Immagini della pagina
PDF
ePub

215 Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.
και μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅτι πέτρην
κλείουσιν, ποταμοίο παρα ρόον Εργίνοιο,
λυγαίοις ἐδάμασσε περι νεφέεσσι καλύψας.

τὼ μὲν ἐπ ̓ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρυμνὰς 220 σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας· ἀμφι δε νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετα πνοιῇσιν ἔθειραι.

οὐ δὲ μὲν οὐδ ̓ αὐτοῖο παις μενέαινεν "Ακαστος 225 ιφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος μιμνάζειν, Αργός τε θεᾶς ὑπουργὸς ̓Αθήνης· ἀλλ ̓ ἄρα καὶ τω μέλλον ἐνικρινθῆναι ὁμίλῳ.

τόσσοι ἂς Αισονίδῃ συμμήστορες ηγερέθοντο, τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες 230 κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ ̓ αἵματος εὐχετόωντο ἔμμεναι· ὡς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Αλκιμέδη, Κλυμένης Μιννηίδος ἐκγεγαυῖα.

ἀκταὶ

αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ ̓ ἐτέτυκτο, 235 ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὖτ ̓ ἂν ἄγῃ χρέος ἄνδρας ὑπειρ ἅλα ναυτίλλεσθαι, δὴ τότ ̓ ἴσαν μετα νῆα δι ̓ ἄστεος, ἔνθά περ κλείονται Παγασαί Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ 240 ἀστέρες ὡς νεφέεσσι μετέπρεπον· ὧδε δ ̓ ἕκαστος ἔννεπεν εἰσορόων συν τεύχεσιν ἀίσσοντας

Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαίδος ἔκτοθι βάλλει; αὐτῆμαρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν

245 Αιήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλ ̓ οὐ φυκτὰ κέλευθα, πόνος δ ̓ ἄπρηκτος ἰοῦσιν.

ὡς φάσαν ἔνθα καὶ ἔνθα κατα πτόλιν· αἱ δὲ γυναῖκες

πολλὰ μάλ ̓ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. 250 ἄλλη δ ̓ εἰς ἑτέρην ὀλοφύρετο δάκρυ χέουσα δειλὴ ̓Αλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης ἤλυθεν· οὐ δ ̓ ἐτέλεσσας ἐπ ̓ ἀγλαΐῃ βιότοιο.

[ocr errors]

Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν βέλτερον, εἰ τὸ πάροιθεν ἐνι κτερέεσσιν ἐλυσθεὶς 255 νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις αέθλων.

66

ὡς ὄφελεν καὶ Φρίξον, ὅτ ̓ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμ ̓ ἐπικλύσαι. ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας Αλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη. 260 αἱ μὲν ἂρ ὡς ἀγόρευον ἐπι προμολῇσι κιόντων. ἤδη δὲ δμῶές τε πολεῖς ὁμῶαί τ ̓ ἀγέροντο, μήτηρ δ ̓ ἀμφ' αὐτὸν βεβολημένη. ὀξὺ δ ̓ ἑκάστην δῦνεν ἄχος· συν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήρα ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. 265 αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων, δμώεσσι δ ̓ ἀρήια τεύχε ̓ ἀείρειν πέφραδεν· οἳ δ ̓ αὖ σίγα κατηφέες ἠείροντο. μήτηρ δ ̓ ὡς τὰ πρῶτ ̓ ἐπεχεύατο πήχεε παιδί, ὡς ἔχετο κλαίουσ ̓ ἀδινώτερον, ήύτε κούρη 270 οἰόθεν ἀσπασίως πολιὴν τροφὴν ἀμφιπεσοῦσα μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ ̓ ἄλλοι κηδεμονῆες, ἀλλ ̓ ὑπο μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει, καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν· τῇ δέ τ ̓ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, 275 οὐ δ ̓ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ· ὡς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ ̓ ἀγκὰς ἔχουσα Αλκιμέδη. καὶ τοῖον ἔπος φάτο κηδοσύνησιν

,,αἴθ ̓ ὄφελον κεῖν ̓ ἦμαρ, ὅτ ̓ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν, 280 αὐτίκ ̓ ἀπο ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, ὄφρ ̓ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν, τέκνον ἐμόν· τὸ γὰρ οἷον ἔην ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. γε μὲν ἡ τὸ πάροιθεν Αχαιιάδεσσιν ἀγητὴ 285 δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαϊην καὶ κῦδος ἔχον πάρος, ᾧ ἐπι μούνω μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.

νῦν

66

290 ᾧ μοι ἐμῆς ἄτης. τὸ μὲν οὐδ ̓ ὅσον, οὐδ ̓ ἐν ὀνείρῳ ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ' ἀλύξας. ὡς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν 295,,μή μοι λευγαλέας ἐνιβάλλει, μῆτερ, ἀνίας ὧδε λίην· ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλ' ἔτι κεν καὶ ἐπ ̓ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τ' ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν. τῶν μοΐραν κατα θυμὸν ἀνιάζουσα περ ἔμπης 300 τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Αθήνης ἠδὲ θεοπροπίῃσιν, ἐπεὶ μάλα δεξιὰ Φοίβος ἔχρη, ἀτὰρ μετέπειτα γ ̓ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ' ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μὴ δ' ὄρνις ἀεικελίη πέλε νηί· 305 κεῖσε δ ̓ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.“

ἦ, καὶ ὃ μὲν προτέρωσε δόμων ἐξ ώρτο νέεσθαι. οἷος δ ̓ ἐκ νηοῖο θυώδεος εἰσιν Απόλλων Δῆλον ἀν ̓ ἀγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ, ἢ Λυκίην εὐρεῖαν ἐπι Ξάνθοιο ῥοῇσιν,

310 τοῖος ἀνα πληθὺν δήμου κίεν· ὦρτο δ ̓ ἀυτὴ κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ Ιφιὰς Αρτέμιδος πολιηόχου ἀρήτειρα,

καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐ δέ τι φάσθαι ἔμπης [εμένη δύνατο, προθέοντος ὁμίλου· 315 ἀλλ ̓ ἡ μὲν λίπετ' αὖθι παρακλιδόν, οἷα γεραιὴ ὁπλοτέρων, ὃ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. αὐτὰρ ἐπεί ῥα πόληος ἐνδμήτους λίπ ̓ ἀγυιάς, ἀκτὴν δ ̓ ἵκανεν Παγασηίδα, τῇ μιν ἐταῖροι δειδέχατ' 'Αργώῃ ἄμυδις παρα νηὶ μένοντες. 320 στῆ δ ̓ ἂρ ἐπι προμολῆς· οἳ δ ̓ ἀντίοι ἠγερέθοντο. ἐς δ ̓ ἐνόησαν ̓́Ακαστον ὁμῶς Αργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ ̓ ἐσιδόντες πασσυδίῃ Πελίαο παρεκ νόον ιθύνοντας.

δέρμα δ' ὃ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ ̓ ὤμους 325 Αργος Αρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὃ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλ ̓ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα

ἔσχετο· τοὺς δ ̓ ἀγορὴν δὲ συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δ ̓ ἐλλομένοις ἐπι λαίφεσιν ἠδὲ καὶ ἱστῷ 330 κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δ' Αίσονος υἱὸς ἐυφρονέων μετέειπεν

ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν, — πάντα γὰρ εὖ κατα κόσμον — επαρτέα κεῖται ἰοῦσιν. τῷ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖς ἕκητι

335 ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. ἀλλά, φίλοι, — ξυνὸς γὰρ ἐς Ελλάδα νόστος ὀπίσσω, ξυναὶ δ ̓ ἄμμι πέλονται ἐς Αιήταο κέλευθοι -τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες έλεσθε ὄρχαμον ὑμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, 340 νείκεα συνθεσίας τε μετα ξείνοισι βαλέσθαι. ὡς φάτο· πάπτηναν δέ νέοι θρασὺν Ἡρακλῆα

ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες αυτῇ σημαίνειν ἐπέτελλον· ὃ δ ̓ αὐτόθεν, ἔνθά περ ἧστο, δεξιτερὴν ἀνα χεῖρα τανύσσατο φώνησέν τε 345,,μήτις ἐμοὶ τόδε κῦδος ἐπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.“

ἡ ῥα μέγα φρονέων· ἐπι δ ̓ ἤνεον, ὡς ἐκέλευεν Ἡρακλέης. ἀνα δ' αὐτὸς ἀρήιος ὤρνυτ ̓ Ἰήσων 350 γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν ,,εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτ' ἔπειθ ̓, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτ ̓ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ ̓ ἴασιν 355 δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν δεῦρο βόας ἀγέληθεν ἔν κρίναντας ἐλάσσαι, τόφρά κε νῆς ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα τε πάντα ἐνθέμενοι πεπαλαχθε κατα κληῖδας ἐρετμά. τείως δ ̓ αὖ καὶ βωμὸν ἐπάκτιον Εμβασίοιο 360 θείομεν Απόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς οὗ ἔθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι. 66

ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ ̓· οἳ δ ̓ ἐπανέσταν πειθόμενοι· ἀπο δ' εἵματ ̓ ἐπήτριμα νηήσαντο 365 λείῳ ἐπι πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δ ̓ ἐπικρατέως Αργου υποθημοσύνησιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν, ἵν ̓ εὖ ἀραροίατο γόμφοις 370 δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. σκάπτον δ' αἶψα κατ' εὖρος ὅσον περιβάλλετο χῶρος ἠδὲ κατα πρώραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.

« IndietroContinua »