Immagini della pagina
PDF
ePub

ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει, ἢ γευσά μενα διεφθείρετο. τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον 5 τοῦ ἀποβαίνοντος διὰ τὸ ξυνδιαιτᾶσθαι.

51. Τὸ μὲν οὖν νόσημα πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανε τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν. καὶ ἄλλο παρελύπει κατ ̓ ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ 10 γένοιτο, ἐς τοῦτο ἐτελεύτα. ἔθνησκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι. ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα, ὡς εἰπεῖν, ὅ τι χρῆν προςφέροντας ὠφελεῖν· τὸ γάρ τῷ ξυνενεγ κὸν ἄλλον τοῦτο ἔβλαπτε. σῶμά τε αὔταρκες ὂν οὐδὲν διεφάνη πρὸς αὐτὸ ἰσχύος πέρι ἢ ἀσθενείας, ἀλλὰ πάντα ξυνήρει, 15 καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα. δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία, ὁπότε τις αἴσθοιτο κάμνων (πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῆ γνώμῃ πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτούς, καὶ οὐκ ἀντεῖχον), καὶ ὅτι ἕτερος ἀφ ̓ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι, ὥσπερ τὰ πρόβατα, ἔθνη20 σκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει. εἴτε γὰρ μὴ θέλοιεν δεδιότες ἀλλήλοις προσιέναι, ἀπώλλυντο ἔρημοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος· εἴτε προσίοιεν, διεφθείροντο, καὶ μάλιστα οἱ ἀρετῆς τι μεταποιού μενοι· αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν ἐσιόντες παρὰ φί25 λους· ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες

[blocks in formation]

καὶ οἱ οἰκεῖοι ἐξέκαμνον, ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι. ἐπὶ πλέον δὲ ὅμως οἱ διαπεφευγότες τόν τε θνήσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο διὰ τὸ προειδέναι τε καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι· δὶς γαρ τὸν αὐτόν, ὥστε καὶ κτείνειν, οὐκ ἐπελάμβανε. καὶ ἐμακαρίζοντο τε ὑπὸ τῶν ἄλλων, καὶ αὐτοὶ 5 τῷ παραχρῆμα περιχαρεῖ καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κούφης μηδ ̓ ἂν ὑπ ̓ ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι.

52. Ἐπίεσε δ ̓ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον τοὺς 10 ἐπελθόντας. οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ' ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων, ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ ̓ ἀλλήλοις ἀποθνήσκοντες ἔκειντο, καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερά, ἐν οἷς ἐσκήνηντο, 15 νεκρῶν πλέα ἦν αὐτοῦ ἐναποθνησκόντων· ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ, οἱ ἄνθρωποι οὐκ ἔχοντες ὅ τι γένωνται ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι τε πάντες ξυνεταράχθησαν, οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο. καὶ πολλοὶ ἐς ἀναισχύντους θή- 20 κας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν· ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον, οἱ δὲ, καιομένου ἄλλου, ἄνωθεν ἐπιβαλόντες ὃν φέροιεν ἀπῄεσαν.

53. Πρώτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπὶ πλέον ἀνο- 25 μίας τὸ νόσημα. ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὴ καθ ̓ ἡδονὴν ποιεῖν, ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τ ̓ εὐδαιμόνων καὶ αἰφνιδίως θνησκόντων, καὶ τῶν οὐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τἀκείνων ἐχόντων. ὥστε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι, 30

[merged small][merged small][merged small][merged small][ocr errors][merged small][ocr errors][merged small]

ἐφήμερα τά τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι. καὶ τὸ μὲν προταλαιπωρεῖν τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων, εἰ, πρὶν ἐπ ̓ αὐτὸ ἐλθεῖν, διαφθαρήσεται· τι δὲ ἤδη τε ἡδὺ καὶ πανταχόθεν τὸ ἐς αὐτὸ κερδαλέον, τοῦτο 5 καὶ καλὸν καὶ χρήσιμον κατέστη. θεῶν δὲ φόβος ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε, τὸ μὲν κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσῳ ἀπολλυμένους, τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι, πολὺ δὲ μείζω τὴν ἤδη κατεψη10 φισμένην σφῶν ἐπικρεμασθῆναι, ἣν πρὶν ἐμπεσεῖν, εἰκὸς εἶναι τοῦ βίου τι ἀπολαῦσαι.

54. Τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τε ἔνδον θνησκόντων καὶ γῆς ἔξω δῃουμένης. ἐν δὲ τῷ κακῷ, οἷα εἰκός, ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, 15 φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι,

ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ ̓ αὐτῷ.

ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν· ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ 20 ἔπασχον τὴν μνήμην ἐποιοῦντο· ἢν δέ γε, οἶμαι, ποτὲ ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος, καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται. μνήμη δὲ ἐγένετο καὶ τοῦ Δακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν, ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεόν, εἰ χρὴ πολεμεῖν, ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νί25 κην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι. περὶ μὲν οὖν τοῦ

,,möglichst auf Sinnenlust berechnet."

1. καὶ τὸ μὲν προταλ. κτλ., wörtlich: und im voraus sich abzumühen für das als gut (edel) Erkannte war keiner gewillt, da es ihm ungewifs vorkam, ob er nicht, ehe er dazu gelangte, sterben werde; was aber für den Augenblick angenehm und das irgendwie dazu Förderliche war, das galt als gut zugleich und nützlich. 5. θεῶν δὲ φόβος κτλ. Sinn: Gottesfurcht oder Menschengesetz hinderte nichts, indem erstens bei der allgemeinen Vernichtung ohne Unterschied die Frömmigkeit gleichgültig schien, für die Verbrechen aber keiner erwartete, dafs er bis zur gerichtlichen

Verfolgung am Leben bleiben und die gebührende Strafe leiden werde, dafs dagegen eine viel schwerere schon als beschlossen über ihm schwebe, vor deren Eintritt man natürlich sein Leben ein wenig genielsen müsse.

19. οἱ γὰρ ἄνθρ. - ἐποιοῦντο, die Leute machten dies Citat im Hinblick auf ihr gegenwärtiges Leiden.20. ἄλλος πόλεμος. Aus diesen Worten scheint zu folgen, dafs Thuk. diese Partie vor dem Ende des ganzen Krieges geschrieben habe, sonst würde er in irgend einer Weise der i. J. 404 bei der Belagerung Athens wirklich eingetretenen Hungersnot hier gedacht haben. - 23. τοῖς εἰδόσιν

χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι· ἐςβεβληκότων δὲ τῶν Πελοποννησίων, ἡ νόσος ἤρξατο εὐθύς. καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν ὅ τι ἄξιον καὶ εἰπεῖν, ἐπενείματο δὲ ̓Αθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ που λυανθρωπότατα. ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.

5

3. Lebensende des Perikles (Thuk. II, 59. 65).

[ocr errors]

59. Μετὰ δὲ τὴν δευτέραν ἐςβολὴν τῶν Πελεποννησίων οἱ Αθηναῖοι, ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας· καὶ τὸν μὲν Περικλέα ἐν αἰτίᾳ εἶχον, ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι ̓ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες, πρὸς δὲ τοὺς 10 Λακεδαιμονίους ὥρμηντο ξυγχωρεῖν. καὶ πρέσβεις τινὰς πέμψαντες ὡς αὐτοὺς ἄπρακτοι ἐγένοντο. πανταχόθεν τε τῇ γνώμῃ ἄποροι καθεστῶτες ἐνέκειντο τῷ Περικλεῖ. ὁ δὲ ὁρῶν αὐτοὺς πρὸς τὰ παρόντα χαλεπαίνοντας καὶ πάντα ποιοῦντας, ἅπερ αὐτὸς ἤλπιζε, ξύλλογον ποιήσας (ἔτι δ ̓ ἐστρατήγει) ἐβούλετο 15 θαροῦναί τε καὶ ἀπαγαγὼν τὸ ὀργιζόμενον τῆς γνώμης πρὸς τὸ ἠπιώτερον καὶ ἀδεέστερον καταστῆσαι. παρελθὼν δὲ ἔλεξε τοιάδε.

65. Τοιαῦτα ὁ Περικλῆς λέγων ἐπειρᾶτο τοὺς ̓Αθηναίους τῆς τε ἐπ ̓ αὐτὸν ὀργῆς παραλύειν, καὶ ἀπὸ τῶν παρόντων δει- 20 νῶν ἀπάγειν τὴν γνώμην. οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἀνε πείθοντο, καὶ οὔτε πρὸς τοὺς Λακεδαιμονίους ἔτι ἔπεμπον, ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο· ἰδίᾳ δὲ τοῖς παθήμασιν ἐλυ

[blocks in formation]

ποῦντο, ὁ μὲν δῆμος, ὅτι ἀπ ̓ ἐλασσόνων ὁρμώμενος ἐστέρητο καὶ τούτων, οἱ δὲ δυνατοὶ καλὰ κτήματα κατὰ τὴν χώραν οίκοδομίαις τε καὶ πολυτελέσι κατασκευαῖς ἀπολωλεκότες, τὸ δὲ μέγιστον, πόλεμον ἀντ ̓ εἰρήνης ἔχοντες. οὐ μέντοι πρότερόν 5 γε οἱ ξύμπαντες ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτόν, πρὶν ἐξημίωσαν χρήμασιν. ὕστερον δ ̓ αὖθις οὐ πολλῷ, ἵπερ φιλεῖ ὅμιλος ποιεῖν, στρατηγὸν εἵλοντο, καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν, ὧν μὲν περὶ τὰ οἰκεῖα ἕκαστος ἤλγει, ἀμβλύτεροι ἤδη ὄντες, ὧν δὲ ἡ ξύμπασα πόλις προσεδεῖτο, πλείστου ἄξιον νομί10 ζοντες εἶναι. ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ, μετρίως ἐξηγεῖτο καὶ ἀσφαλῶς διεφύλαξεν αὐτήν, καὶ ἐγένετο ἐπ ̓ ἐκείνου μεγίστη· ἐπεί τε ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώ 15 σθη ἡ πρόνοια αὐτοῦ ἐς τὸν πόλεμον. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ, μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦτά τε πάντα ἐς τοὐναντίον ἔπραξαν, καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια 20 κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς ξυμμάχους ἐπολίτευ σαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφελία μᾶλ λον ἦν, σφαλέντα δὲ τῇ πόλει ἐς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δ ̓ ἦν, ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος, κατ 25 εἶχε τὸ πλῆθος ἐλευθέρως, καὶ οὐκ ἤγετο μᾶλλον ὑπ' αὐτοῖ ἢ αὐτὸς ἦγε διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύνα

[ocr errors]

sich von dem Gewicht seiner Gründe
überzeugen lassen; denn sie wufsten
keine bessere Abhilfe des Übels
und fühlten den Ernst ihrer Stellung;
privatim aber liefsen sie ihren Ge-
fühlen freieren Lauf. — 1. ἀπ' ἐλασσό-
νων ὁρμώμενος, mit geringeren Mit-
teln ausgerüstet. 8. ὧν von ἤλγει
abhängig: worüber jeder zu klagen
hatte in seiner Familie und am Ver-
mögen, dagegen war man schon eher
abgestumpft, und was der Gesamt-
heit des Staates nötig war, dazu
hielten sie ihn für sehr tüchtig.
11. μετρίως ἐξηγεῖτο, er leitete sie in
gemälsigtem Sinne, mit Besonnen-
heit. 15. ὁ μὲν γὰρ κτλ. Perikles'

Forderungen für eine glückliche Beendigung des Krieges waren also: 1) Vermeidung innerer Zwietracht, 2) Pflege des Seewesens, 3) keine Ausdehnung des beherrschten Gebietes, 4) keine Unternehmungen (wie die Sikelische), wobei die Existenz des Staates selbst aufs Spiel gesetzt werde. - 25. κατείχε τὸ πλῆθος ἐλευθέρως, er lenkte die Menge so, dafs er sie durch Gründe für seine Ansichten stimmte, wie es eines freien Mannes würdig ist; opp. ἰσχύι. 26. διὰ τὸ μὴ κτώμενος κτλ. weil er nicht seine Macht durch unwürdige Mittel gewann und deshalb ihnen nach dem Munde zu reden

« IndietroContinua »