Immagini della pagina
PDF
ePub

ἔκλυον οἳ καὶ πολλὸν ἑκὼς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο παρα προχοῇσι Λύκοιο, ὅστ' ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Αράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἳ δὲ συνάμφω 135 Καυκασίην ἅλα δ ̓ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. δείματι δ ̓ ἐξέγροντο λεχωίδες, ἀμφι δὲ παισὶν νηπιάχοις, οἵτέ σφιν ὑπ' ἀγκαλίδεσσιν ἴανον, ῥοίζω παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δ ̓ ὅτε τυφομένης ὕλης ΰπερ αίθαλόεσσαι 140 καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται, ἄλλη δ' αἶψ' ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· ὡς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀξαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. 145 τοῖς δ ̓ ἑλισσομένοιο κατ ̓ ὄμματα νείσετο κούρη, Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δ ̓ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἴπετο δ' Αισονίδης πεφοβημένος. αὐτὰρ ὅγ ̓ ἤδη 150 οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ' ἄκανθαν γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα, οἷον ὅτε βληχροϊσι κυλινδόμενον πελάγεσσιν κύμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 155 ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γεννεσσιν. ἣ δέ μιν ἀρκεύθοιο νέον τετμηότι παλλῷ βάπτουσ ̓ ἐκ κυκεῶνος ἀκήρατα φάρμακ ἀοιδαῖς, φαῖνε κατ' ὀφθαλμῶν· περί τ' ἀμφί τε νήριτος ὀσμὴ φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ' αὐτῇ ἐνι χώρῃ 160 θῆκεν ἐρεισάμενος· τὰ δ ̓ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διεξ ὕλης τετάνυστο.

ἔνθα δ' ὃ μὲν χρύσειον ἀπο δρυός αἴνυτο κῶας,

κούρης κεκλομένης· ἡ δ ̓ ἔμπεδον ἑστηνῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 165 αὐτὸς ἑὴν ἐπι νῆα παλιντροπάασθαι Ιήσων ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος "Αρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ 170 χαίρει δερκομένης καλὸν σέλας· ὡς τότ ̓ Ἰήσων γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· καί οἱ ἐπι ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἶζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος, ἢ ἐλάφοιο

175 γίνεται, ἥντ' ἀγρῶσται ἀχαιινέην καλέουσιν, τοσσατίην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν αἰὲν ὑποπρο ποδῶν ἀμαρύσσετο νεισομένοιο. ἤιε δ ̓ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ 180 αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ' αυτε εἵλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ε μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.

ἠὼς μέν ῥ ̓ ἐπι γαῖαν ἐκίδνατο, τοὶ δ ̓ ἐς ὅμιλον ἶξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες 185 λαμπόμενον στεροπῇ ίκελον Διός. ώρτο δ' ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τ ̓ ἐνι χερσὶν ἑῇσιν. Αισονίδης δ ̓ ἄλλους μὲν ἐρήτυε, τῷ δ ̓ ἐπι φᾶρος κάββαλε νηγάτεον· πρύμνῃ δ ̓ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετα πᾶσιν ἔειπεν 190,,μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρην δὲ νέεσθαι. ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τῆνδ ̓ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν διζύν μοχθίζοντες, εὐπαλέως κούρης υπο δήνεσι κεκράανται.

τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ ̓ ἄκοιτιν

195 κουριδίην· ἀτὰρ ἔμμες Αχαιίδος οἷά τε πάσης αὐτῶν θ ̓ ὑμείων ἐσθλὴν ἐπαραγὸν ἐοῦσαν σώετε. δὴ γάρ που, μάλ' οίομαι, εἶσιν ἐρύξων Αιήτης ὁμάδῳ πόντον δ ̓ ἴμεν ἐκ ποταμοῖο. ἀλλ ̓ οἳ μὲν δια νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ 200 ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεις, δῄων θοὸν ἔχμα βολάων, προσχόμενοι, νόστῳ ἐπαμύνετε. νῦν δ ̓ ἐνι χερσὶν παῖδας ἑοὺς πάτρην τε, φίλοι, γεραρούς τε τοκῆας ἴσχομεν· ἡμετέρῃ δ ̓ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ, 205 ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.

66

ὡς φάτο, δῦνε δὲ τεύχε ̓ ἀρήια· τοὶ δ ̓ ἰάχησαν θεσπέσιον μεμαῶτες. ὃ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματ ̓ ἔκοψεν· ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι 210 Αγκαίῳ παρέβασκεν· ἐπείγετο δ ̓ εἰρεσίῃ νηῦς σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι. ἤδη δ' Αιήτῃ ὑπερήνορι πᾶσι τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργ ̓ ἐτέτυκτο, ἐς δ ̓ ἀγορὴν ἀγέροντ ̓ ἐνι τεύχεσιν. ὅσσα τε πόντου 215 κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο, ἢ ὅσα φύλλα χαμάζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνι μηνί τις ἂν τάδε τεκμήραιτο; ὡς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρον ὄχθας, κλαγγῇ μαιμώωντες· ὁ δ ̓ εὐτύκτῳ ἐνι δίφρῳ 220 Αιήτης ἵπποισι μετέπρεπεν, οὓς οἱ ὄπασσεν Ἠέλιος, πνοιῇσιν ἐειδομένους ἀνέμοιο· σκαιῇ μέν δ' ἐνι χειρὶ σάκος δινωτὸν ἀείρων, τῇ δ ̓ ἑτέρῃ πεύκην περιμήκεα· παρ δέ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον· ἡνία δ ̓ ἵππων

[ocr errors]

225 γέντο χεροίν Αψυρτος. ὑπεκπρὸ δὲ πόντον ἔταμνεν νης ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτησιν

καὶ μεγάλου ποταμοίο καταβλώσκοντι δεέθρω. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας Ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων 230 κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνα γαῖαν, ἢ πλωτῆς εὑρόντες ἔτ ̓ εἶν ἁλὸς οἴδματι νῆα ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν 235 πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. ὡς ἔφατ' Αιήτης· αὐτῷ δ ̓ ἐνι ἤματι Κόλχοι νῆάς τ ̓ εἰρύσσαντο καὶ ἅρμενα νηυσὶ βάλοντο, αὐτῷ δ' ἤματι πόντον ἀνήιον· οὐ δέ κε φαίης τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ ̓ οἰωνῶν 240 ἐλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.

οἳ δ ̓ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος Ἥρης, ὄφρ ̓ ὤκιστα κακὸν Πελίαο δόμοισιν Αιαίη Μήδεια Πελασγίδα γαϊαν ίκηται, ἠοῖ ἐνι τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν 245 Παφλαγόνων ἀκταῖσι, πάροιθ' "Αλυος ποταμοῖο. ἡ γάρ σφ ̓ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Εκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλῇ κούρη πορσανέουσα τιτύσκετο, μήτέ τις ίστωρ εἴη, μήτ' ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. 250 ἅζομαι αὐδῆσαι. τό γε μὴν ἕδος ἐξέτι κείνου, ὅ ορα θεᾷ ἥρωες ἐπι ῥηγμῖσιν ἔδειμαν, ἄνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. αὐτίκα δ' Αισονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν 255 ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δ ̓ ἐτέτυκτο πᾶσιν ὁμῶς. "Αργος δὲ λιλαιομένοις ἀγόρευσεν „νεισόμεθ ̓ Ορχομενὸν τῇ ἔχραεν ἔμμι περῆσαι νημερτής ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.

ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες 260 πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν. οὔπω τείρεα πάντα, τάτ ̓ οὐρανῷ εἱλίσσονται, οὐ δέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι πευθομένοις· οἶοι δ ̓ ἔσαν Αρκάδες ̓Απιδανῆες, Αρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται 265 ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν· οὐ δὲ Πελασγὶς χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδησιν, ἦμος ὅτ' ἠερίη πολυλήιος ἐκλήιστο

μήτηρ Αίγυπτος προτερηγενέων αἰζηῶν, καὶ ποταμὸς Τρίτων ἑπτάρρους, ᾧ ὅπο πᾶσα 270 ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει ὄμβρος· ἅλις προχοαῖσι δ ̓ ἀνασταχύουσιν ἄρουραι. ἔνθεν δή τινα φασὶ πέριξ δια πᾶσαν ὁδεῦσαι Εὐρώπην Ασίην τε βίῃ καὶ κάρτεϊ λαῶν σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δ ̓ ἄστη 275 νάσσατ ̓ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν, ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. Αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε τῶνδ ̓ ἀνδρῶν, οὓς ὅςγε καθίσσατο ναιέμεν Αίαν, οἳ δή τοι γραπτῦς πατέρων ἔθεν εἰρύονται, 280 κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ ̓ ἔασιν ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινεισομένοισιν. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ωκεανοῖο, εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι· Ἴστρόν μιν καλέοντες ἑκὰς διετεκμήραντο· 285 ὃς δή τοι τείως μὲν ἀπείρονα τέμνετ ̓ ἄρουραν εἷς οἶος· πηγαὶ γὰρ ὑπερ πνοιῆς βορέαο Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.

ἀλλ' ὁπότ' ἂν Θρῄκων Σκυθέων τ' ἐνιβήσεται οὔρους, ἔνθα διχῇ τὸ μὲν ἔνθα μετ ̓ Ἰονίην ἅλα βάλλει 290 τῇδ ̓ ὕδωρ, τὸ δ' ὄπισθε βαθὺν δια κόλπον ἵησιν

« IndietroContinua »