Immagini della pagina
PDF
ePub
[graphic]

SOPHOCLIS

ANTIGO NA

RECENSUIT, ET ANNOTATIONIBUS, SIGLISQUE METRICIS, IN
MARGINE SCRIPTIS, INSTRUXIT

[blocks in formation]

ΥΠΟΘΕΣΙΣ ΑΝΤΙΓΟΝΗΣ.

Αποθανόντα Πολυνείκην ἐν τῇ πρὸς τὸν ἀδελφὸν μονομα χία Κρέων ἄταφον ἐκβαλών κηρύττει μηδένα θάπτειν, θάνατον τὴν ζημίαν ἀπειλήσας. τοῦτον ἡ ἀδελφὴ αὐτοῦ ̓Αντιγόνη θάπτειν πειρᾶται. καὶ δὴ λαθοῦσα τοὺς φύλακας, ἐπιβάλλει χῶμα· οἷς ἐπαπειλεῖ θάνατον ὁ Κρέων, εἰ μὴ τὸν τοῦτο δρά σαντα ἐξεύροιεν. οὗτοι, τὴν κόνιν τὴν ἐπιβεβλημένην καθά ραντες, οὐδὲν ἧττον ἐφρούρουν. ἐπελθοῦσα δὲ ἡ ̓Αντιγόνη, καὶ γυμνὸν εὑροῦσα τὸν νέκυν, ἀνοιμώξασα, ἑαυτὴν εἰσαγ γέλλει. ταύτην ὑπὸ τῶν φυλάκων παραδεδομένην Κρέων καταδικάζει, καὶ ζῶσαν εἰς τύμβον καθεῖρξεν. ἐπὶ τούτοις Αἵμων, ὁ Κρέοντος υἱὸς, ὃς ἐμνᾶτο αὐτὴν, ἀγανακτήσας, ἑαυτὸν προσεπισφάζει τῇ κόρῃ ἀπολομένῃ ἀγχόνῃ, Τειρεσίου ταῦτα προθεσπίσαντος. ἐφ ̓ ᾧ λυπηθεῖσα ἡ Κρέοντος γαμετὴ Εὐρυδίκη ἑαυτὴν κατασφάζει· καὶ τέλος θρηνεῖ Κρέων τὸν τοῦ παιδὸς καὶ τῆς γαμετῆς θάνατον.

[blocks in formation]
« IndietroContinua »