Immagini della pagina
PDF
ePub

σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,
γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ
ὑμετέρης γαίης Αχελώιος ἐξανίησιν.

[ocr errors]

66

ὡς ἂρ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν 295 αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες, στέλλεσθαι τῆνδ ̓ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.

γηθόσυνοι δὲ Λύκοιο κατ' αὐτόθι παῖδα λιπόντες λαίφεσι πεπταμένοισιν ὑπειρ ἅλα ναυτίλλοντο, 300 οὔρεα Παφλαγόνων θηεύμενοι. οὐ δὲ Καραμβιν γνάμψαν, έπει πνοαί τε καὶ οὐρανίου πυρὸς αἴγλη μείνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.

Κόλχοι δ ̓ αὖτ ̓ ἄλλοι μέν, ἐτώσια μαστεύοντες, Κυανέας Πόντοιο διεκ πέτρας ἐπέρησαν· 305 ἄλλοι δ ̓ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν Αψυρτος, Καλὸν δὲ δια στόμα πεῖρε λιασθείς. τῶ καὶ ὑπέφθη τούςγε βαλὼν ὑπερ αὐχένα γαίης κόλπον ἔσω πόντοιο πανέσχατον Ιονίοιο. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη, 310 τριγλώχιν, εύρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα, στεινὸν δ ̓ αὖτ ̓ ἀγκῶνα ποτι ῥόον· ἀμφὶ δὲ δοιαὶ σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος· τὴν δ ̓ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ Αψυρτος Κόλχοι τε θοώτερον ώρμήθησαν· 315 οἳ δ ̓ ὑψοῦ νήσοιο κατ ̓ ἀκροτάτης ἐνέοντο

21

τηλόθεν. εἱαμεναῖσι δ ̓ ἐν ἄσπετα πώεα λεῖπου ποιμένες ἄγραυλοι, νηῶν φόβῳ, οἷά τε θῆρας ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας. οὐ γάρ πω ἁλίας γε πάρος πόθι νῆας ἴδοντο, 320 οὔτ ̓ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐ δὲ Σίγυννοι, οὔτ ̓ οὖν Γραυκένιοι, οὔθ ̓ οἱ περι Λαύριον ἤδη Σινδοὶ ἐρημαῖον πεδίον μέγα ναιετάοντες.

αὐτὰρ ἐπεί τ' Αγγουρον ὄρος καὶ ἄπωθεν ἐόντα Αγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο, 325 ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα βάλλει ἅλις, πεδίον τε τὸ Λαύριον ἠμείψαντο, δή ῥα τότε Κρονίην Κόλχοι ἅλα δ ̓ ἐκπρομολόντες πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. οἱ δ ̓ ὄπιθεν ποταμοίο κατήλυθον, ἐκ δ ̓ ἐπέρησαν 330 δοιὰς Αρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.

τῶν δ ̓ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· ἐν δ ̓ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Αψύρτοιο, βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους αὕτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι 335 στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης. ὡς δὲ καὶ εἰς ἀκοὰς πληθὺν λίπεν ἀγχόθι νήσους μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. ἔνθα κε λευγαλέη Μινύαι τότε δηιοτῆτι παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 340 συνθεσίῃ μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο· κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη Αιήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀθλους, ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν, εἴτε καὶ ἀμφαδίην αὕτως ἀέκοντος ἀπηύρων· 345 αὐτὰρ Μήδειάν γε — τὸ γὰρ πέλεν ἀμφήριστον παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου, εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων, εἴτέ μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν, εἴτε μεθ ̓ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.

350

ἔνθα δ ̓ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη, δή ῥά μιν ὀξεται κραδίην ἐλέλιξαν ἀνται

νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων ἐκπροκαλεσαμένη ἄγεν ἄλλυδις, ὄφρ ̓ ἐλίασθεν πολλὸν ἑκάς, στονόεντα δ ̓ ἐνωπαδὶς ἔκφατο μῦθον

355, Αισονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν ἀμφ' ἐμοί; ἧέ σε πάγχυ λαθιφροσύναις ἐνέγκαν ἀγλαΐαι, τῶν δ ̓ οὔτι μετατρέπῃ, ὅσσ ̓ ἀγόρευες χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς ἱκεσίοιο ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν; 360 ἧς ἐγὼ οὐ κατα κόσμον ἀναιδήτῳ ιότητι πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δ' οἴη λυγρῇσιν κατα πόντον ἅμ ̓ ἁλκυόνεσσι φορεῦμαι, σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν 365 ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀθλους.

[ocr errors]

ὕστατον αὖ καὶ κῶας, ἐπεί τ' ἐπαϊστὸν ἐτύχθη, εἷλες ἐμῇ ματίῃ· κατα δ ̓ οὐλοὸν αἶσχος ἔχευα θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε αὐτοκασιγνήτη τε μεθ ̓ Ἑλλάδα γαῖαν ἕπεσθαι. 370 πάντῃ νῦν πρόφρων ὑπερίστασο, μὴ δέ με μούνην σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. ἀλλ ̓ αὕτως εἴρυσο, δίκη δέ τοι ἔμπεδος ἔστω καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγ ̓ ἔπειτα φασγάνῳ αὐτίκα τόνδε μέσον δια λαιμὸν ἀμῆσαι, 375 ὄφρ ̓ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνησιν. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσση ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τασδ ̓ ἀλεγεινὰς ἄμφω συνθεσίας. πῶς ἕξομαι ὄμματα πατρός; ἦε μάλ ̓ εὐκλειής; τίνα δ ̓ οὐ τίσιν, ἠὲ βαρεῖαν 380 ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα, ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο ; μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις, ᾗ ἐπικυδιάεις. μνήσαιο δὲ καί ποτ' ἐμεῖο, στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις 385 οἴχοιτ ̓ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης αὐτίκ ̓ ἐμαί σ' ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ

σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον, νηλεές· ἀλλ ̓ οὐ θήν μοι ἐπιλλίζοντες ὀπίσσω 390 δὴν ἔσσεσθ' εύκηλοι ἕκητί γε συνθεσιάων.

66

ὡς φάτ ̓ ἀναζείουσα βαρὺν χόλον· ἵετο δ' ἥγε νῆα καταφλέξαι, διά τ' ἔμπεδα πάντα κεάσσαι, ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ ̓ Ἰήσων μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν 395,,ἴσχεο, δαιμονίη. τὰ μὲν ἁνδάνει οὐδ ̓ ἐμοὶ αὐτῷ. ἀλλά τιν ἀμβολίην διζήμεθα δηιοτῆτος,

ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τῆνδε νέμονται, Αψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρά σε πατρί, 400 οἷα τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ ̓ ἄγοιντο. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ, μίξαντες δαΐ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος ἔσσεται, εἰ σὲ θανόντες ἕλωρ κείνοισι λίποιμεν. ὧδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην 405 βήσομεν. οὐ δ ̓ ἂν ὁμῶς περιναιέται ἀντιόωντες Κόλχοις ἦρα φέροιεν ὑπερ σέο νόσφιν ἄνακτος, ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται· οὐ δ ̓ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πτολεμίζειν ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι. 410 ἴσκεν ὑποσσαίνων· ἡ δ ̓ οὐλοὸν ἔκφατο μύθον φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ ̓ ἔργοις καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. τύνη μὲν κατα μῶλον ἀλέξεο δούρατα Κόλχων· 415 αὐτὰρ ἐγὼ κεϊνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάξει δώροις· εἰ κέν πως κήρυκας απερχομένους πεπίθοιμι οἰόθεν οἶον ἐμοῖσι συναρμῆσαι ἐπέεσσιν.

ἔνθ ̓ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω, 420 κτεῖνέ τε καὶ Κόλχοισιν ἀείρεο δηιοτητα.

66

ὡς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο Αψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα, οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ 425 Δίῃ ἐν ἀμφιάλω Χάριτες θεαί· αὐτὰρ ὃ παιδι δῶκε Θόαντι μεταῦτις· ὃ δ ̓ αὖ λίπεν Υψιπυλείῃ· ἡ δ ̓ ἔπορ ̓ Αἰσονίδῃ πολέσιν μέτα καὶ τὸ φέρεσθαι γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων, οὔτέ κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. 430 τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου, ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ· 435 ἡ δ ̓ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους, θελγέμεν, εὖτ ̓ ἂν πρῶτα θεᾶς περι νηὸν ἵκηται συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν, ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα χρύσειον μέγα κώας ὑπότροπος αὖτις ὀπίσσω 440 βαίη ἐς Αιήταο δόμους· περὶ γάρ μιν ἀνάγκῃ υἱηες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·

τοῖα παραιφαμένη, θελκτήρια φάρμακ ἔπασσεν αιθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα ἄγριον ηλιβάτοιο κατ' οὔρεος ἤγαγε θῆρα. [ποισιν· 445 σχέτλι Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώ ἐκ σέθεν οὐλόμεναί τ' ἔριδες στοναχαί τε γόοι τε, ἄλγεά τ' ἄλλ ̓ ἐπι τοῖσιν ἀπείρονα τετρήχασιν. δυσμενέων ἐπι παισὶ κορύσσεο, δαῖμον, ἀερθείς, οἷος Μηδείης στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. 450 πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ

« IndietroContinua »