Immagini della pagina
PDF
ePub

νῦν γὰρ δὴ παρα ποσσὶν ἐπήβολός ἐστ ̓ ἀλεωρή, 695 εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.

ὡς ἔφατ'· ἐν δ ̓ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν μῦθος. ἀτὰρ μετα τήνγε παρασχεδὸν αὖθις ἀνῶρτο Υψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα 700 „,εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ὧδε μενοινή, ἤδη κεν μετα νῆα καὶ ἄγγελον ὀτρύναιμι.“ ἦ ῥα καὶ Ἰφινόην μετεφώνεεν ἄσσον ἐοῦσαν ὄρσό μοι, Ιφινόη, τοῦδ ̓ ἀνέρος αντιόωσα, ἡμέτερον δὲ μολεῖν, ὅστις στόλου ἡγεμονεύει, 705 ὄφρά τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·

καὶ δ ̓ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ ̓ ἐθέλωσιν, κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.“

ἦ, καὶ ἔλυσ ̓ ἀγορήν· μετὰ δ ̓ εἰς ἑὸν ώρτο νέεσθαι. ὡς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ ̓· οἳ δ ̓ ἐρέεινον, 710 χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε πασουδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας

κούρη τοί μ' ἐφέηκε Θοαντιὰς ἐνθάδ' ἰοῦσαν, Υψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν, ὄφρά τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·

715 καὶ δ ̓ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ' ἐθέλητε, κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.“

ὡς ἂρ ἔφη· πάντεσσι δ ̓ ἐναίσιμος ἥνδανε μῦθος. Υψιπύλην δ ̓ εἴσαντο καταφθιμένοιο Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε 720 πέμπον ἔμεν, καὶ δ ̓ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.

αὐτὰρ ὅγ ̓ ἀμφ' ὤμοισι θεᾶς Τριτωνίδος ἔργον, δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Αργους, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. 725 τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα

ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο, ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δ ̓ ἂρ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδόν εὖ ἐκέκαστο. 730 ἐν μὲν ἔσαν Κύκλωπες ἐπ' ἀφθίτῳ ἥμενοι ἔργῳ, Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη παμφαίνων ἐτέτυκτο, μιᾶς δ ̓ ἔτι δεύετο μοῦνον ἀκτῖνος, τὴν οἵγε σιδηρείης ἐλάασκον

735

σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν αυτήν. ἐν δ ̓ ἔσαν ̓Αντιόπης Ασωπίδος υἱέε δοιώ, Αμφίων καὶ Ζῆθος· ἀπύργωτος δ ̓ ἔτι Θήβη κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταξεν οὔρεος ηλιβάτοιο κάρη, μογέοντι ἐοικώς· 740 Αμφίων δ ̓ ἐπι οὗ χρυσέῃ φόρμιγγι λιγαίνων ἤιε, δὶς τόσση δὲ μετ ̓ ἴχνια νείσετο πέτρη.

Εξείης δ' ἤσκητο βαθυπλόκαμος Κυθέρεια Αρεος ὀχμάζουσα τοὸν σάκος· ἐκ δὲ οἱ ὤμου πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτώνος 745 νέρθεν ὑπεκ μαζοῖο· τὸ δ ̓ ἀντίον ἀτρεκὲς αὕτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ' ἰδέσθαι.

ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφι δὲ βουσὶν Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος· οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγ ̓ ἐθέλοντες ἀμέρσαι, 750 ληισται Τάφιοι· τῶν δ' αἵματι δεύετο λειμών ἑρσήεις, πολέες δ ̓ ὀλίγους βιόωντο νομῆας.

ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες· καὶ τὸν μὲν προπάροιθε Πέλοψ ίθυνε, τινάσσων ἡνία, συν δέ οἱ ἔσκε παραιβάτις Ιπποδάμεια· 755 τὸν δὲ μεταδρομάδην ἐπι Μυρτίλος ἤλασεν ἵππους, συν τῷ δ ̓ Οινόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο

πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι. ἐν καὶ ̓Απόλλων Φοίβος ὀιστεύων ἐτέτυκτο, 760 βούπαις οὔπω πολλός, ὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ ̓ ἔτεκέν γε δι' Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαία. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ εἰσαΐων κριοῦ, ὃ δ ̓ ἂρ ἐξενέποντι ἐοικώς. 765 κείνους κ ̓ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν, ἐλπόμενος πυκινήν τιν' ἀπο σφείων ἐσακοῦσαι βάξιν· ὃ καὶ δηρόν περ ἐπ ̓ ἐλπίδι θηήσαιο.

τοῦ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν ̓Αθήνης. δεξιτερῇ δ ̓ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ρρ' Αταλάντη 770 Μαινάλῳ ἐν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,

πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην, δεῖσεν δ' ἀργαλέας ἔριδας φιλότητος ἕκητι.

βῆ δ ̓ ἴμεναι προτι ἄστυ φαεινῷ ἀστέρι ἶσος, 775 ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν νύμφαι θηήσαντο δόμων ΰπερ ἀντέλλοντα, καί σφισι κυανέοιο δι' ἠέρος ὄμματα θέλγει καλὸν ἐρευόμενος, γάνυται δέ τε ἠιθέριο παρθένος ἱμείρουσα μετ ̓ ἀλλοδαποῖσιν ἐόντος 780 ἀνδράσιν, ᾧ και μιν μνηστὴν κομέουσι τοκῆες· τῷ ἔκελος προ πόληος ἀνα στίβον ἤιεν ἥρως. καί δ' ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν, δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες, γηθόσυναι ξείνῳ· ὃ δ ̓ ἐπι χθονὸς ὄμματ ̓ ἐρείσας 785 νείσετ ̓ ἀπηλεγέως, ὄφρ ̓ ἀγλαὰ δώμαθ' ἵκανεν Υψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι δικλίδας, εὐτυκτοισιν ἀρηρεμένας σανίδεσσιν. Ενθά μιν Ιφινόη κλισμῷ ἔνι παμφανόωντι ἐσσυμένως καλῆς δια παστάδος εἶδεν ἄγουσα

790 ἀντία δεσποίνης· ἡ δ ̓ ἐγκλιδὸν ὄσσε βαλοῦσα παρθενικὰς ἐρύθηκε παρηίδας· ἔμπα δὲ τόνγε αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν. „ξεῖνε, τί ἢ μίμνοντες ἐπι χρόνον ἔκτοθι πύργων ἦσθ ̓ αὕτως; ἐπεὶ οὐ μὲν ὑπ' ἀνδράσι ναίεται ἄστυ, 795 ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο

πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν ἐξερέω νημερτές, ἵν' εὖ γνοίητε καὶ αὐτοί. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν, τηνίκα Θρηίκων, οἵτ ̓ ἀντία ναιετάουσιν, 800 δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους ἐκ νηῶν, αὐτῇσι δ ̓ ἀπείρονα ληίδα κούραις δεῦρ ̓ ἄγον. οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος, ἥτέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων, 805 ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,

σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἰ κέ ποτ' αὖτις ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα 210 γνήσι ἐνι μεγάροις, σκοτίη δ' ἀνέτελλε γενέθλη. αὕτως δ ̓ ἀδμῆτές τε κόραι χῆραί τ ̓ ἐπι τῇσιν μητέρες ἀμ πτολίεθρον ατημελέως ἀλάληντο· οὐ δὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός, εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο

815 μητρυιῆς ὑπο χερσὶν ἀτασθάλου· οὐ δ ̓ ἀπο μητρὸς λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον· οὐ δὲ κασιγνήτοισι κασιγνήτη μέλε θυμῷ. ἀλλ ̓ οἶαι κουραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο· 820 εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, ἂψ ἀνερχομένους Θρηκῶν ἄπο μηκέτι πύργοις

δέχθαι, ἵν ̓ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ
αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.

οἳ δ ̓ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο 825 ἄρσεν ἀνα πτολίεθρον, ἔβαν πάλιν, ἔνθ' ἔτι νῦν περ Θρηϊκίης ἄροσιν χιονώδεα ναιετάουσιν.

66

τῶ ὑμεῖς στρωφᾶσθ ̓ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τ' ἂν ἔπειτα πατρὸς ἐμοῖο Θόαντος ἔχοις γέρας· οὐ δέ τί σ' οἴω 830 γαΐαν ὀνόσσεσθαι· περι γὰρ βαθυλήιος ἄλλων νήσων, Αιγαίῃ ὅσαι εἶν ἁλὶ ναιετάουσιν. ἀλλ ̓ ἄγε νῦν ἐπι νῆα κιὼν ἑτάροισιν ἐνίσπες μύθους ἡμετέρους, μὴ δ ̓ ἔκτοθι μίμνε πόληος. ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη 835 ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν Υψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν. ὀπάζεις. εἶμι δ ̓ ὑπότροπος αὖτις ἀνα πτόλιν, εὖτ ̓ ἂν ἕκαστα ἐξείπω κατα κόσμον. ἀνακτορίη δὲ μελέσθω 840 σοί τ' αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.“

ᾖ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δ ̓ ὀπίσσω βῆ δ ̓ ἴμεν. ἀμφι δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι ειλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων 845 ἐξέμολεν. μετέπειτα δ' ἐυτροχάλοισιν ἁμάξαις ἀκτὴν εἰσανέβαν ξεινήια πολλὰ φέρουσαι, μῦθον ὅτ' ἤδη πάντα δεηνεκέως ἀγόρευσεν, τόν ρα καλεσσαμένη διεπέφραδεν Υψιπύλεια. καὶ δ ̓ αὐτοὺς ξεινοῦσθαι ἐπι σφέα δώματ' ἄγεσκον 850 ρηιδίως. Κύπρις γὰρ ἐπι γλυκὺν ἵμερον ώρσεν Ηφαίστοιο χάριν πολυμήτιος, ὄφρά κεν αὖτις ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. ἔνθ ̓ ὁ μὲν Υψιπύλης βασιλήιον ἐς δόμον ώρτο

« IndietroContinua »