Immagini della pagina
PDF
ePub

χλεύη γηθόσυνοι· γλυκερὴ δ ̓ ἀνεδαίετο τοῖσιν 1725 κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται, ὅτ' Απόλλωνα θυηλαῖς Αιγλήτην Ανάφης τιμήορον ἱλάσκωνται.

ἀλλ' ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ' ἔλυσαν, 1730 μνήσατ ̓ ἔπειτ ̓ Εὔφημος ὀνείρατος ἐννυχίοιο, αζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπαι λιβάδεσσι γάλακτος, ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης 1735 παρθενικῇ ἱκέλη· μίχθη δέ οἱ ἐν φιλότητι ἄσχετον ἱμερθείς· ὀλοφύρετο δ' ήύτε κούρην ζευξάμενος, τήντ ̓ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι· ἣ δέ ἑ μειλιχίοισι παρηγορέεσκεν ἔπεσσιν

Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων, 1740 οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες. ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν ἀμ πέλαγος ναίειν Ανάφης σχεδόν· εἶμι δ ̓ ἐς αὐγὰς ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.

66

τῶν ἀρ ἐπι μνῆστιν κραδίη βάλεν· ἔκ τ' ὀνόμηνεν 1745 Αίσονίδῃ· ὁ δ ̓ ἔπειτα θεοπροπίας Εκάτοιο θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε

ὦ πόποι, ή μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος. βώλακα γὰρ τεύξουσι θεοὶ πόντον δὲ βαλόντι νῆσον, ἵν ̓ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται 1750 παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν

τῆνδέ τοι ἠπείροιο Λιβυστίδος· οὐ νύ τις ἄλλος ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας. ő ὡς ἔφατ'· οὐ δ ̓ ἁλίωσεν ὑπόκρισιν Αισονίδαο Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς, 1755 ἧκεν ὑποβρυχίην. τῆς δ ̓ ἔκτοθι νῆσος ἀέρθη

σε

184

-

4, 1756 [58] — 1779 [81].

Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο, οἱ πρὶν μέν ποτε δὴ Σιντηίδα Δῆμνον ἔναιον, Λήμνου τ' ἐξελαθέντες ὑπ ̓ ἀνδράσι Τυρσηνοῖσιν Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας 1760 Σπάρτην Αὐτεσίωνος ἐὺς παις ἤγαγε Θήρας Καλλίστην ἐπι νῆσον· ἀμείψατο δ ̓ οὔνομα Θήρης ἐξ ἔθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ ̓ Εὐφήμοιο. κεῖθεν δ ̓ ἀπτερέως δια μυρίον οἶδμα λιπόντες Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε 1765 ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,

ὅς κεν ἀφυσσάμενος φθαίη μετα νῆα δ ̓ ἱκέσθαι. ἄμφω γάρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν. ἔνθ ̓ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατ ̓ ἀγῶνα πόδεσσιν 1770 κούροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.

ἵλατ ̓ ἀριστήων μακάρων γένος· αἶδε δ ̓ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις. ἤδη γὰρ ἐπι κλυτὰ πείραθ ̓ ἱκάνω ὑμετέρων καμάτων· ἐπεὶ οὐ νύ τις ύμμιν ἄεθλος 1775 αὖτις ἀπ ̓ Αἰγίνηθεν ἀνερχομένοισιν ετύχθη, οὔτ ̓ ἀνέμων ἐριωλαὶ ἐνέσταθεν· ἀλλὰ ἕκηλοι γαϊαν Κεκροπίην παρά τ ̓ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν Οπούντιά τ ̓ ἄστεα Λοκρῶν ἀσπασίως ἀκτὰς Παγασηίδας είσαπέβητε.

[blocks in formation]
[graphic]
« IndietroContinua »