Immagini della pagina
PDF
ePub

ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περι κῶμ' ἐκάλυπτεν· οὐ δὲ κυνῶν ὑλακὴ ἔτ ̓ ἀνα πτόλιν, οὐ θρόος ἦεν ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. 750 ἀλλὰ μάλ' οὐ Μήδειαν ἐπι γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ ̓ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατα νειὸν "Αρηος. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθοιεν, 755 ἠελίου ὡς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι, ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δ ̓ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·

ὡς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. 760 δάκρυ δ ̓ ἀπ ̓ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ ̓ αἰεὶ τεῖρ ̓ ὀδύνη σμύχουσα δια χροός, ἀμφί τ ̓ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπο νείατον ἐνίον ἄχρις,

ἔνθ ̓ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ ̓ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. 765 φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν, ἄλλοτε δ ̓ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή· αὐτίκα δ ̓ οὔτ ̓ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλ ̓ αὕτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.

ἑζομένη δ ̓ ἤπειτα δοάσσατο, φώνησέν τε 770 „,δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι; πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐ δέ τις ἀλκὴ πήματος· ἀλλ ̓ αὕτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε Αρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, πρὶν τόνγ ̓ εἰσιδέειν, πρὶν ̓Αχαιίδα γαῖαν ἱκέσθαι 775 Χαλκιόπης υἷας· τοὺς μὲν θεὸς ἤ τις Ερινὺς ἄμμι πολυκλαύτους δεῦρ ̓ ἤγαγε κείθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατα νειὸν ὀλέσθαι

μοίρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη; ποῖον δ ̓ ἐπι μῦθον ἐνίψω; 780 τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ ̓ ἀρωγῆς; ἦ μιν ἄνευθ ̓ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα; δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιο περ ἔμπης λωφήσειν ἀχέων. τότε δ ̓ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, 785 ἐρρέτω ἀγλαΐη· ὃ δ ̓ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ ̓ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη φαιστήρια φάρμακα θυμοῦ. 790 ἀλλὰ καὶ ὡς φθιμένῃ μοι ἐπιλλίζουσιν ὀπίσσω κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καί κέν με δια στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται· ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο

795 κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, μαργοσύνῃ εἴξασα. τί δ ̓ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾧ μοι ἐμῆς ἄτης. ἦ τ' ἂν πολὺ κέρδιον εἴη τῇδ ̓ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκ' ἐλέγχει πάντα φυγοῦσαν, 800 πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι, σε ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ

φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι ̓ ἔκειτο. ἐνθεμένη δ ̓ ἐπι γούνατ' ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ ̓ ἔρρεεν ἀσταγὲς αὕτως, 805 αἴν' ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ' ἤγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοίο,

ἐξελέειν μεμαυία, δυσάμμορος. ἀλλά οἱ ἄφνω
δεῖμ' ὀλοὸν στυγεροῖο κατα φρένας ήλθ' Αίδαο.

810 ἔσχετο δ ̓ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ινδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσ ̓ ἐνι ζωοῖσι πέλονται, μνήσαθ ̓ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη καί τέ οἱ ἠέλιος γλυκίων γένετ ̓ εἰσοράασθαι, 815 ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ ̓ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐ δ ̓ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ' αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη 820 φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. πυκνὰ δ ̓ ἀνα κληῒδας ἑῶν λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δ ̓ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δ ̓ ἀνα πτολίεθρον ἕκαστοι.

ἔνθα κασιγνήτους μὲν ἔτ ̓ αὐτόθι μεῖναι ἀνώγει 825 Αργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης· αὐτὸς δ ̓ αὖτ' ἐπι νῆα κίεν προπάροιθε λιασθείς. ἣ δ ̓ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, αἱ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, 830 αὐσταλέας δ ̓ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ νεκταρέη φαιδρύνετ' ἐπι χρόα· δῦνε δὲ πέπλον καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνησιν· ἀμβροσίῳ δ ̓ ἐφύπερθε καρήατι βάλλε καλύπτρην ἀργυρέην. αὐτοῦ δὲ δόμοις ἐνιδινεύουσα 835 στείβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν θεσπέσι, ἄλλά τ' ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δ ̓ ἀμφιπόλοις, αἳ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες, οὔπω λέκτρα συν ἀνδράσι πορσύνουσαι, 840 ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,

οἵ κε μιν εἰς Εκάτης περικαλλέα νηὸν ἄγοιεν.

,

, 810 [11]

ἔνθ ̓ αὖτ ̓ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην· ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοίο φάρμακον, ὅ ρρά τε φασὶ Προμήθειον καλέεσθαι. 845 τῷ εἴ κ' ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν Κούρην μουνογένειαν ἑὸν δέμας ἐκμαίνοιτο, ἦ τ' ἂν ὅγ ̓ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν, οὔτέ κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ λωίτερος κεῖν ̓ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. 850 πρωτοφυὲς τόγ' ἀνέσχε, καταστάξαντος ἔραξε αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντ' ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δ ̓ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἔκελον κρόκῳ ἐξεφαάνθη, 855 καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δ ̓ ἐνι γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα. τῆς οἵην τ' ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη υδάτεσσιν, 860 ἑπτάκι δὲ Βριμώ κουροτρόφον ἀγκαλέσασα, Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνι νυκτί, συν ὀρφναίοισι φάρεσσιν. μυκηθμῷ δ ̓ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δ ̓ αὐτὸς 865 Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων. τό ορ ̓ ἥγ ̓ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥτέ οἱ ἀμβροσίοισι περι στήθεσσιν ἔερτο. ἐκ δὲ θύραζε κιοῦσα τοῆς ἐπεβήσατ' ἀπήνης· συν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν· 870 αὐτὴ δ ̓ ἡνί ̓ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ, ἔλαεν δὲ δι ἄστεος· αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν, τρώχων εὐρεῖαν κατ' αμαξιτόν· ἀν δὲ χιτῶνας

λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. 875 οἵη δὲ λιαροῖσιν ἐφ ̓ ὕδασι Παρθενίοιο, ἠὲ καὶ ̓Αμνισοῖο λοεσσαμένη ποταμοίο χρυσείοις Λητωὶς ἐφ ̓ ἅρμασιν ἑστηνΐα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·

880 τῇ δ ̓ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἳ μὲν ἐπ' αὐτῆς ἀγρόμεναι πηγῆς ̓Αμνισίδος, αἳ δὲ δὴ ἀμφι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ πῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν· ὣς αἵγ' ἐσσεύοντο δι' ἄστεος· ἀμφὶ δὲ λαοὶ 885 εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐνδμήτους λίπ' ἀγυιάς, νηὸν δ ̓ εἰσαφίκανε διεκ πεδίων ἐλάουσα,

[ocr errors]

δὴ τότ' ἐυτροχάλοιο κατ' αὐτόθι βήσατ' ἀπήνης
ἱεμένη, καὶ τοῖα μετα δμωῇσιν ἔειπεν

890,,ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐ δ ̓ ἐνόησα
μήνιμ' ἀλλοδαποῖσι μετ ̓ ἀνδράσιν, οἵτ ̓ ἐπι γαῖαν
ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται
πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν
τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.
895 ἀλλ ̓ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὐ νύ τις ἄλλος ἔπεισιν,
εἰ δ ̓ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης
λεξάμεναι, τότ' ἔπειτ' αὐτὴν ἀπονεισόμεθ ̓ ὥρην.
καὶ δέ κε συν πολέεσσιν ὀνείασιν οἴκαδ ̓ ἵκοισθε
900 ἤματι τῷ, εἴ μοι συναρέσσετε τῆνδε μενοινήν.
Αργος γάρ μ' ἐπέεσσι παρατρέπει, ὡς δὲ καὶ αὐτὴ
Χαλκιόπη — τάδε σίγα νόῳ ἔχετ ̓ εἰσαΐουσαι
ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται
τὸν ξεινόν με κέλονται, ὅτις περι βουσὶν ὑπέστη,
905 δῶρ ̓ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀθλων.

« IndietroContinua »