Immagini della pagina
PDF
ePub

6. Nikias (Plut. Nik. 3. 4. 5. 6).

3. Ὁ μὲν Περικλῆς ἀπὸ τε ἀρετῆς ἀληθινῆς καὶ λόγου δυνάμεως τὴν πόλιν ἄγων οὐδενὸς ἐδεῖτο σχηματισμοῖ πρὸς τὸν ὄχλον οὐδὲ πιθανότητος, Νικίας δὲ τούτοις μὲν λειπόμενος, 5 οὐσίᾳ δὲ προέχων ἀπ ̓ αὐτῆς ἐδημαγώγει. καὶ τῇ Κλέωνος εὐχερείᾳ καὶ βωμολοχία πρὸς ἡδονὴν μεταχειριζομένῃ τοὺς ̓Αθηναίους διὰ τῶν ἱμοίων ἀντιπαρεξάγειν ἀπίθανος ὤν, χορηγίαις ἀνελάμβανε καὶ γυμνασιαρχίαις ἑτέραις τε τοιαύταις φιλοτιμίαις τὸν δῆμον, ὑπερβαλλόμενος πολυτελείᾳ καὶ χάριτι τοὺς πρὸ 10 ἑαυτοῦ καὶ καθ ̓ ἑαυτὸν ἅπαντας. εἱστήκει δὲ καὶ τῶν ἀναθημάτων αὐτοῦ καθ ̓ ἡμᾶς τό τε Παλλάδιον ἐν ἀκροπόλει, τὴν χρύσωσιν ἀποβεβληκός, καὶ ὁ τοῖς χορηγικοῖς τρίποσιν ὑποκείμενος ἐν Διονύσου νεώς· ἐνίκησε γὰρ πολλάκις χορηγήσας, ἐλείφθη δὲ οὐδέποτε.

15

4. Τούτοις δ ̓ ὅτι μὲν πολὺ τὸ πρὸς δόξαν καὶ φιλοτιμίαν πανηγυρικὴν καὶ ἀγοραῖον ἔνεστιν, οὐκ ἄδηλον, ἀλλὰ τῷ λοιπῷ τρόπῳ τοῦ ἀνδρὸς καὶ ἤθει πιστεύσειεν ἄν τις εὐσεβείας ἐπακολούθημα τὴν τοιαύτην χάριν καὶ δημαγωγίαν γενέσθαι σφόδρα γὰρ ἦν τῶν ἐκπεπληγμένων τὰ δαιμόνια καὶ θειασμῷ προς20 κείμενος, ὥς φησι Θουκυδίδης. ἐν δέ τινι τῶν Πασιφῶντος διαλόγων γέγραπται, ὅτι καθ ̓ ἡμέραν ἔθνε τοῖς θεοῖς, καὶ μάντιν ἔχων ἐπὶ τῆς οἰκίας προσεποιεῖτο μὲν ἀεὶ σκέπτεσθαι περὶ τῶν δημοσίων, τὰ δὲ πλεῖστα περὶ τῶν ἰδίων καὶ μάλιστα περὶ τῶν ἀργυρείων μετάλλων· ἐκέκτητο γὰρ ἐν τῇ Λαυρεω 25 τικῇ πολλά, μεγάλα μὲν εἰς πρόσοδον, οὐκ ἀκινδύνους δὲ τὰς ἐργασίας ἔχοντα· καὶ πλῆθος ἀνδραπόδων ἔτρεφεν αὐτόθι, καὶ

[blocks in formation]

τῆς οὐσίας ἐν ἀργυρίῳ τὸ πλεῖστον εἶχεν. ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία.

5

5. Οὕτω δὴ διακείμενος εὐλαβῶς πρὸς τοὺς συκοφάντας οὔτε συνεδείπνει τινὶ τῶν πολιτῶν οὔτε κοινολογίαις οὔτε συν διημερεύσεσιν ἐνέβαλλεν ἑαυτὸν οὐδ ̓ ὅλως ἐσχόλαζε ταῖς τοιαύταις διατριβαῖς, ἀλλ ̓ ἄρχων μὲν ἐν τῷ στρατηγίῳ διετέλει μέχρι νυκτός, ἐκ δὲ βουλῆς ὕστατος ἀπῄει πρῶτος ἀφικνούμε- 10 νος. εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι, δυςπρόσοδος ἦν καὶ δυσέντευκτος οἰκουρῶν καὶ κατακεκλεισμένος. οἱ δὲ φίλοι τοῖς ἐπὶ ταῖς θύραις φοιτῶσιν ἐνετύγχανον καὶ παρῃτοῦντο συγγνώ μην ἔχειν, ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς καὶ ἀσχολίας ὄντος. καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμ- 15 περιτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ιέρων ἦν, ἀνὴρ τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου περί τε γράμματα και μουσικὴν ἐξησκημένος ὑπ' αὐτοῦ. οὗτος οὖν ὁ Ἱέρων τά τε πρὸς τοὺς μάν τεις ἀπόῤῥητα διεπράττετο τῷ Νικίᾳ, καὶ λόγους ἐξέφερεν εἰς τὸν δῆμον, ὡς ἐπίπονόν τινα καὶ ταλαίπωρον διὰ τὴν πόλιν 20 ζῶντος αὐτοῦ βίον ᾧ γ ̓ ἔφη καὶ περὶ λουτρὸν ὄντι καὶ περὶ δεῖπνον ἀεί τι προςπίπτειν δημόσιον· ἀμελῶν δὲ τῶν ἰδίων ὑπὸ τοῦ τὰ κοινὰ φροντίζειν μόλις ἄρχεται καθεύδειν περὶ πρῶτον ὕπνον. ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδὲ ἡδύς ἐστιν, ἀλλὰ καὶ τούτους 25 προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δ ̓ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπαθοῦσι καὶ προςπαίζουσι τῇ πολιτεία.

6. Ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφέρόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφο- 30

φῶν, aus Eretria, vielleicht ein Philosoph, sonst unbekannt.

3. τοῖς κακῶς ποιεῖν δυν., den Sykophanten, aus Furcht vor Anklagen. - 4. πρόσοδος κτλ., Zutritt gewannen bei ihm die Schlechten wegen seiner Feigheit.

9. ἄρχων hier: Feldherr. στρατήγιον das Amthaus der 10 jährlichen στρατηγοί, wo sie auch zusammen speisten. - 15. ταῦτα· συν

τραγῳδῶν. Wir: der diese Komödie mitspielte und ihn in diesen Nimbus (ὄγκον) hüllte. 17. περὶ μου σικὴν ἐξησκημένος, in Litteratur und Musik ausgebildet. — 19. ἀπό ῥητα διεπράττετο, vermittelte den geheimen Verkehr. 25. Verbinde: πρὸς τοῖς χρήμασιν ἀποβέβληκε.

29. Konstr. ὁρῶν τὸν δῆμον ἀποχρώμενον εἰς ἔνια (zu mancherlei)

ρώμενον δ ̓ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περικλέους καταδίκῃ, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούε σθαι στρατηγίας, ὅπου δ ̓ αὐτὸς στρατεύοιτο τῆς ἀσφαλείας 5 ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν, ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν ἢ δύναμιν ἢ ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος.

10

7. Alkibiades (Plut. Alk. 1. 2. 7. 9. 10. 11. 16. 23).

1. Τὸ ̓Αλκιβιάδου γένος ἄνωθεν Ευρυσάκην τὸν Αίαντος ἀρχηγον ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς Αλκμαιωνίδης ἦν ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους. ὁ δὲ πατὴρ αὐτοῦ Κλει νίας ἰδιοστόλῳ τριήρει περὶ ̓Αρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. τοῦ 15 δὲ Αλκιβιάδου Περικλῆς καὶ ̓Αρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον. Τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν. Μέμνηται δὲ καὶ ̓Αριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον

20

Εἶτ ̓ ̓Αλκιβιάδης εἶπε πρός με τραυλίσας·
ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει.
ὀρθῶς γε τοῦτ ̓ ̓Αλκιβιάδης ἐτραύλισε.

66

2. Τὸ δ ̓ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς 25 αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο. φύσει δὲ πολλῶν ὄντων καὶ

[merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small]
[ocr errors]

.66

99

μεγάλων παθῶν ἐν αὐτῷ τὸ φιλόνεικον ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς παιδικοῖς ἀπομνημονεύμασιν. ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος οἷος ἦν διαφαγεῖν τὰς χεῖρας. ἀφέντος δὲ τὴν λαβὴν ἐκείνου καὶ εἰπόν 5 τος Δάκνεις, ὦ ̓Αλκιβιάδη, καθάπερ αἱ γυναῖκες· Οὐκ ἔγωγε“ εἶπεν κἀλλ ̓ ὡς οἱ λέοντες.“ ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐ τὸν ἅμαξα φορτίων ἐπῄει. Πρῶτον μὲν οὖν ἐκέλευε περιμεῖ ναι τὸν ἄγοντα τὸ ζεῦγος· ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ 10 τῆς ἁμάξης· μὴ πειθομένου δὲ δι ̓ ἀγροικίαν, ἀλλ ̓ ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες διέσχον, ὁ δ ̓ Αλκιβιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους καὶ παρατείνας ἑαυτὸν ἐκέλευεν οὕτως, εἰ βούλεται, διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω δείσαντα, τοὺς δ ̓ ἰδόντας ἐκπλαγῆναι καὶ 15 μετὰ βοῆς συνδραμεῖν πρὸς αὐτόν. ἐπεὶ δὲ εἰς τὸ μανθάνειν ἧκε, τοῖς μὲν ἄλλοις ὑπήκουε διδασκάλοις ἐπιεικῶς, τὸ δ ̓ αὐ λεῖν ἔφευγεν ὡς ἀγεννὲς καὶ ἀνελεύθερον πλήκτρου μὲν γὰρ καὶ λύρας χρῆσιν οὐδὲν οὔτε σχήματος οὔτε μορφῆς ἐλευθέρῳ πρεπούσης διαφθείρειν, αὐλοὺς δὲ φυσῶντος ἀνθρώπου στό- 20 ματι καὶ τοὺς συνήθεις ἂν πάνυ μόλις διαγνῶναι τὸ πρόσωπον. ἔτι δὲ τὴν μὲν λύραν τῷ χρωμένῳ συμφθέγγεσθαι καὶ συνάδειν, τὸν δ ̓ αὐτὸν ἐπιστομίζειν καὶ ἀποφράττειν ἕκαστον τήν τε φωνὴν καὶ τὸν λόγον ἀφαιρούμενον. Αὐλείτωσαν οὖν ἔφη „Θηβαίων παῖδες· οὐ γὰρ ἴσασι διαλέγεσθαι· ἡμῖν δὲ τοῖς 25 Αθηναίοις, ὡς οἱ πατέρες λέγουσιν, ἀρχηγέτις Αθηνᾶ καὶ πατρῷος ̓Απόλλων ἐστίν, ὧν ἡ μὲν ἔρριψε τὸν αὐλόν, ὁ δὲ καὶ τὸν αὐλητὴν ἐξέδειρε τοιαῦτα παίζων ἅμα καὶ σπουδάζων

66

[merged small][merged small][ocr errors][ocr errors][merged small][merged small][ocr errors]

ὁ ̓Αλκιβιάδης αὑτόν τε τοῦ μαθήματος ἀπέστησε καὶ τοὺς ἄλ λους. ταχὺ γὰρ διῆλθε λόγος εἰς τοὺς παῖδας, ὡς εὖ ποιῶν ὁ Αλκιβιάδης βδελύττοιτο τὴν αὐλητικὴν καὶ χλευάζοι τοὺς μαν θάνοντας. ὅθεν ἐξέπεσε κομιδῇ τῶν ἐλευθέρων διατριβῶν καὶ 5 προεπηλακίσθη παντάπασιν ὁ αὐλός.

7. Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν ἐπὶ θύρας ἦλθεν αὐ τοῦ. πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθ ̓ ἑαυτόν, ὅπως ἀποδώσει λόγον 'Αθηναίοις, ἀπιὼν ὁ Αλκιβιάδης „Εἶτα“ ἔφη βέλτιον οὐκ ἦν σκοπεῖν αὐτόν, ὅπως οὐκ ἀποδώσει λόγον 10 Αθηναίοις;“ ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτίδαιαν στρατείαν καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην ἐν τοῖς ἀγῶσιν. ἰσχυρᾶς δὲ γενομένης μάχης ἠρίστευσαν μὲν ἀμφότεροι, τοῦ δ ̓ Αλκιβιάδου τραύματι περιπεσόντος ὁ Σωκράτης προέστη καὶ ἤμυνε και μάλιστα δὴ προδήλως ἔσωσεν 15 αὐτὸν μετὰ τῶν ὅπλων. ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον· ἐπεὶ δ ̓ οἱ στρατηγοὶ διὰ τὸ ἀξίωμα τῷ ̓Αλκιβιάδῃ σπουδάζοντες ἐφαίνοντο περιθεῖναι την δόξαν, ὁ Σωκράτης βουλόμενος αὔξεσθαι τὸ φιλότιμον ἐν τοῖς καλοῖς αὐτοῦ πρῶτος ἐμαρτύρει και παρεκάλει στεφανοῦν ἐκεῖνον καὶ 20 διδόναι τὴν πανοπλίαν. ἔτι δὲ τῆς ἐπὶ Δηλίῳ μάχης γενομένης καὶ φευγόντων Αθηναίων ἔχων ἵππον ὁ ̓Αλκιβιάδης, τοῦ δὲ Σωκράτους πεζῇ μετ ̓ ὀλίγων ἀποχωροῦντος, οὐ παρήλασεν ἰδών, ἀλλὰ παρέπεμψε καὶ περιήμυνεν, ἐπικειμένων τῶν πολεμίων καὶ πολλοὺς ἀναιρούντων. καὶ ταῦτα μὲν ὕστερον 25 ἐπράχθη.

9. Ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν, ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων, ὅτι πάντες ἐπὶ τῷ κυνὶ δάκνονται καὶ λοιδοροῦσιν 30 αὐτόν, ἐπιγελάσας· Γίνεται τοίνυν“ εἶπεν „ὃ βούλομαι· βούλομαι γὰρ Αθηναίους τοῦτο λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι.“

[blocks in formation]
« IndietroContinua »