Immagini della pagina
PDF
ePub

αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι, ὄφρα τὰ μὲν δασόμεσθα μετα σφίσιν, εἴ κεν ὀπάσσῃ δῶρα φέρων, τῷ δ ̓ αὖτε κακώτερον ἄλλο πόρωμεν 910 φάρμακον. ἀλλ ̓ ἀπονόσφι πέλεσθέ μοι, εὖτ ̓ ἂν ἵκηται.66

ὡς ηὔδα· πάσῃσι δ ̓ ἐπίκλοπος ἥνδανε μῆτις. αὐτίκα δ' Αισονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας "Αργος, ὅτ' ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Εκάτης ἱερὸν μετα νηὸν ἰοῦσαν, 915 ἦγε διεκ πεδίου· ἅμα δέ σφισιν είπετο Μόψος Αμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν οἰωνούς, ἐσθλὸς δὲ συνευφράσσασθαι ἰοῦσιν.

ἔνθ ̓ οὔπω τὶς τοῖος ἐπι προτέρων γένετ' ἀνδρῶν, οὔθ ̓ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ ̓ ὅσοι ἄλλων 920 ἀθανάτων ἥρωες ἀφ' αἵματος ἐβλάστησαν,

οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ ἠμὲν ἐσάντα ἰδεῖν ἠδὲ προτιμυθήσασθαι. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθω 925 Αμπυκίδης, ἤδη που δισσάμενος τὰ ἕκαστα.

ἔστι δέ τις πεδίοιο κατα στίβου ἐγγύθι νηοῦ αίγειρος φύλλοισιν ἀπειρεσίοις νομόωσα, τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορώναι. τάων τις μεσσηγὺς ἀνα πτερὰ κινήσασα 930 ὑψοῦ ἐπ ̓ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ ̓ ὅσα παῖδες ἴσασιν οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτέ τι λαρὸν οὔτ ̓ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο ἠιθέω, εὖτ ̓ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 935 ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὐ δέ σε Κύπρις οὔ τ' ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ερωτες.

APOLLON.

66

ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ' ἔειπεν τύνη μὲν νηὸν δὲ θεᾶς ἔθι, τῷ ἔνι κούρην 940 δήεις, Αισονίδη· μάλα δ' ἠπίῃ ἀντιβολήσεις Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀθλων ἔσσεται, ὡς δὴ καὶ πρὶν Αγηνορίδης φάτο Φινεύς. νῶι δ', ἐγὼν Αργός τε, δεδεγμένοι εὖτ ̓ ἂν ἵκηαι, τῷδ ̓ αὐτῷ ἐνι χώρῳ ἀπεσσόμεθ'· οἰόθι δ ̓ αὐτὸς 945 λίσσεσ μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.6

ἦ ῥα περιφραδέως, ἐπι δὲ σχεδὸν ᾔνεον ἄμφω. οὐ δ ̓ ἄρα Μηδείης θυμὸς τράπετ' ἄλλο νοῆσαι, μελπομένης περ ὁμῶς· πᾶσαι δέ οἱ, ἥντιν ἀθύροι μολπήν, οὐκ ἐπι δηρὸν ἐφήνδανεν ἑψιάασθαι. 950 ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐ δέ ποτ' ὄσσε ἀμφιπόλων μεθ' ὅμιλον ἔχ ̓ ἀτρέμας· ἐς δὲ κελεύθους τηλό σε παπταίνεσκε, παρακλίνουσα παρειάς. θαμὰ δὴ στηθέων ἐάγη κέαρ, όππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. 955 αὐτὰρ ὅγ' οὐ μετα δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσ' ἀναθρώσκων, ἅτε Σείριος ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ' ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ ̓ ἐν ἄσπετον ἧκεν ὀιζύν· ὡς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι 960 Αισονίδης, κάματον δὲ δυσίμερον ώρσε φαανθείς. ἐκ δ ̓ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ' αὔτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν έρευθος. κούνατα δ ̓ οὔτ ̓ ὀπίσω, οὔτε προπάροιθεν ἀειραι ἔσθενεν, ἀλλ' ὑπένερθε πάγη πόδας. αἱ δ ̓ ἄρα τείως 965 ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὰ δ ̓ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, αἴτε παράσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,

νηνεμίῃ· μετὰ δ ̓ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο 970 κινύμεναι ὁμάδησαν ἀπείριτον· ὡς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυΐαν

θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μύθον ,,τίπτέ με, παρθενική, τόσον ἅζεαι, οἷον ἐόντα; 975 οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν ἀνέρες, οὐδ ̓ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον, ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη, ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι. ἀλλ ̓ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες 980 χώρῳ ἐν ἠγαθές, ἵνα τ' οὐ θέμις ἔστ' ἀλιτέσθαι, ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μὴ δέ με τερπνοῖς φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. πρός σ ̓ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων 985 καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ ̓ ὑπερίσχει. ἀμφότερον, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ ̓ ἱκάνω, χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ ̓ ἀέθλου. σοὶ δ ̓ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, 990 ἡ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,

οὔνομα καὶ καλὸν τεύχων κλέος· ὡς δὲ καὶ ὧλλοι ἥρωες κλήσουσιν ἐς Ελλάδα νοστήσαντες ἡρώων τ' ἄλοχοι και μητέρες, αϊ νύ που ἤδη ἡμέας ἠιόνεσσιν ἐφεξόμεναι γοάουσιν· 995 τάων αργαλέας κεν ἀποσκεδάσειας ἀνίας. δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ ̓ ἀθλων παρθενικὴ Μινωὶς ἐυφρονέουσ' Αριάδνη, ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ηελίοιο.

ἀλλ ̓ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως, 1000 συν τῷ ἐφεζομένη πάτρην λίπεν· οἱ δὲ καὶ αὐτοὶ

ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ ἀστερόεις στέφανος, τόντε κλείουσ' Αριάδνης, πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν. ὡς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς 1005 τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.“

ὡς φάτο κυδαίνων· ἡ δ ̓ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδησ· ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης. καὶ ἀνέδρακεν ὄμμασιν ἄντην· 1010 οὐ δ ̓ ἔχεν ὅ ττι πάροιθεν ἔπος προτιμυθήσαιτο, ἀλλ ̓ ἄμυδις μενέαινεν ἀολλέα πάντ' ἀγορεῦσαι. προπρὸ δ ̓ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης φάρμακον· αὐτὰρ ὅγ' αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα 1015 ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι· τοῖος ἀπὸ ξανθοιο καρήατος Αισονίδαο

στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ ̓ ἀμαρυγὰς ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἷόν τε περι ῥοδέῃσιν έρση 1020 τήκεται ἠφοισιν ἰαινομένη φαέεσσιν.

ἄμφω δ ̓ ἄλλοτε μέν τε κατ ̓ οὔδεος ὄμματ ̓ ἔρειδον αἰδόμενοι, ὁτὲ δ ̓ αὖτις ἐπι σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπ ̓ ὀφρύσι μειδιόωντες. ὀψὲ δὲ δὴ τοίοισι μόλις προςπτύξατο κούρη 1025 „,φράζεο νῦν, ὡς κέν τοι ἐγὼ μητίσομ ̓ ἀρωγήν. εὖτ ̓ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας, ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοίο, 1030 οἷος ἄνευθ ̓ ἄλλων ἐνι φάρεσι κυανέοισιν βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ ̓ ἐνι θῆλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,

αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπι βόθρῳ.

μουνογενῆ δ ̓ Ἑκάτην Περσηίδα μειλίσσοιο, 1035 λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσῶν. ἔνθα δ ̓ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μὴ δέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή· μήπως τὰ ἕκαστα κολούσας 1040 οὐδ ̓ αὐτὸς κατα κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ' ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκη ἔσσετ' ἀπειρεσίη μέγα τε σθένος, οὐ δέ κε φαίης ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. 1045 πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω καὶ ξίφος. ἔνθ ̓ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐ δ ̓ ἄσχετος ἀίσσουσα

φλὸξ ὀλοῶν ταύρων. τοϊός γε μὲν οὐκ ἐπι δηρὸν ἔσσεαι, ἀλλ ̓ αὐτῆμαρ· ὅμως σύγε μήποτ' ἀέθλου 1050 χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ ̓ ὄνειας. αὐτίκ ἐπὴν κρατεροὺς ζεύξης βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν δια νειὸν ἀρόσσῃς, οἳ δ ̓ ἤδη κατα ώλκας ἀνασταχύωσι Γίγαντες σπειρομένων ὄφιος δνοφερὴν ἐπι βῶλον ὀδόντων, 1055 αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσης, λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἳ δ ̓ ἂν ἐπ' αὐτῷ, καρχαλέοι κύνες ὥστε περι βρώμης, ολέκοιεν ἀλλήλους· καὶ δ ̓ αὐτὸς ἐπείγει δηιοτήτος ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ελλάδα τοϊό γ' ἕκητι 1060 οἴσεαι ἐξ Αἴης τηλοῦ πόθι. νείσει δ ̓ ἔμπης, ᾗ φίλον ἤ τοι ἔαδὲν ἀφορμηθέντι νέεσθαι

ὡς ἂρ ἔφη, καὶ σίγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν μυρομένη, ὅτ' ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο

« IndietroContinua »