Immagini della pagina
PDF
ePub

κομιστήρες, ἔμποροι καὶ ναῦται καὶ κυβερνῆται κατὰ θάλατταν, οἱ δὲ κατὰ γῆν ἁμαξοπηγοὶ καὶ ζευγοτρόφοι καὶ ἡνίοχοι καὶ καλοστρόφοι καὶ λινουργοὶ καὶ σκυτοτόμοι καὶ ὁδοποιοί και μεταλλεῖς, ἑκάστη δὲ τέχνη, καθάπερ στρατηγὸς ἴδιον στρά 5 τευμα, τὸν θητικὸν ὄχλον καὶ ἰδιώτην συντεταγμένον εἶχεν, ὄργανον καὶ σῶμα τῆς ὑπηρεσίας γινόμενον, εἰς πᾶσαν, ὡς ἔπος εἰπεῖν, ἡλικίαν καὶ φύσιν αἱ χρεῖαι διένεμον καὶ διέσπειρον τὴν εὐπορίαν.

17. Αρχομένων δὲ Λακεδαιμονίων ἄχθεσθαι τῇ αὐξήσει τῶν 10 Αθηναίων, ἐπαίρων ὁ Περικλῆς τὸν δῆμον ἔτι μᾶλλον μέγα φρονεῖν καὶ μεγάλων αὑτὸν ἀξιοῦν πραγμάτων γράφει ψήφισμα, πάντας Ἕλληνας τοὺς ὁπῄποτε κατοικοῦντας Εὐρώπης ἢ τῆς Ασίας παρακαλεῖν, καὶ μικρὰν πόλιν καὶ μεγάλην, εἰς σύλλογον πέμπειν ̓Αθήναζε τοὺς βουλευσομένους περὶ τῶν Ἑλληνικῶν 15 ἱερῶν, ἃ κατέπρησαν οἱ βάρβαροι, καὶ τῶν θυσιῶν, ἃς ὀφεί λουσιν ὑπὲρ τῆς Ἑλλάδος εὐξάμενοι τοῖς θεοῖς ὅτε πρὸς τοὺς βαρβάρους ἐμάχοντο, καὶ τῆς θαλάττης, ὅπως πλέωσι πάντες ἀδεῶς καὶ τὴν εἰρήνην ἄγωσιν. Ἐπὶ ταῦτα δ ̓ ἄνδρες εἴκοσι τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων ἐπέμφθησαν, ὧν πέντε 20 μὲν Ἴωνας καὶ Δωριεῖς τοὺς ἐν ̓Ασίᾳ καὶ νησιώτας ἄχρι Λέσβου καὶ Ῥόδου παρεκάλουν, πέντε δὲ τοὺς ἐν ̔Ελληςπόντῳ καὶ Θράκη μέχρι Βυζαντίου τόπους ἐπῄεσαν, καὶ πέντε ἐπὶ τούτοις εἰς Βοιωτίαν καὶ Φωκίδα καὶ Πελοπόννησον, ἐκ δὲ ταύτης διὰ Λοκρῶν ἐπὶ τὴν πρόσοικον ἤπειρον ἕως Ακαρνανίας και Αμβρα 25 κίας ἀπεστάλησαν· οἱ δὲ λοιποὶ δι ̓ Εὐβοίας ἐπ ̓ Οιταίους καὶ τὸν Μαλιέα κόλπον καὶ Φθιώτας Αχαιοὺς καὶ Θεσσαλοὺς ἐπορεύοντο, συμπείθοντες ιέναι καὶ μετέχειν τῶν βουλευμάτων ἐπ ̓ εἰρήνῃ καὶ κοινοπραγίᾳ τῆς Ἑλλάδος. Ἐπράχθη δὲ οὐδὲν οὐδὲ συνῆλθον αἱ πόλεις Λακεδαιμονίων ὑπεναντιωθέντων, ὡς 30 λέγεται, καὶ τὸ πρῶτον ἐν Πελοποννήσῳ τῆς πείρας ἐλεγχθείσης.

[blocks in formation]

Τοῦτο μὲν οὖν παρεθέμην ἐνδεικνύμενος αὐτοῦ τὸ φρόνημα καὶ τὴν μεγαλοφροσύνην.

24. Ἐπεὶ δ ̓ Ασπασία χαριζόμενος δοκεῖ πρᾶξαι τὰ πρὸς Σαμίους, ἐνταῦθα ἂν εἴη καιρὸς διαπορῆσαι μάλιστα περὶ τῆς ἀνθρώπου, τίνα τέχνην ἢ δύναμιν τοσαύτην ἔχουσα τῶν τε 5 πολιτικῶν τοὺς πρωτεύοντας εχειρώσατο καὶ τοῖς φιλοσόφοις οὐ φαῦλον οὐδ ̓ ὀλίγον ὑπὲρ αὑτῆς παρέσχε λόγον. Ὅτι μὲν γὰρ ἦν Μιλησία γένος, Αξιόχου θυγάτηρ, ὁμολογεῖται· φασὶ δ ̓ αὐτὴν Θαργηλίαν τινὰ τῶν παλαιῶν Ἰάδων ζηλώσασαν ἐπιθέσθαι τοῖς δυνατωτάτοις ἀνδράσι. Καὶ γὰρ ἡ Θαργηλία τό 10 τ ̓ εἶδος εὐπρεπὴς γενομένη καὶ χάριν ἔχουσα μετὰ δεινότητος πλείστοις μὲν Ἑλλήνων συνώκησεν ἀνδράσι, πάντας δὲ προσεποίησε βασιλεῖ τοὺς πλησιάσαντας αὐτῇ, καὶ ταῖς πόλεσι μηδισμοῦ δι ̓ ἐκείνων ὑπέσπειρεν ἀρχὰς δυνατωτάτων ὄντων καὶ μεγίστων. Τὴν δ ̓ Ασπασίαν οἱ μὲν ὡς σοφήν τινα καὶ πολιτικὴν 15 ὑπὸ τοῦ Περικλέους σπουδασθῆναι λέγουσι· καὶ γὰρ Σωκράτης ἔστιν ὅτε μετὰ τῶν γνωρίμων ἐφοίτα καὶ τὰς γυναῖκας ἀκροασομένας οἱ συνήθεις ἦγον εἰς αὐτήν, καίπερ οὐ κοσμίου προεστώ σαν ἐργασίας οὐδὲ σεμνῆς, ἀλλὰ παιδίσκας ἑταιρούσας τρέφουσαν· Αἰσχίνης δέ φησι καὶ Λυσικλέα τον προβατοκάπηλον 20 ἐξ ἀγεννοῦς καὶ ταπεινοῦ τὴν φύσιν Αθηναίων γενέσθαι πρῶ τον Ασπασία συνόντα μετὰ τὴν Περικλέους τελευτήν. Ἐν δὲ τῷ Μενεξένῳ τῷ Πλάτωνος, εἰ καὶ μετὰ παιδιᾶς τὰ πρῶτα γέγραπται, τοσοῦτόν γ' ἱστορίας ἔνεστιν, ὅτι δόξαν εἶχε τὸ γύναιον ἐπὶ ῥητορικῇ πολλοῖς ̓Αθηναίων ὁμιλεῖν. Φαίνεται 25 μέντοι μᾶλλον ἐρωτική τις ἡ τοῦ Περικλέους ἀγάπησις γενομένη πρὸς Ασπασίαν. Ἦν μὲν γὰρ αὐτῷ γυνὴ προσήκουσα μὲν κατὰ γένος, συνωκηκυῖα δ ̓ Ἱππονίκῳ πρότερον, ἐξ οὗ Καλλίαν ἔτεκε

innerer Wahrscheinlichkeit, dessen Verwirklichung wenigstens zu einem zeitgemässeren Ersatze für die schwächliche Amphiktyonenversammlung geführt haben würde.

3. τὰ πρὸς Σαμίους, die Belagerung i. J. 440, welche erfolgte, ὅτι τὸν πρὸς Μιλησίους κελευόμενοι διαλύσασθαι πόλεμον οὐχ ὑπήκουον.

· 4. διαπορῆσαι, die Frage aufzuwerfen. - 6. τοῖς φιλοσόφοις κτλ., sie machte die Philosophen nicht wenig und in nicht gewöhnlicher Weise von sich reden. 11. δεινότητος, Klugheit

-

und Gewandtheit. - 14. ὑπέσπειρεν ἀρχάς, streute den Samen medischer Gesinnung aus. 21. Μενεξένῳ. In Platons Gespräche Menexenos (jetzt vielfach für unecht gehalten) erklärt Sokrates die Aspasia für die Lehrerin des Perikles in der Redekunst und lafst sie einen λόγος ἐπιτάφιος halten, der vielfache Anklänge an die berühmte Leichenrede des Perikles bei Thuk. 2, 36 ff. enthält und vielleicht mit Rücksicht auf dieselbe

geschrieben ist. 26. ἐρωτική τις αγάπησις, ein sinnliches Liebesver

τὸν πλούσιον· ἔτεκε δὲ καὶ παρὰ τῷ Περικλεῖ Ξάνθιππον καὶ Πάραλον. Εἶτα τῆς συμβιώσεως οὐκ οὔσης αὐτοῖς ἀρεστῆς, ἐκείνην μὲν ἑτέρῳ βουλομένην συνεξέδωκεν, αὐτὸς δὲ τὴν Ασπασίαν λαβὼν ἔστερξε διαφερόντως. Καὶ γὰρ ἐξιών, ὥς 5 φασι, καὶ εἰσιὼν ἀπ ̓ ἀγορᾶς ἠσπάζετο καθ ̓ ἡμέραν αὐτὴν μετὰ τοῦ καταφιλεῖν. Ἐν δὲ ταῖς κωμῳδίαις Ομφάλη τε νέα καὶ Δηιάνειρα καὶ πάλιν Ἥρα προσαγορεύεται.

ως

38. Τότε δὲ τοῦ Περικλέους ἔοικεν ὁ λοιμὸς λαβέσθαι λαβὴν οὐκ ὀξεῖαν, ὥσπερ ἄλλων, οὐδὲ σύντονον, ἀλλὰ βληχρᾷ 10 τινι νόσῳ καὶ μῆκος ἐν ποικίλαις ἐχούσῃ μεταβολαῖς διαχρωμένην τὸ σῶμα σχολαίως καὶ ὑπερείπουσαν τὸ φρόνημα τῆς ψυχῆς. Ὁ γοῦν Θεόφραστος ἐν τοῖς Ἠθικοῖς διαπορήσας, εἰ πρὸς τὰς τύχας τρέπεται τὰ ἤθη καὶ κινούμενα τοῖς τῶν σωμά των πάθεσιν ἐξίσταται τῆς ἀρετῆς, ἱστόρηκεν, ὅτι νοσῶν ὁ 15 Περικλῆς ἐπισκοπουμένῳ τινὶ τῶν φίλων δείξει περίαπτον ὑπὸ τῶν γυναικῶν τῷ τραχήλῳ περιηρτημένον, ὡς σφόδρα κακῶς ἔχων, ὁπότε καὶ ταύτην ὑπομένοι τὴν ἀβελτερίαν. Ἤδη δὲ πρὸς τῷ τελευτᾶν ὄντος αὐτοῦ περικαθήμενοι τῶν πολιτῶν οἱ βέλτιστοι καὶ τῶν φίλων οἱ περιόντες λόγον ἐποιοῦντο τῆς ἀρε 20 τῆς καὶ τῆς δυνάμεως, ὅση γένοιτο, καὶ τὰς πράξεις ἀνεμε τροῦντο καὶ τῶν τροπαίων τὸ πλῆθος· ἐννέα γὰρ ἦν ἃ στρατηγῶν καὶ νικῶν ἔστησεν ὑπὲρ τῆς πόλεως. Ταῦτα, ὡς οὐκέτι συνιέντος, ἀλλὰ καθῃρημένου τὴν αἴσθησιν αὐτοῦ διελέγοντο πρὸς ἀλλήλους· ὁ δὲ πᾶσιν ἐτύγχανε τὸν νοῦν προσεσχηκώς, 25 καὶ φθεγξάμενος εἰς μέσον ἔφη θαυμάζειν, ὅτι ταῦτα μὲν ἐπαινοῦσιν αὐτοῦ καὶ μνημονεύουσιν, ἃ καὶ πρὸς τύχην ἐστὶ κοινὰ καὶ γέγονεν ἤδη πολλοῖς στρατηγοῖς, τὸ δὲ κάλλιστον καὶ μέ γιστον οὐ λέγουσιν. Οὐδεὶς γὰρ ἔφη δι ̓ ἐμὲ τῶν ὄντων Αθηναίων μέλαν ἱμάτιον περιεβάλετο.

[blocks in formation]

66

seinen Adel verliert. 15, περίαπ-
τον, ein Amulet an einem Halsbande.
- 16. ως σφόδρα κακῶς ἔχων, um zu
zeigen, wie sehr schlecht es ihm gehe,
da er-. - 23. καθῃρημένου τὴν αἴ
σθησιν, der Besinnung beraubt.
26. πρὸς τύχην κοινά,,,was er mit
dem Glücke zu teilen habe.".
τῶν ὄντων Αθ., von allen Athenern.

28.

29. μέλαν. Trauerkleider trugen namentlich auch Angeklagte; vgl. sordidatus.

V. DER PELOPONNESISCHE KRIEG.

1. Streitkräfte Athens; Mafsregeln der Verteidigung. Die Bürger ziehen in die Stadt (Thuk. II 13—17).

ων

13. Ἔτι δὲ τῶν Πελοποννησίων ξυλλεγομένων τε ἐς τὸν Ἰσθμὸν καὶ ἐν ὁδῷ ὄντων, πρὶν ἐςβαλεῖν ἐς τὴν ̓Αττικήν, Περικλῆς ὁ Ξανθίππου, στρατηγὸς ὢν Αθηναίων δέκατος αὐτός, ὡς ἔγνω τὴν ἐςβολὴν ἐσομένην, ὑποτοπήσας, ὅτι Αρχίδαμος αὐτῷ ξένος ὢν ἐτύγχανε, μὴ πολλάκις ἢ αὐτὸς ἰδίᾳ βουλόμε- 5 νος χαρίζεσθαι τοὺς ἀγροὺς αὐτοῦ παραλίπῃ καὶ μὴ δηώσῃ, ἢ καὶ Λακεδαιμονίων κελευσάντων ἐπὶ διαβολῇ τῇ αὑτοῦ γένηται τοῦτο, ὥσπερ καὶ τὰ ἄγη ἐλαύνειν προεῖπον ἕνεκα ἐκείνου, προηγόρευε τοῖς ̓Αθηναίοις ἐν τῇ ἐκκλησίᾳ, ὅτι Αρχίδαμος μέν οἱ ξένος εἴη, οὐ μέντοι ἐπὶ κακῷ γε τῆς πόλεως γένοιτο, τοὺς 10 δ ̓ ἀγροὺς τοὺς ἑαυτοῦ καὶ οἰκίας ἢν ἄρα μὴ δῃώσωσιν οἱ που λέμιοι, ὥσπερ καὶ τὰ τῶν ἄλλων, ἀφίησιν αὐτὰ δημόσια εἶναι, καὶ μηδεμίαν οἱ ὑποψίαν κατὰ ταῦτα γίγνεσθαι. παρῄνει δὲ καὶ περὶ τῶν παρόντων ἅπερ καὶ πρότερον, παρασκευάζεσθαί τε ἐς τὸν πόλεμον, καὶ τὰ ἐκ τῶν ἀγρῶν ἐςκομίζεσθαι, ἔς τε 15 μάχην μὴ ἐπεξιέναι, ἀλλὰ τὴν πόλιν ἐσελθόντας φυλάσσειν, καὶ τὸ ναυτικόν, ᾗπερ ἰσχύουσιν, ἐξαρτύεσθαι, τά τε τῶν ξυμμάχων διὰ χειρὸς ἔχειν, λέγων τὴν ἰσχὺν αὐτοῖς ἀπὸ τούτων εἶναι τῶν χρημάτων τῆς προσόδου, τὰ δὲ πολλὰ τοῦ πολέμου γνώμῃ καὶ χρημάτων περιουσία κρατεῖσθαι. θαρσεῖν τε ἐκέλευε 20 προσιόντων μὲν ἑξακοσίων ταλάντων ὡς ἐπὶ τὸ πολὺ φόρου κατ' ἐνιαυτὸν ἀπὸ τῶν ξυμμάχων τῇ πόλει ἄνευ τῆς ἄλλης προσόδου, ὑπαρχόντων δὲ ἐν τῇ ἀκροπόλει ἔτι τότε ἀργυρίου ἐπισήμου ἑξακιςχιλίων ταλάντων (τὰ γὰρ πλεῖστα τριακοσίων ἀποδέοντα μύρια ἐγένετο, ἀφ ̓ ὧν ἔς τε τὰ προπύλαια τῆς ἀκρο- 25 πόλεως καὶ τἆλλα οἰκοδομήματα καὶ ἐς Ποτίδαιαν ἀπανηλώθη),

[merged small][ocr errors][merged small][merged small][merged small]

η

χωρὶς δὲ χρυσίου ἀσήμου καὶ ἀργυρίου ἔν τε ἀναθήμασιν ἰδίοις καὶ δημοσίοις, καὶ ὅσα ἱερὰ σκεύη περί τε τὰς πομπὰς καὶ τοὺς ἀγῶνας, καὶ σκυλα Μηδικά, καὶ εἴ τι τοιουτότροπον, οὐκ ἐλάσσονος ἢ πεντακοσίων ταλάντων. ἔτι δὲ καὶ τὰ ἐκ τῶν ἄλλων 5 ἱερῶν προσετίθει χρήματα οὐκ ὀλίγα, οἷς χρήσεσθαι αὐτούς, καὶ ἢν πάνυ ἐξείργωνται πάντων, καὶ αὐτῆς τῆς θεοῦ τοῖς περικειμένοις χρυσίοις· ἀπέφαινε δ ̓ ἔχον τὸ ἄγαλμα τεσσαράκοντα τάλαντα σταθμὸν χρυσίου ἀπέφθου, καὶ περιαιρετὸν εἶναι ἅπαν χρησαμένους τε ἐπὶ σωτηρίᾳ ἔφη χρῆναι μὴ ἐλάσσω ἀντικατα10 στῆσαι πάλιν. χρήμασι μὲν οὖν οὕτως ἐθάρσυνεν αὐτούς· ὁπλίτας δὲ τριςχιλίους και μυρίους εἶναι ἄνευ τῶν ἐν τοῖς φρουρίοις καὶ τῶν παρ ̓ ἔπαλξιν ἑξακιςχιλίων καὶ μυρίων. τοσοῦτοι γὰρ ἐφύλασσον τὸ πρῶτον, ὁπότε οἱ πολέμιοι ἐςβάλοιεν, ἀπό τε τῶν πρεσβυτάτων καὶ τῶν νεωτάτων καὶ μετοίκων ὅσοι ὁπλῖται 15 ἦσαν. τοῦ τε γὰρ Φαληρικοῦ τείχους στάδιοι ἦσαν πέντε καὶ τριάκοντα πρὸς τὸν κύκλον τοῦ ἄστεος, καὶ αὐτοῦ τοῦ κύκλου το φυλασσόμενον τρεῖς καὶ τεσσαράκοντα· ἔστι δὲ αὐτοῦ ὃ καὶ ἀφύλακτον ἦν, τὸ μεταξὺ τοῦ τε μακροῦ καὶ τοῦ Φαληρικοῦ. τὰ δὲ μακρὰ τείχη πρὸς τὸν Πειραιᾶ τεσσαράκοντα σταδίων, ὧν 20 τὸ ἔξωθεν ἐτηρεῖτο· καὶ τοῦ Πειραιῶς ξὺν Μουνυχία ἑξήκοντα μὲν σταδίων ὁ ἅπας περίβολος, τὸ δὲ ἐν φυλακῇ ὂν ἥμισυ τούτου. ἱππέας δ ̓ ἀπέφαινε διακοσίους καὶ χιλίους ξὺν ἱπποτοξόταις, ἑξακοσίους δὲ καὶ χιλίους τοξότας, καὶ τριήρεις τὰς πλωΐ μους τριακοσίας. ταῦτα γὰρ ὑπῆρχεν Αθηναίοις καὶ οὐκ ἐλάσσω

[blocks in formation]

σκέλη, τὰ μακρὰ τείχη; die nördlichere τὸ βόρειον τεῖχος war noch das Werk des Themistokles und Kimon; die südlichere aber, τὸ νότιον oder τὸ διὰ μέσου τεῖχος, hatte Perikles gebaut, damit die Stadt auch nach Einnahme einer der beiden äufseren Mauerlinien noch nicht von der Seeküste abgeschnitten sei. Bei einer Belagerung war also das zwischen den Anschlüssen der nördlichen und der Phalerischen Mauer liegende Stück der Ringmauer (κύκλος τοῦ ἄστεος) der Bewachung nicht bedürftig (τὸ μεταξὺ τοῦ τε μακροῦ καὶ τοῦ Φαλ., wo die kurze Bezeichnung τοῦ μακροῦ für die nördliche von den beiden langen keine Bedenken erregen darf). Ebenso brauchte man von Peiraieus und Phaleron nur

« IndietroContinua »