Immagini della pagina
PDF
ePub

ὡς πολεμοποιοῦντα. καὶ ὑμεῖς δὲ οἱ λοχαγοί τε καὶ οἱ μετὰ τούτων τεταγμένοι, ἀνίστασθε, καὶ λαβόντες ἀπάγετε τοῦτον ἔνθα εἴρηται. οἱ μὲν δὴ εἰδότες τὸ πρᾶγμα παρῆσάν τε καὶ ἐπείθοντο καὶ ξυνελάμβανον· τῶν δὲ μὴ εἰδότων, ἐναντίων δὲ 5 ὄντων τοῖς περὶ Λεοντιάδην, οἱ μὲν ἔφυγον εὐθὺς ἔξω τῆς πόλεως, δείσαντες μὴ ἀποθάνοιεν· οἱ δὲ καὶ οἴκαδε πρῶτον ἀπεχώρησαν· ἐπεὶ δὲ εἱργμένον τὸν Ἰσμηνίαν ᾔσθοντο ἐν τῇ Καδμεία, τότε δὴ ἀπεχώρησαν εἰς τὰς Αθήνας οἱ ταὐτὰ γιγνώσκοντες Ανδροκλείδᾳ τε καὶ Ἰσμηνία μάλιστα τριακόσιοι. ὡς δὲ 10 ταῦτ ̓ ἐπέπρακτο, πολέμαρχον μὲν ἀντὶ Ἰσμηνίου ἄλλον εἵλοντο, ὁ δὲ Λεοντιάδης εὐθὺς εἰς Λακεδαίμονα ἐπορεύετο. εὗρε δ' ἐκεῖ τοὺς μὲν ἐφόρους καὶ τῆς πόλεως τὸ πλῆθος χαλεπῶς ἔχοντας τῷ Φοιβίδᾳ, ὅτι οὐ προςταχθέντα ὑπὸ τῆς πόλεως ταῦτα ἐπεπράχει· ὁ μέντοι ̓Αγησίλαος ἔλεγεν ὅτι, εἰ μὲν βλαβερὰ τῇ 15 Λακεδαίμονι πεπραχὼς εἴη, δίκαιος εἴη ζημιούσθαι· εἰ δὲ ἀγαθά, ἀρχαῖον εἶναι νόμιμον ἐξεῖναι τὰ τοιαῦτα αὐτοσχεδιάζειν. αὐτὸ οὖν τοῦτ ̓, ἔφη, προσήκει σκοπεῖν, πότερον ἀγαθὰ ἢ κακά ἐστι τὰ πεπραγμένα. ἔπειτα μέντοι ὁ Λεοντιάδης ἐλθὼν εἰς τοὺς ἐκκλήτους ἔλεγε τοιάδε· ̓́Ανδρες Λακεδαιμόνιοι, ὡς μὲν πολε20 μικῶς ὑμῖν εἶχον οἱ Θηβαῖοι, πρὶν τὰ νῦν πεπραγμένα γενέσθαι, καὶ ὑμεῖς ἐλέγετε· ἑωρᾶτε γὰρ ἀεὶ τούτους τοῖς μὲν ὑμετέροις δυςμενέσι φιλικῶς ἔχοντας, τοῖς δ ̓ ὑμετέροις φίλοις ἐχθροὺς ὄντας. οὐκ ἐπὶ μὲν τὸν ἐν Πειραιεῖ δῆμον, πολεμιώτατον ὄντα ὑμῖν, οὐκ ἠθέλησαν συστρατεύειν; Φωκεῦσι δὲ ὅτι ὑμᾶς εὐμε 25 νεῖς ὄντας ἑώρων, ἐπεστράτευον; ἀλλὰ μὴν καὶ πρὸς Ολυνθίους εἰδότες ὑμᾶς πόλεμον ἐκφέροντας ξυμμαχίαν ἐποιοῦντο, καὶ ὑμεῖς γε τότε μὲν ἀεὶ προσείχετε τὸν νοῦν, πότε ἀκούσεσθε βιαζομένους αὐτοὺς τὴν Βοιωτίαν ὑφ ̓ αὑτοῖς εἶναι· νῦν δ ̓ ἐπεὶ τάδε πέπρακται, οὐδὲν ὑμᾶς δεῖ Θηβαίους φοβεῖσθαι· ἀλλ ̓ 30 ἀρκέσει ὑμῖν μικρὰ σκυτάλη ὥστε ἐκεῖθεν πάντα ὑπηρετεῖσθαι

--

in Rom beim Feste der Bona Dea.
– 1. πολεμοποιοῦντα; wie das ge-
meint ist, zeigt S. 101, Z. 6 ff.
3. ἔνθα εἴρηται „,ins Gefängnis ".
Derselbe Euphemismus oben S. 88,
Z. 10 und öfter. 10. ällov, näm-
lich den Archias, über welchen S. 102,
2. 1. 13. Φοιβίδα. Nach späteren
Schriftstellern ward er abgesetzt
und um 1000 Drachmen gestraft

-

(ein Fall, der schon bedeutendes
Privatvermögen in Sparta voraus-
setzt), natürlich nur um den Schein
zu retten. 24. Φωκεύσι. Im Be-
ginn des sog. korinthischen Krieges
395 zog Ismenias mit 6000 Mann
aus Theben gegen die von einem
spartanischen Harmosten komman-
dierten Phokier und besiegte sie
völlig. 30. σκυτάλη, hier
= De-

ὅσων ἂν δέησθε, ἐὰν ὥσπερ ἡμεῖς ὑμῶν, οὕτω καὶ ὑμεῖς ἡμῶν ἐπιμελῆσθε. ἀκούουσι ταῦτα τοῖς Λακεδαιμονίοις ἔδοξε τήν τε ἀκρόπολιν ὥσπερ κατείληπτο φυλάττειν καὶ Ἰσμηνία κρίσιν ποιῆσαι. ἐκ δὲ τούτου πέμπουσι δικαστὰς Λακεδαιμονίων μὲν τρεῖς, ἀπὸ δὲ τῶν συμμαχίδων ἕνα ἀφ' ἑκάστης καὶ μικρᾶς καὶ 5 μεγάλης πόλεως. ἐπεὶ δὲ ξυνεκαθέζετο τὸ δικαστήριον, τότε δὴ κατηγορεῖτο τοῦ Ἰσμηνίου καὶ ὡς βαρβαρίζοι καὶ ὡς ξένος τῷ Πέρσῃ ἐπ ̓ οὐδενὶ ἀγαθῷ τῆς Ἑλλάδος γεγενημένος εἴη καὶ ὡς τῶν παρὰ βασιλέως χρημάτων μετειληφὼς εἴη καὶ ὅτι τῆς ἐν τῇ Ἑλλάδι ταραχῆς πάσης ἐκεῖνός τε καὶ ̓Ανδροκλείδας αιτιώτατοι 10 εἶεν. ὁ δὲ ἀπελογεῖτο μὲν πρὸς πάντα ταῦτα, οὐ μέντοι ἔπειθέ γε τὸ μὴ οὐ μεγαλοπράγμων τε καὶ κακοπράγμων εἶναι. καὶ ἐκεῖνος μὲν κατεψηφίσθη καὶ ἀποθνήσκει· οἱ δὲ περὶ Λεοντιά δην εἶχόν τε τὴν πόλιν καὶ τοῖς Λακεδαιμονίοις ἔτι πλείω ὑπη ρέτουν ἢ προσετάττετο αὐτοῖς.

4. Befreiung Thebens durch Pelopidas 379
(Xen. Hell. V 4, 1-12).

15

Πολλὰ μὲν οὖν ἄν τις ἔχοι καὶ ἄλλα λέγειν καὶ Ἑλληνικὰ καὶ βαρβαρικά, ὡς θεοὶ οὔτε τῶν ἀσεβούντων οὔτε τῶν ἀνόσια ποιούντων ἀμελοῦσι· νῦν γε μὴν λέξω τὰ προκείμενα. Λακεδαιμόνιοί τε γὰρ οἱ ὀμόσαντες αὐτονόμους ἐάσειν τὰς πόλεις τὴν ἐν Θήβαις ἀκρόπολιν κατασχόντες ὑπ ̓ αὐτῶν μόνων τῶν 20 ἀδικηθέντων ἐκολάσθησαν, πρῶτον οὐδ ̓ ὑφ ̓ ἑνὸς τῶν πώποτε ἀνθρώπων κρατηθέντες, τούς τε τῶν πολιτῶν εἰσαγαγόντας εἰς τὴν ἀκρόπολιν αὐτοὺς καὶ βουληθέντας Λακεδαιμονίοις τὴν πόλιν δουλεύειν, ὥστε αὐτοὶ τυραννεῖν, τὴν τούτων ἀρχὴν ἑπτὰ μόνον τῶν φυγόντων ἤρκεσαν καταλῦσαι. ὡς δὲ τοῦτ ̓ ἐγέ- 25 νετο διηγήσομαι.

[merged small][merged small][merged small][merged small][ocr errors][merged small]

Ἦν τις Φυλλίδας, ὃς ἐγραμμάτευε τοῖς περὶ ̓Αρχίαν πολεμάρχοις, καὶ τἄλλα ὑπηρετήκει, ὡς ἐδόκει, ἄριστα. τούτῳ δ ̓ ἀφιγμένῳ ̓Αθήναζε κατὰ πρᾶξίν τινα καὶ πρόσθεν γνώριμος ὢν Μέλων τῶν ̓Αθήναζε πεφευγότων Θηβαίων συγγίγνεται, καὶ 5 διαπυθόμενος μὲν τὴν περὶ ̓Αρχίαν τε τὸν πολεμαρχοῦντα καὶ τὴν περὶ Φίλιππον τυραννίδα, γνοὺς δὲ ἔτι μᾶλλον μισοῦντα αὐτὸν τὰ οἴκοι αὑτοῦ, πιστὰ δοὺς καὶ λαβὼν συνέθετο ὡς δεῖ ἕκαστα γίγνεσθαι. ἐκ δὲ τούτου προςλαβὼν ὁ Μέλων ἓξ τοὺς ἐπιτηδειοτάτους τῶν φευγόντων ξιφίδια ἔχοντας καὶ ἄλλο ὅπλον 10 οὐδέν, ἔρχεται πρῶτον μὲν εἰς τὴν χώραν νυκτός· ἔπειτα δὲ ἡμερεύσαντες ἔν τινι τόπῳ ἐρήμῳ πρὸς τὰς πύλας ἦλθον, ὡς δὴ ἐξ ἀγροῦ ἀπιόντες, ἡνίκαπερ οἱ ἀπὸ τῶν ἔργων ὀψιαίτατοι. ἐπεὶ δ ̓ εἰσῆλθον εἰς τὴν πόλιν, διενυκτέρευσαν μὲν ἐκείνην τὴν νύκτα παρὰ Χάρωνί τινι, καὶ τὴν ἐπιοῦσαν δ ̓ ἡμέραν διη15 μέρευσαν. ὁ μὲν οὖν Φυλλίδας τά τε ἄλλα ἐπεμελεῖτο τοῖς πο λεμάρχοις, ὡς Αφροδίσια ἄγουσιν ἐπ ̓ ἐξόδῳ τῆς ἀρχῆς, καὶ δὴ καὶ γυναῖκας πάλαι ὑπισχνούμενος ἄξειν αὐτοῖς τὰς σεμνοτάτας καὶ καλλίστας τῶν ἐν Θήβαις, τότ ̓ ἔφη ἄξειν. οἱ δέ, ἦσαν γὰρ τοιοῦτοι, μάλα ἡδέως προσεδέχοντο νυκτερεύειν. ἐπεὶ δὲ ἐδεί20 πνησάν τε καὶ συμπροθυμουμένου ἐκείνου ταχὺ ἐμεθύσθησαν, πάλαι κελευόντων ἄγειν τὰς ἑταίρας, ἐξελθὼν ἤγαγε τοὺς περὶ Μέλωνα, τρεῖς μὲν στείλας ὡς δεσποίνας, τοὺς δ ̓ ἄλλους ὡς θεραπαίνας. κἀκείνους μὲν εἰσήγαγεν εἰς τὸ ταμεῖον τοῦ που λεμαρχείου, αὐτὸς δ ̓ εἰσελθὼν εἶπε τοῖς περὶ ̓Αρχίαν ὅτι οὐκ 25 ἄν φασιν εἰσελθεῖν αἱ γυναῖκες, εἴ τις τῶν διακόνων ἔνδον ἔσοιτο. ἔνθεν οἱ μὲν ταχὺ ἐκέλευον πάντας ἐξιέναι, ὁ δὲ Φυλ λίδας δοὺς οἶνον εἰς ἑνὸς τῶν διακόνων ἐξέπεμψεν αὐτούς. ἐκ δὲ τούτου εἰσήγαγε τὰς ἑταίρας δή, καὶ ἐκάθιζε παρ' ἑκάστῳ. ἦν γὰρ σύνθημα, ἐπεὶ καθίζοιντο, παίειν εὐθὺς ἀνακαλυψα30 μένους. οἱ μὲν δὴ οὕτω λέγουσιν αὐτοὺς ἀποθανεῖν, οἱ δὲ καὶ ὡς κωμαστὰς εἰσελθόντας τοὺς ἀμφὶ Μέλωνα ἀποκτεῖναι τοὺς πολεμάρχους. λαβὼν δὲ ὁ Φυλλίδας τρεῖς αὐτῶν ἐπορεύετο ἐπὶ

1. τοῖς περὶ ̓Αρχίαν πολεμάρχοις, aufser diesem selbst nur noch der sogleich genannte Philippos. - 11. ὡς δή, wie wenn sie eben kämen (anscheinend). — 12. ἡνίκαπερ, zur Zeit, wo die letzten Feldarbeiter (heimkehren). — 16. Αφροδίσια „hier kein Fest zu Ehren der Göttin, sondern

ein ausschweifendes Gelage zur Feier der glücklich beendeten Amtsführung, wie es die Seeleute zur Feier einer glücklich vollbrachten Seefahrt hielten. Vgl. Plutarch, Kimon und Lukull. 1: ἤδη λοιπὸν Αφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν." — 28. τὰς

τὴν τοῦ Λεοντιάδου οἰκίαν· κόψας δὲ τὴν θύραν εἶπεν ὅτι παρὰ τῶν πολεμάρχων ἀπαγγεῖλαί τι βούλοιτο. ὁ δὲ ἐτύγχανε μὲν χωρὶς κατακείμενος ἔτι μετὰ δεῖπνον, καὶ ἡ γυνὴ ἐριουργοῦσα παρεκάθητο. ἐκέλευσε δὲ τὸν Φυλλίδαν πιστὸν νομίζων εἰσιέναι. οἱ δ ̓ ἐπεὶ εἰσῆλθον, τὸν μὲν ἀποκτείναντες, τὴν δὲ 5 γυναῖκα φοβήσαντες κατεσιώπησαν. ἐξιόντες δὲ εἶπον τὴν θύ ραν κεκλεῖσθαι· εἰ δὲ λήψοιντο ἀνεῳγμένην, ἠπείλησαν ἀποκτεῖναι ἅπαντας τοὺς ἐν τῇ οἰκίᾳ. ἐπεὶ δὲ ταῦτ ̓ ἐπέπρακτο, λαβὼν δύο ὁ Φυλλίδας τῶν ἀνδρῶν ἦλθε πρὸς τὸ ἀναγκαῖον, καὶ εἶπε τῷ εἱργμοφύλακι ὅτι ἄνδρα ἄγοι παρὰ πολεμάρχων ὃν 10 εἶρξαι δέοι. ὡς δὲ ἀνέῳξε, τοῦτον μὲν εὐθὺς ἀπέκτειναν, τοὺς δὲ δεσμώτας ἔλυσαν. καὶ τούτους μὲν ταχὶ τῶν ἐκ τῆς στοᾶς ὅπλων καθελόντες ὥπλισαν, καὶ ἀγαγόντες ἐπὶ τὸ ̓Αμφεῖον θέσθαι ἐκέλευον τὰ ὅπλα. ἐκ δὲ τούτου εὐθὺς ἐκήρυττον ἐξιέναι πάντας Θηβαίους, ἱππέας τε καὶ ὁπλίτας, ὡς τῶν τυράννων 15 τεθνεώτων. οἱ δὲ πολῖται, ἕως μὲν νὺξ ἦν, ἀπιστοῦντες ἡσυ χίαν εἶχον· ἐπεὶ δ ̓ ἡμέρα τ ̓ ἦν καὶ φανερὸν ἦν τὸ γεγενημένον, ταχὺ δὴ καὶ οἱ ὁπλῖται καὶ οἱ ἱππεῖς σὺν τοῖς ὅπλοις ἐξεβοήθουν. ἔπεμψαν δ ̓ ἱππέας οἱ κατεληλυθότες καὶ ἐπὶ τοὺς πρὸς τοῖς ὁρίοις Αθηναίων δύο τῶν στρατηγῶν. οἱ δ ̓ εἰδό- 20 τες τὸ πρᾶγμα ἐφ ̓ ὃ ἀπεστάλκεσαν* ὁ μέντοι ἐν τῇ ἀκροπόλει ἁρμοστὴς ἐπεὶ ᾔσθετο τὸ νυκτερινὸν κήρυγμα, εὐθὺς ἔπεμψεν εἰς Πλαταιὰς καὶ Θεσπιὰς ἐπὶ βοήθειαν. καὶ τοὺς μὲν Πλαταιέας αἰσθόμενοι προσιόντας οἱ τῶν Θηβαίων ἱππεῖς, ἀπαντή

[ocr errors]

.

ἑταίρας δή : scilicet: die angeblichen H., vgl. S. 102 zu Z. 11. 3. χωρὶς κατακείμενος, er lag allein noch nach der Mahlzeit auf der κλίνη, dem Speisesopha. - 7. κεκλείσθαι, geschlossen zu halten“. 9. τὸ ἀναγκαῖον, das Gefängnis (der Zwinger), euphemistisch, vgl. S. 100, Z. 3. 12. τῶν ἐκ τῆς στοᾶς ὅπλων, sie nahmen von den Waffen, die als Siegesbeute älterer Zeiten in der Markthalle hingen; Plut. de genio Socr. 34: τοῖς δὲ ὄχλοις ὅπλα παρεῖχον αἱ στοαὶ πλήρεις οὖσαι παντοδαπῶν λαφύρων. 13. τὸ Αμφεῖον, wahrscheinlich das zum Heiligtum geweihte Haus des Heroen (wie in Athen das Ερέχθειον); es lag nördlich gegenüber der Kad

19.

meia auf einem Hügel, war also
ein strategisch wichtiger Punkt.
19. οἱ κατεληλυθότες, die glücklich
heimgekehrten Verschwörer.
ἐπὶ τοὺς στρατηγῶν, zu den zwei
an der Grenze stehenden athenischen
Strategen. Die Athener unterstützten
also die Verschwörung von Staats
wegen und hatten nach einem spä-
teren Gewährsmann sogar ein Corps
im thriasischen Felde bei Eleusis
aufgestellt. Da dies hier notwen-
digerweise deutlich zu erwähnen
war, so scheint unsre Stelle ver-
dorben zu sein, zumal da hinter
ἀπεστάλκεσαν mit Sicherheit eine
Lücke angenommen werden kann.

23. Πλαταιάς. Diese Stadt, welche im peloponnesischen Kriege (427)

σαντες ἀπέκτειναν αὐτῶν πλέον ἢ εἴκοσιν· ἐπεὶ δὲ εἰσῆλθον ταῦτα πράξαντες καὶ οἱ ̓Αθηναῖοι ἀπὸ τῶν ὁρίων ἤδη παρῆσαν, προσέβαλον πρὸς τὴν ἀκρόπολιν. ὡς δὲ ἔγνωσαν οἱ ἐν τῇ ἀκροπόλει ὀλίγοι ὄντες, τήν τε προθυμίαν τῶν προσιόντων ἁπάντων 5 ἑώρων, καὶ τῶν κηρυγμάτων μεγάλων γιγνομένων τοῖς πρώτοις ἀναβᾶσιν, ἐκ τούτων φοβηθέντες εἶπον ὅτι ἀπίοιεν ἄν, εἰ σφίσιν ἀσφάλειαν μετὰ τῶν ὅπλων ἀπιοῦσι διδοῖεν. οἱ δὲ ἄσμενοί τε ἔδοσαν ἃ ᾔτουν, καὶ σπεισάμενοι καὶ ὅρκους ὀμόσαντες ἐπὶ τούτοις ἐξέπεμπον. ἐξιόντων μέντοι, ὅσους ἐπέγνωσαν τῶν 10 ἐχθρῶν ὄντας, συλλαμβάνοντες ἀπέκτειναν. ἦσαν δέ τινες οἳ καὶ ὑπὸ ̓Αθηναίων τῶν ἀπὸ τῶν ὁρίων ἐπιβοηθησάντων ἐξεκλάπησαν καὶ διεσώθησαν. οἱ μέντοι Θηβαῖοι καὶ τοὺς παῖδας τῶν ἀποθανόντων, ὅσοις ἦσαν, λαβόντες ἀπέσφαξαν.

5. Pelopidas (Plut. Pelop. 3. 4. 18. 26-28).

3. Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θή 15 βαις ὥσπερ Επαμεινώνδα, τραφεὶς δὲ ἐν οὐσία μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδα χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρω20 πίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθέ τοῦ πλούτου μεταλαμβάνειν· αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος, ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ο βίος μὲν ἦν πολύς, ἥκιστα δὲ δι ̓ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος, εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων. Επαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρώαν οὖσαν αὐτῷ τὴν

25

zerstört war, wurde nach dem Frieden des Antalkidas wieder aufgebaut und mufste nach der Natur der Verhältnisse dann gegen Theben mit Sparta stehen. 5. κηρυγμά

των.

Man hatte großse Preise ausgesetzt für die, welche die Burg zuerst ersteigen würden.“ 9. τῶν

ἐχθρῶν, die zu ihren Gegnern gehörten, also Thebaner waren, nicht von der spartanischen Besatzung.

22. τῷ πρὸς τοὺς πόνους ἀόκνῳ, die Unverdrossenheit im Mühsal; κατὰ στρατείας ἀδόλῳ Ehrlichkeit in der Kriegführung (letzteres hier wenig passend; etwa ἀδόξῳ, als:

« IndietroContinua »