μή τι 25 κακὸν αὐτὸν ̓Αριστείδης πεποίηκεν Οὐδέν εἶπεν οὐδὲ γινώσκω τὸν ἄνθρωπον, ἀλλ ̓ ἐνοχλοῦμαι πανταχοῦ τὸν Δίκαιον ἀκούων. Ταῦτα ἀκούσαντα τὸν ̓Αριστείδην ἀποκρίνασθαι μὲν οὐδέν, ἐγγράψαι δὲ τοὔνομα τῷ ὀστράκῳ καὶ ἀποδοῦναι. Τῆς δὲ πόλεως ἀπαλλαττόμενος ἤδη, τὰς χεῖρας ἀνατείνας πρὸς τὸν 30 οὐρανὸν εὔξατο τὴν ἐναντίαν, ὡς ἔοικεν, εὐχὴν τῷ ̓Αχιλλεῖ,

66

[blocks in formation]
« IndietroContinua »