Immagini della pagina
PDF
ePub

πολέμιοι ἀντιπαρετάξαντο ὥσπερ ὁπλιτῶν φάλαγγα βάθος ἐφεξῆς καὶ ἔρημον πεζῶν ἁμίππων· ὁ δ ̓ Επαμεινώνδας αὖ καὶ τοῦ ἱππικοῦ ἔμβολον ἰσχυρὸν ἐποιήσατο, καὶ ἁμίππους πεζοὺς συνέταξεν αὐτοῖς, νομίζων τὸ ἱππικὸν ἐπεὶ διακόψειεν, ὅλον τὸ ἀν τίπαλον νενικηκὼς ἔσεσθαι· μάλα γὰρ χαλεπὸν εὑρεῖν τοὺς ἐθε- 5 λήσοντας μένειν, ἐπειδάν τινας φεύγοντας τῶν ἑαυτῶν ὁρῶσι· καὶ ὅπως μὴ ἐπιβοηθῶσιν οἱ ̓Αθηναῖοι ἀπὸ τοῦ εὐωνύμου κέρατος ἐπὶ τὸ ἐχόμενον, κατέστησεν ἐπὶ γηλόφων τινῶν ἐναντίους αὐτοῖς καὶ ἱππέας καὶ ὁπλίτας, φόβον βουλόμενος καὶ τούτοις παρέχειν, ὡς, εἰ βοηθήσοιεν, ὄπισθεν οὗτοι ἐπικείσοιντο αὐτοῖς. 10 τὴν μὲν δὴ συμβολὴν οὕτως ἐποιήσατο, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· κρατήσας γὰρ ᾗ προσέβαλεν ὅλον ἐποίησε φεύγειν τὸ τῶν ἐναντίων. ἐπεί γε μὴν ἐκεῖνος ἔπεσεν, οἱ λοιποὶ οὐδὲ τῇ νίκῃ ὀρθῶς ἔτι ἐδυνάσθησαν χρήσασθαι, ἀλλὰ φυγούσης μὲν αὐ τοῖς τῆς ἐναντίας φάλαγγος οὐδένα ἀπέκτειναν οἱ ὁπλῖται οὐδὲ 15 προῆλθον ἐκ τοῦ χωρίου ἔνθα ἡ συμβολὴ ἐγένετο φυγόντων δ ̓ αὐτοῖς καὶ τῶν ἱππέων, ἀπέκτειναν μὲν οὐδ ̓ οἱ ἱππεῖς διώκοντες οὔτε ἱππέας οὔθ ̓ ὁπλίτας, ὥσπερ δὲ ἡττώμενοι πεφοβημένως διὰ τῶν φευγόντων πολεμίων διέπεσον. καὶ μὴν οἱ ἅμιπποι καὶ οἱ πελτασταὶ συννενικηκότες τοῖς ἱππεῦσιν ἀφίκοντο 20 μὴν ἐπὶ τοῦ εὐωνύμου, ὡς κρατοῦντες, ἐκεῖ δ ̓ ὑπὸ τῶν ̓Αθη ναίων οἱ πλεῖστοι αὐτῶν ἀπέθανον.

Τούτων δὲ πραχθέντων τοὐναντίον ἐγεγένητο οὗ ἐνόμισαν πάντες ἄνθρωποι ἔσεσθαι. συνεληλυθυίας γὰρ σχεδὸν ἁπάσης τῆς Ἑλλάδος καὶ ἀντιτεταγμένων, οὐδεὶς ἦν ὅστις οὐκ ᾤετο, εἰ 25 μάχη ἔσοιτο, τοὺς μὲν κρατήσαντας ἄρξειν, τοὺς δὲ κρατηθέντας ὑπηκόους ἔσεσθαι· ὁ δὲ θεὸς οὕτως ἐποίησεν, ὥστε ἀμφότεροι μὲν τρόπαιον ὡς νενικηκότες ἐστήσαντο, τοὺς δὲ ἱσταμένους οὐδέτεροι ἐκώλυον, νεκροὺς δὲ ἀμφότεροι μὲν ὡς νενικη

1. ὥσπερ ὁπλιτῶν φάλαγγα, „,sie stellten die Reiter in derselben Tiefe auf, wie eine Phalanx von Hopliten, also etwa 8 Mann tief, und zwar ohne Zwischenräume, welche von Leichtbewaffneten zu Fufs hätten eingenommen werden können; dies sind πεζοὶ ἅμιπποι". — 7. Ἀθηναῖοι. Um die Athener, welche auf dem linken Flügel standen (welcher ja nicht in den Kampf kommen sollte), an der Unterstützung des rechten

(τὸ ἐχόμενον) zu hindern, liefs Epam. sie durch eine besondere Abteilung, die er auf den Hügeln in ihrer Flanke aufstellte, fortwährend bedrohen. 13. ἐπεί ἔπεσεν; der Nebensatz soll den Fall des grofsen Gegners so unbemerkt wie nur möglich vorübergehen lassen! 19. διέπεσον sie kehrten durch die Linien der Feinde, die sie durchbrochen hatten, zurück".

κότες ὑποσπόνδους ἀπέδοσαν, ἀμφότεροι δὲ ὡς ἡττημένοι ὑποσπόνδους ἀπελάμβανον, νενικηκέναι δὲ φάσκοντες ἑκάτεροι οὔτε χώρᾳ οὔτε πόλει οὔτ ̓ ἀρχῇ οὐδέτεροι οὐδέν πλέον ἔχοντες ἐφάνησαν ἢ πρὶν τὴν μάχην γενέσθαι· ἀκρισία δὲ καὶ ταραχὴ ἔτι 5 πλείων μετὰ τὴν μάχην ἐγένετο ἢ πρόσθεν ἐν τῇ Ἑλλάδι. ἐμοὶ μὲν δὴ μέχρι τούτου γραφέσθω· τὰ δὲ μετὰ ταῦτα ἴσως ἄλλῳ μελήσει.

9. Demosthenes (Plutarch. Dem. 7. 12. 16. 28. 29. 30).

7. Τοῦ Δημοσθένους ποτέ φασιν ἐκπεσόντος καὶ ἀπιόντος οἴκαδε συγκεκαλυμμένου και βαρέως φέροντος ἐπακολου 10 θῆσαι Σάτυρον τὸν ὑποκριτὴν ἐπιτήδειον ὄντα καὶ συνελθεῖν. ὀδυρομένου δὲ τοῦ Δημοσθένους πρὸς αὐτόν, ὅτι πάντων φιλοπονώτατος ὢν τῶν λεγόντων καὶ μικροῦ δέων καταναλωκέναι τὴν τοῦ σώματος ἀκμὴν εἰς τοῦτο χάριν οὐκ ἔχει πρὸς τὸν δῆ μον, ἀλλὰ κραιπαλῶντες ἄνθρωποι ναῦται καὶ ἀμαθεῖς ἀκούον 15 ται καὶ κατέχουσι τὸ βῆμα, παρορᾶται δ ̓ αὐτός, Αληθῆ λέγεις, ὦ Δημόσθενες, φάναι τον Σάτυρον, ἀλλ ̓ ἐγὼ τὸ αἴτιον ἰάσομαι ταχέως, ἄν μοι τῶν Εὐριπίδου τινὰ ῥήσεων ἢ Σοφοκλέους ἐθελήσῃς εἰπεῖν ἀπὸ στόματος. εἰπόντος δὲ τοῦ Δημοσθένους μεταλαβόντα τὸν Σάτυρον οὕτω πλάσαι καὶ διεξελθεῖν ἐν ἤθει 20 πρέποντι καὶ διαθέσει τὴν αὐτὴν ῥῆσιν, ὥστ ̓ ὅλως ἑτέραν τῷ Δημοσθένει φανῆναι. πεισθέντα δ ̓ ὅσον ἐκ τῆς ὑποκρίσεως τῷ λόγῳ κόσμου και χάριτος πρόσεστι, μικρὸν ἡγήσασθαι καὶ τὸ μηδὲν εἶναι τὴν ἄσκησιν ἀμελοῦντι τῆς προφορᾶς καὶ διαθέσεως τῶν λεγομένων. ἐκ τούτου κατάγειον μὲν οἰκοδομῆσαι 25 μελετητήριον, ὃ δὴ διεσώζετο καὶ καθ ̓ ἡμᾶς, ἐνταῦθα δὲ πάν τως μὲν ἑκάστης ἡμέρας κατιόντα πλάττειν τὴν ὑπόκρισιν καὶ διαπονεῖν τὴν φωνήν, πολλάκις δὲ καὶ μῆνας ἑξῆς δύο καὶ τρεῖς

[blocks in formation]

συνάπτειν ξυρούμενον τῆς κεφαλῆς θάτερον μέρος ὑπὲρ τοῦ μηδὲ βουλομένῳ πάνυ προελθεῖν ἐνδέχεσθαι δι' αἰσχύνην.

12. Ὥρμησε μὲν οὖν ἐπὶ τὸ πράττειν τὰ κοινὰ τοῦ Φωκικοῦ πολέμου συνεστῶτος, ὡς αὐτός τέ φησι καὶ λαβεῖν ἔστιν ἀπὸ τῶν Φιλιππικῶν δημηγοριών. λαβὼν δὲ τῆς πολιτείας και 5 λὴν ὑπόθεσιν τὴν πρὸς Φίλιππον ὑπὲρ τῶν Ἑλλήνων δικαιολογίαν καὶ πρὸς ταύτην ἀγωνιζόμενος ἀξίως, ταχὺ δόξαν ἔσχε καὶ περίβλεπτος ὑπὸ τῶν λόγων ἤρθη καὶ τῆς παρρησίας, ὥστε θαυμάζεσθαι μὲν ἐν τῇ Ἑλλάδι, θεραπεύεσθαι δ ̓ ὑπὸ τοῦ με γάλου βασιλέως, πλεῖστον δ ̓ αὐτοῦ λόγον εἶναι παρὰ τῷ Φι- 10 λίππῳ τῶν δημαγωγούντων, ὁμολογεῖν δὲ καὶ τοὺς ἀπεχθανομένους, ὅτι πρὸς ἔνδοξον αὐτοῖς ἄνθρωπον ὁ ἀγών ἐστι. καὶ γὰρ Αἰσχίνης καὶ Ὑπερείδης τοιαῦτα ὑπὲρ αὐτοῦ κατηγοροῦντες ειρήκασιν.

16. Ἡ δὲ τοῦ Δημοσθένους πολιτεία φανερὰ μὲν ἦν ἔτι καὶ 15 τῆς εἰρήνης ὑπαρχούσης οὐδὲν ἐῶντος ἀνεπιτίμητον τῶν πραττομένων ὑπὸ τοῦ Μακεδόνος, ἀλλ ̓ ἐφ' ἑκάστῳ ταράττοντος τοὺς Αθηναίους καὶ διακαίοντος ἐπὶ τὸν ἄνθρωπον. Διὸ καὶ παρὰ Φιλίππῳ πλεῖστος ἦν λόγος αὐτοῦ· καὶ ὅτε πρεσβεύων δέκατος ἧκεν εἰς Μακεδονίαν, ἤκουσε μὲν πάντων Φίλιππος, ἀντεῖπε δὲ 20 μετὰ πλείστης ἐπιμελείας πρὸς τὸν ἐκείνου λόγον. Οὐ μὴν ἔν γε ταῖς ἄλλαις τιμαῖς καὶ φιλοφροσύναις ὅμοιον αὑτὸν τῷ Δημοσθένει παρεῖχεν, ἀλλὰ προσήγετο τοὺς περὶ Αἰσχίνην καὶ Φιλοκράτην μᾶλλον. ὅθεν ἐπαινούντων ἐκείνων τὸν Φίλιππον, ὡς καὶ λέγειν δυνατώτατον καὶ κάλλιστον ὀφθῆναι καὶ νὴ Δία 25 συμπιεῖν ἱκανώτατον, ἠναγκάζετο βασκαίνων ἐπισκώπτειν, ὡς τὸ μὲν σοφιστοῦ, τὸ δὲ γυναικός, τὸ δὲ σπογγιᾶς εἴη, βασιλέως δ ̓ οὐδὲν ἐγκώμιον.

28. Οὐ μὴν ἐπὶ πολὺν χρόνον ἀπέλαυσε τῆς παρίδος κατ ελθών, ἀλλὰ ταχὺ ἀπέθανε τόνδε τὸν τρόπον. ὡς Αντίπατρος 30 καὶ Κρατερὸς ἠγγέλλοντο προσιόντες ἐπὶ τὰς ̓Αθήνας, οἱ μὲν

[merged small][ocr errors][merged small][merged small][merged small]

περὶ τὸν Δημοσθένην φθάσαντες ὑπεξῆλθον ἐκ τῆς πόλεως, ὁ δὲ δῆμος αὐτῶν θάνατον κατέγνω Δημάδου γράψαντος. ἄλλων δὲ ἀλλαχοῦ διασπαρέντων ὁ ̓Αντίπατρος περιέπεμπε τοὺς συλλαμβάνοντας, ὧν ἡγεμὼν ἦν ̓Αρχίας ὁ κληθεὶς φυγαδοθή

5 ρας.

τοῦτον δὲ Θούριον ὄντα τῷ γένει λόγος ἔχει τραγῳδίας ὑποκρίνεσθαί ποτε καὶ τὸν Αἰγινήτην Πῶλον τὸν ὑπερβαλόντα τῇ τέχνῃ πάντας ἐκείνου γεγονέναι μαθητὴν ἱστοροῦσιν. οὗτος οὖν ὁ ̓Αρχίας Υπερείδην μὲν τὸν ῥήτορα και Αριστόνικον τὸν Μαραθώνιον καὶ τὸν Δημητρίου τοῦ Φαληρέως ἀδελφὸν Ἱμε10 ραῖον ἐν Αἰγίνῃ καταφυγόντας ἐπὶ τὸ Αἰάκειον ἀποσπάσας ἔπεμψεν εἰς Κλεωνὰς πρὸς ̓Αντίπατρον· κἀκεῖ διεφθάρησαν, Υπερείδου δὲ καὶ τὴν γλῶτταν ἐκτμηθῆναι λέγουσι.

29. Τὸν δὲ Δημοσθένην πυθόμενος ἱκέτην ἐν Καλαυρία ἐν τῷ ἱερῷ Ποσειδῶνος καθέζεσθαι, διαπλεύσας ὑπηρετικοῖς 15 καὶ ἀποβὰς μετὰ Θρακῶν δορυφόρων ἔπειθεν ἀναστάντα βαδίζειν μετ ̓ αὐτοῦ πρὸς ̓Αντίπατρον ὡς δυςχερὲς πεισόμενον οὐδέν. ὁ δὲ Δημοσθένης ἐτύγχανεν ὄψιν ἑωρακὼς κατὰ τοὺς ὑπ νους ἐκείνης τῆς νυκτὸς ἀλλόκοτον. ἐδόκει γὰρ ἀνταγωνίζεσθαι τῷ ̓Αρχίᾳ τραγῳδίαν ὑποκρινόμενος, εὐημερῶν δὲ καὶ κατέχων 20 τὸ θέατρον ἐνδείᾳ παρασκευῆς καὶ χορηγίας κρατεῖσθαι. διὸ τοῦ ̓Αρχίου πολλὰ φιλάνθρωπα διαλεχθέντος ἀναβλέψας πρὸς αὐτόν, ὥσπερ ἐτύγχανε καθήμενος, Ω Αρχία“ εἶπεν „οὔτε ὑποκρινόμενός με ἔπεισας πώποτε οὔτε νῦν πείσεις ἐπαγγελλόμενος. ἀρξαμένου δ ̓ ἀπειλεῖν τοῦ ̓Αρχίου μετ ̓ ὀργῆς „Νῦν ἔφη λέ25 γεις τὰ ἐκ τοῦ Μακεδονικοῦ τρίποδος, ἄρτι δ ̓ ὑπεκρίνου. Μι κρὸν οὖν ἐπίσχες, ὅπως ἐπιστείλω τι τοῖς οἴκοι καὶ ταῦτ ̓ εἰπὼν ἐντὸς ἀνεχώρησε τοῦ ναοῦ· καὶ λαβὼν βιβλίον ὡς γράφειν μέλλων προσήνεγκε τῷ στόματι τον κάλαμον, καὶ δακών, ὥσπερ ἐν τῷ διανοεῖσθαι καὶ γράφειν εἰώθει, χρόνον τινὰ κατέ30 σχεν, εἶτα συγκαλυψάμενος ἀπέκλινε τὴν κεφαλήν. οἱ μὲν οὖν

[merged small][ocr errors][merged small]

66

66

städten; später Asyl für Verfolgte. - 14. ὑπηρετικοῖς, mit Ruderkähnen.

19. εὐημερῶν · κρατεῖσθαι: obgleich er Glück machte und die Zuschauer für sich gewann, unterlag er wegen mangelhafter Ausstattung und Geldmittel. 23. ἔπεισας: du hast mich nie durch deine Darstellung als Schauspieler hingerissen.25. Μακεδ. τρίποδος, wie Apollon

παρὰ τὰς θύρας ἑστῶτες δορυφόροι κατεγέλων ὡς ἀποδειλιῶντος αὐτοῦ, καὶ μαλακὸν ἀπεκάλουν καὶ ἄνανδρον, ὁ δ ̓ ̓Αρχίας προσελθὼν ἀνίστασθαι παρεκάλει, καὶ τοὺς αὐτοὺς ἀνακυκλῶν λόγους αὖθις ἐπηγγέλλετο διαλλαγὰς πρὸς τὸν ̓Αντίπατρον. ἤδη δὲ συνῃσθημένος ὁ Δημοσθένης ἐμπεφυκότος αὐτῷ τοῦ 5 φαρμάκου καὶ κρατοῦντος ἐξεκαλύψατο· καὶ διαβλέψας πρὸς τὸν ̓Αρχίαν „Οὐκ ἂν φθάνοις“ εἶπεν „ἤδη τὸν ἐκ τῆς τραγῳδίας ὑποκρινόμενος Κρέοντα καὶ τὸ σῶμα τοῦτο ῥίπτων ἄταφον. ἐγὼ δ ̓, ὦ φίλε Πόσειδον, ἔτι ζῶν ἐξανίσταμαι τοῦ ἱεροῦ· τῷ δὲ ̓Αντιπάτρῳ καὶ Μακεδόσιν οὐδ ̓ ὁ σὸς ναὸς καθαρὸς ἀπολέ- 10 λειπται. ταῦτ ̓ εἰπὼν καὶ κελεύσας ὑπολαβεῖν αὐτὸν ἤδη τρέ μοντα καὶ σφαλλόμενον ἅμα τῷ προελθεῖν καὶ παραλλάξαι τὸν βωμὸν ἔπεσε και στενάξας ἀφῆκε τὴν ψυχήν.

66

[ocr errors]

30. Κατέστρεψε δὲ ἕκτῃ ἐπὶ δέκα τοῦ Πυανεψιώνος μηνός, ἐν ᾗ τὴν σκυθρωποτάτην τῶν Θεσμοφορίων ἡμέραν ἄγουσαι 15 παρὰ τῇ θεῷ νηστεύουσιν αἱ γυναῖκες. τούτῳ μὲν ὀλίγον ὕστε ρον ὁ τῶν ̓Αθηναίων δῆμος ἀξίαν ἀποδιδοὺς τιμὴν εἰκόνα τε χαλκῆν ἀνέστησε καὶ τὸν πρεσβύτατον ἐψηφίσατο τῶν ἀπὸ γένους ἐν Πρυτανείῳ σίτησιν ἔχειν. καὶ τὸ ἐπίγραμμα τὸ θρυ λούμενον ἐπεγράφη τῇ βάσει τοῦ ἀνδριάντος·

εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες,
οὔποτ ̓ ἂν Ελλήνων ἦρξεν Αρης Μακεδών.

20

10. Demosthenes über die Schlacht bei Chaironeia. (Demosth. de cor. § 169-179. 188-195. 199-221).

Die Rede περὶ στεφάνου „vom Kranze” ist gehalten zur Verteidigung des Antrages, welchen Ktesiphon, ein Anhänger und Bewunderer des Demosthenes, im J. 337/36 stellte, des Inhalts, dem grofsen Staatsmann wegen seiner Verdienste, insbesondre um die

[merged small][ocr errors][merged small][merged small][merged small][merged small]
« IndietroContinua »