Immagini della pagina
PDF
ePub

κώλων τελλομένους, τοὺς δὲ νέον ἑστηῶτας, τοὺς δ ̓ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. 1385 ὡς δ ̓ ὁπότ', ἀμφ' οὔροισιν ἐγειρομένου πολέμοιο, δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας, ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπώς ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐ δὲ βολῇσιν μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·

1390 ὡς τότε γηγενέων κεῖρεν στάχυν· αἵματι δ' ὁλκοὶ ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.

πῖπτον δ ̓, οἳ μὲν ὀδὰξ τετρηχότα βῶλον ἰδοῦσιν λαζόμενοι πρηνεῖς, οἳ δ ̓ ἔμπαλιν, οἳ δ ̓ ἐπ ̓ ἀγοστῷ καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. 1395 πολλοὶ δ ̓ οὐτάμενοι, πρὶν ἀπὸ χθονὸς ἔχνος ἀεῖραι, ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραξε βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος, φυταλιῇ νεότρεπτα κατημύουσιν ἔραξε 1400 κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν· τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον. ὡς τότ' ἄνακτος Αιήταο βαρεῖαι υπο φρένας ἦλθον ἀνται.

ἤιε δ ̓ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, 1405 πορφύρων, ἥ κέ σφι νεώτερον ἀντιόωτο. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

ΑΡΓΟΝΑΥΤΙΚΩΝ

Δ.

Αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἡ γὰρ ἔμοιγε

ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι, ἢ ἔμεν ἄτης πῆμα δυσιμέρου, ἡ τόγ' ἐνίσπω 5 φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. ἤτοι ὃ μὲν δήμοιο μετ' ἀνδράσιν, ὅσσοι ἄριστοι, παννύχιος δόλον αἰπὺν ἐπι σφίσι μητιάασκεν οἷσιν ἐνι μεγάροις, στυγερῷ ἐπι θυμὸν ἀέθλῳ Αιήτης ἄμοτον κεχολωμένος· οὐ δ ̓ ὅγε πάμπαν 10 θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.

τῇ δ ̓ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· τρέσσεν δ', ἠυτέ τις κούφη κεμάς, ἥντε βαθείης τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. αὐτίκα γὰρ νημερτὲς δίσσατο, μή μιν ἀρωγὴν 15 ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. τάρβει δ ̓ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ' ἀνίῃ. 20 και νύ κεν αὐτοῦ τῆμος ὑπερ μόρον ὤλετο κούρη, φάρμακα πασσαμένη, Ἥρης δ ̓ ἁλίωσε μενοινάς, εἰ μή μιν Φρίξοιο θεὰ συν παισὶ φέβεσθαι ώρσεν ἀτυζομένην. πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς ἰάνθη. μετὰ δ' ἥγε παλίσσυτος ἀθρόα κόλπων 25 φάρμακα πάντ' ἄμυδις κατεχεύατο φωριαμοῖο. κύσσε δ ̓ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον, θαλάμω μνημήια μητρὶ κάλλιπε παρθενίης, ἀδινῇ δ ̓ ὀλοφύρατο φωνῇ 30,τόνδέ τοι ἀντ ̓ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα, μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ· χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθέ σε πόντος, ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαϊαν ἱκέσθαι. ὡς ἂρ ἔφη· βλεφάρων δὲ κατ' ἀθρόα δάκρυα χευεν.

APOLLON.

9

66

35 οἵη δ ̓ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο

ληιάς, ἥντε νέον πάτρης ἀπενόσφισεν αὖσα, οὐ δέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο, ἀλλ ̓ ἔτ ̓ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης 40 τοίη ἂρ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. τῇ δὲ καὶ αὐτόματοι πυρέων ὑπόειξαν ὀχῆες, ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς.

[ocr errors]

γυμνοῖσιν δὲ πόδεσσιν ἀνα στεινὰς θέεν οἴμους, λαιῇ μὲν χερὶ πέπλον ἐπ' ὀφρύσιν ἀμφι μέτωπα 45 στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ

ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. καρπαλίμως δ ̓ ἀίδηλον ἀνα στίβον ἔκτοθι πύργων ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ'· οὐ δέ τις ἔγνω τῆνδε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. 50 ἔνθεν ἔμεν νηὸν δὲ μάλ' ἐφράσατ'· οὐ γὰρ ἄιδρις ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς, ἀμφί τε δυσπαλέας ρίζας χθονός, οἷα γυναίκες φαρμακίδες· τρομερῷ δ ̓ ὑπο δείματι πάλλετο θυμός. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη παράτησεν 55 φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη ἁρπαλέως, καὶ τοῖα μετα φρεσὶν ᾗσιν ἔειπεν ,,οὐκ ἂρ ἐγὼ μούνη μετα Λάτμιον ἄντρον ἀλύσκω, οὐ δ' οἴη καλῷ περιδαίομαι Ενδυμίωνι. ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίαισιν ἀοιδαῖς, 60 μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνι νυκτὶ φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· δῶκε δ ̓ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι δαίμων ἀλγινόεις. ἀλλ ̓ ἔρχεο, τέτλαθι δ ̓ ἔμπης, 65 καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.6

ὡς ἂρ ἔφη· τὴν δ' αἶψα πόδες φέρον ἐγκονέουσαν.

ἀσπασίως δ ̓ ὄχθησιν ἐπηέρθη ποταμοίο, ἀντιπέρην λεύσουσα πυρὸς σέλας, ὅ ρρά τ' αέθλου παννύχιοι ἥρωες ευφροσύνῃσιν ἔδαιον. 70 ὀξείῃ δ' ἤπειτα δια κνέφας ὄρθια φωνῇ ὁπλότατον Φρίξοιο περαιόθεν ήπιε παίδων, Φρόντιν· ὃ δὲ ξυν ἑοῖσι κασιγνήτοις όπα κούρης αὐτῷ τ' Αισονίδῃ τεκμήρατο· σῖγα δ' ἑταῖροι θάμβεον, εὖτ ̓ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν. 75 τρὶς μὲν ἀνήυσεν, τρὶς δ ̓ ὀτρύνοντος ὁμίλου Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δ ̓ ἄρα τείως ἥρωες μετα τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. οὔπω πείσματα νηὸς ἐπ' ἠπείροιο περαίης βάλλον, ὃ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων ~80 ὑψοῦ ἀπ' ἐκριόφιν· μετὰ δὲ Φρόντίς τε καὶ "Αργος, υἱε δύω Φρίξου, χαμάδις θόρον· ἡ δ ̓ ἄρα τούσγε γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν

,,ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὡς δὲ καὶ αὐτοὺς ὑμέας Αιήταο. προ γάρ τ' ἀναφανδὰ τέτυκται 85 πάντα μάλ', οὐ δέ τι μῆχος ἱκάνεται. ἀλλ ̓ ἐπι νηὶ φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων. δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα

φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνι σοῖσιν ἑταίροις, ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης, 90 ποίησαι· μὴ δ ̓ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.

59

66

ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αισονίδαο γήθεον· αἶψα δέ μιν περι γούνασι πεπτηυΐαν ἦν ἀναιρόμενος προςπτύξατο, θάρσυνέν τε 95,,δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω, Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἡ μὲν ἐμοῖσιν κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν, εὖτ ̓ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες. 66

ὡς ηύδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ 100 δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ ̓ ἔτι νύκτωρ κῶας ἑλόντες ἄγοιντο παρεκ νόον Αιήταο.

ἔνθ ̓ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπο χθονὸς αὐτίκ ἔωσαν 105 νῆα· πολὺς δ ̓ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἦεν ἀριστήων· ἡ δ ̓ ἔμπαλιν ἀίσσουσα

γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
θάρσυνέν τ' ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.

ἦμος δ ̓ ἀνέρες ὕπνον ἀπ ̓ ὀφθαλμῶν ἐβάλοντο 110 ἀγρόται, οἵτε κύνεσσι πεποιθότες οὔποτε νύκτα ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν· τῆμος ἂς Αισονίδης κούρη τ' ἀπο νηὸς ἔβησαν 115 ποιήεντ ̓ ἀνα χώρον, ἵνα Κριοῦ καλέονται εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ' ἔκαμψεν νώτοισιν φορέων Μινυήιον υἱ ̓Αθάμαντος. ἐγγύθι δ' αιθαλόεντα πέλεν βωμοῖο θέμεθλα, ὅν ῥά ποτ' Αιολίδης Διὶ Φυξίῳ εἴσατο Φρίξος, 120 ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν Ερμείας πρόφρων ξυμβλήμενος. ἔνθ ̓ ἄρα τούσγε Αργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν. τὼ δὲ δι' ἀτραπιτοῖο μεθ ̓ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας 125 βέβλητο, νεφέλῃ ἐναλίγκιον, ὅτ' ανιόντος ἠελίου φλογερῇσιν ἐρεύεται ἀκτίνεσσιν αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισι προϊδὼν ὄφις ὀφθαλμοῖσιν νεισομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ 130 ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.

« IndietroContinua »