Immagini della pagina
PDF
ePub

αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον 375 στείρης, ἐν δ ̓ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· τὴν δὲ κατάντη κλίναν ἐπι πρώτῃσι φάλαγξιν, ὥς κεν ὀλισθαίνουσα δι' αὐτάων φορέοιτο. ὕψι δ ̓ ἂρ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ πήχυιον προύχοντα περί σκαλμοῖσιν ἔδησαν. 380 τῶν δ ̓ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, στέρνα θ ̓ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ ̓ ἄρα Τίφυς βήσαν, ἵν ̓ ὀτρύνει νέους κατα καιρὸν ἐρύσσαι· κεκλόμενος δ' ἤυσε μάλα μέγα· τοὶ δὲ παράσσον ο κράτει βρίσαντε μιῇ στυφέλιξαν ἐρωῇ 385 νειόθεν ἐξ ἕδρης, ἐπι δ ̓ ἐρρώσαντο πόδεσσιν προπροβιαζόμενοι· ἡ δ ̓ ἕσπετο Πηλιὰς Αργὼ ῥίμφα μάλ'· οἳ δ ̓ ἐκάτερθεν ἐπίαχον ἀίσσοντες. αἱ δ ̓ ἂρ ὑπο τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι· περι δέ σφιν αιδνὴ κήκιε λιγνὺς 390 βριθοσύνῃ, κατόλισθε δ' ἔσω ἁλός· οἳ δέ μιν αὖθι ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δ ̓ ἀμφὶς ἐρεμα κατήρτυον· ἐν δέ οἱ ἱστὸν λαίφεά τ ̓ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.

αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, 395 κληΐδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, ἄνδρ ̓ ἐντυναμένω δοιῶ μίαν· ἐκ δ ̓ ἄρα μέσσην ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Αγκαίο, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν. τοῖς μέσσην οἴοισιν ἀπο κληῒδα λίποντο 400 αὕτως, οὔτι πάλῳ· ἐπι δ ̓ ἔτρεπον αἰνήσαντες Τίουν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.

ἔνθεν δ ̓ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Απόλλωνος, ̓Ακτίου Εμβασίοιό τ' ἐπώνυμον· ὦκα δὲ τοίγε 405 φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.

τείως δ ̓ αὖτ ̓ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ ̓ ἐρύσαντο κουρότεροι ἑτάρων βωμού σχεδόν. οἳ δ ̓ ἂρ ἔπειτα χέρνιβά τ' οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων 410 εὔχετο κεκλόμενος πατρώιον Απόλλωνα

66

κλύθι, ἄναξ Παγασάς τε πόλιν τ' Αισωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ ̓ ὁδοῖο σημανέειν. αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων. 415 αὐτὸς νῦν ἄγε νῆα συν ἀρτεμέεσσιν ἑταίροις κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ ̓ ἂν ὀπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοί, ἄλλα δ ̓ ἐς Ορτυγίην ἀπερείσια δώρα κομίσσω. 420 νῦν δ ̓ ἴθι, καὶ τῆνδ ̓ ἡμίν, Ἑκηβόλε, δέξο θυηλήν, ἥν τοι τῆσδ ̓ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην· λύσαιμι δ ̓, ἄναξ, ἐπ ̓ ἀπήμονι μοίρῃ πείσματα σὴν δια μῆτιν· ἐπιπνεύσειε δ ̓ ἀήτης μείλιχος, ᾧ κ' ἐπι πόντον ἐλευσόμεθ ̓ εὐδιόωντες. 425 ᾖ καὶ ἅμ ̓ εὐχωλῇ προχύτας βάλε. τὰ δ ̓ ἐπι βουσὶν ζωσάσθην, Αγκαῖος ὑπέρβιος Ἡρακλέης τε. ἤτοι ὃ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφι μέτωπα πλῆξεν, ὃ δ ̓ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ· Αγκαῖος δ' ἑτέροιο κατα πλατὺν αὐχένα κόψας 430 χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας· ἤριπε δ' ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν. τοὺς δ ̓ ἕτεροι σφάξαν τε θοῶς, δεϊράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ ̓ ἐτάμοντο, καὶ δ ̓ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ 435 καῖον ἐπι σχίζῃσιν· ὁ δ ̓ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοιό τε λιγνὺν

B

πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν· αἶψα δ' ἀπηλεγέως νόον ἔκφατο Λητοΐδας 440 „,ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ ̓ ἐνι μέσσω κεῖσέ τε δεῦρό τ ̓ ἔασιν ἀνερχομένοισιν ἄεθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπο δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπ ̓ Ασίδος ἠπείροιο. 445 ὧδε κακοῖς δεδιὼς ἔτι καὶ πάρος οἰωνοῖσιν πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρ ̓ ἐπιβαίην νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.

ὡς ἂρ ἔφη· κοῦροι δέ θεοπροπίης αίοντες νόστῳ μὲν γήθησαν, ἄχος δ ̓ ἕλεν Ἴδμονος αἴσῃ. 450 ἦμος δ' ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ, αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι, δειελινὸν κλίνοντος ὑπο ζόφον ἠελίοιο, τῆμος ἂρ ἤδη πάντες ἐπι ψαμάθοισι βαθεῖαν φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο 455 κέκλινθ ̓ ἑξείης· παρα δέ σφισι μυρί ̓ ἔκειτο εἴδατα καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν οινοχόων· μετέπειτα δ ̓ ἀμοιβαδὶς ἀλλήλοισιν μυθεῦνθ', οἷα τε πολλὰ νέοι παρα δαιτὶ καὶ οἴνῳ τερπνῶς ἑψιόωνται, ὅτ ̓ ἄατος ὕβρις ἀπείη. 460 ἔνθ ̓ αὖτ' Αίσονίδης μὲν ἀμήχανος εἶν ἑοὶ αὐτῷ πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.

τὸν δ ̓ ἂρ ὑποφρασθεὶς μεγάλῃ ἐπὶ νείκεσεν Ἴδας Αισονίδη, τίνα τήνδε μετα φρεσὶ μῆτιν ἑλίσσεις; αὔδα ἐνι μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ

465 τάρβος ἐπιπλόμενον, τό, τ' ἀνάλκιδας ἄνδρας ἀτύξει ; ἴστω νῦν δίου θοῦρον, ὅτῳ περιώσιον ἄλλων κῦδος ἐνι πτολέμοισιν ἀείρομαι, οὐ δέ μ ̓ ὀφέλλει Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι, μὴ δ ̓ ἀκράαντον ἄεθλον

470 Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόωτο. τοῖόν μ' Αρήνηθεν ἀοσσητῆρα κομίζεις.“

ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρησιν πίνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δ ̓ οἴνω χείλεα κυάνεαί τε γενειάδες· οἳ δ ̓ ὁμάδησαν 475 πάντες ὁμῶς,Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν ,,δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ. ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ

5

οἰδάνει ἐν στήθεσσι, θεοὺς δ ̓ ἀνέηκεν ἀτίζειν; ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἶσί περ ἀνὴρ 480 θαρσύνοι ἕτερον· σὺ δ ̓ ἀτάσθαλα πάμπαν ἔειπας. τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υἷας Αλωιάδας, οἷς οὐδ ̓ ὅσον ἰσοφαρίζεις ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς ἄμφω Λητοΐδας, καὶ ἔφθιμοί περ ἐόντες.“ ὡς ἔφατ'· ἐκ δ' ἐγέλασσεν ἄδην Αφαρήιος Ἴδας, καί μιν ἐπιλλίζων ημείβετο κερτομίοισιν ἄγρει νῦν τόδε σῇσι θεοπροπίῃσιν ἐνίστες, εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον, οἷον Αλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν. 490 φράζεο δ ̓, ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο, χρειώ θεσπίζων μεταμώνιον ἤ κεν άλφης.“

485

χώετ ̓ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ετύχθη, εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι

αὐτός τ' Αισονίδης κατερήτυεν· ἀν δὲ καὶ Ὀρφεὺς 495 λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.

ἤειδεν δ ̓ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα, τὸ πρὶν ἐπ' ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ ̓ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν 500 ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·

οὔρεά θ ̓ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες

αὐτῇσιν νύμφῃσι, καὶ ἑρπετὰ πάντ ̓ ἐγένοντο. ἤειδεν δ ̓ ὡς πρῶτον Ὀφίων Ευρυνόμη τε Ωκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· 505 ὥς τε βίῃ καὶ χερσὶν ὃ μὲν Κρόνω εἴκαθε τιμῆς, ἡ δὲ Ῥέῃ, ἔπεσον δ ̓ ἐνι κύμασιν ὠκεανοίο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἀνασσον, ὄφρα Ζεὺς ἔτι κουρος, ἔτι φρεσὶ νήπια εἰδὼς Δικταίον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω 510 Γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει. ἦ καὶ ὃ μὲν φόρμιγγα συν ἀμβροσίῃ σχέθεν αὐλῇ· τοὶ δ ̓ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῦσιν ἐπ ̓ οὔασιν ἠρεμέοντες 515 κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς. οὐ δ ̓ ἐπι δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς, ἡ θέμις, εὐαγέως ἐπί τε γλώσσῃσι χέοντο αιθομέναις, ὕπνου δὲ δια κνέφας ἐμνώοντο. αὐτὰρ ὅτ' αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς 520 Πηλίου αἰπεινὰς ἶδεν ἄκριας, ἐκ δ' ανέμοιο εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι, δὴ τότ ̓ ἀνέγρετο Τίφυς· ἄφαρ δ ̓ ὀρόθυνεν ἑταίρους βαινέμεναί τ ̓ ἐπι νῆα καὶ ἀρτύνασθαι ἐρετμά. σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ

525 Πηλιὰς ἴαχεν Αργὼ ἐπισπέρχουσα νέεσθαι. ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ορ ̓ ἀνα μέσσην στεῖραν Αθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. οἳ δ ̓ ἀνα σέλματα βάντες ἐπισχερῶ ἀλλήλοισιν, ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνι χώρα, 530 εὐκόσμως σφετέροισι παρ ̓ ἔντεσιν ἑδριόωντο.

μέσσω δ' Αγκαῖος μέγα τε σθένος Ἡρακλῆος ἵζανον· ἄγχι δέ οἱ ρόπαλον θέτο, καὶ οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ ̓ ἤδη

APOLLON.

2

« IndietroContinua »