Immagini della pagina
PDF
ePub

ἤλυθε δ' ἀφνειὴν προλιπών Γυρτῶνα Κόρωνος Καινείδης, ἐσθλὸς μέν, ἑοῦ δ ̓ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζωόν περ ἔτι κλείουσιν ἀοιδοὶ 60 Κενταύροισιν ὀλέσθαι, ὅτέ σφεας οἶος ἀπ ̓ ἄλλων ἤλασ ̓ ἀριστήων· οἳ δ ̓ ἔμπαλιν ὁρμηθέντες οὔτέ μιν ἀγκλίναι προτέρω σθένον, οὔτε δαΐξαι· ἀλλ ̓ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. 65 ἤλυθε δ' αὖ Μόψος Τιταρήσιος, ὃν περι πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·

ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. καὶ μὴν Ακτωρ υἷα Μενοίτιον ἐξ Οπόεντος 70 ώρσεν, αριστήεσσι συν ἀνδράσιν ὄφρα νέοιτο. εἴπετο δ ̓ Εὐρυτίων τε καὶ ἀλκήεις Εφιβώτης, υἷες ὃ μὲν Τελέοντος, ὃ δ ̓ Ἴρου Ακτορίδαο· ἤτοι ὃ μὲν Τελέοντος ἐυκλειὴς Ἐριβώτης, Ἴρου δ ̓ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Οιλεύς, 75 ἔξοχος ἠνορέην καὶ ἐπαιξαι μετόπισθεν εὖ δεδιὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.

αὐτὰρ ἀπ ̓ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Αβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν 80 αὐτὸν ὁμῶς Μόψόν τε δαήμονα μαυτοσυνάων πλαγχθέντας Λιβύης ένι πείρασι δῃωθῆναι. ὡς οὐκ ἀνθρώποισι κακῶν μήκιστον ἐπαυρεῖν· ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ηελίοιο 85 μεσσηγύς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.

τῷ δ ̓ ἂρ ἐπι Κλύτιός τε καὶ Ἴφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐ δ ̓ ἀπόνητο

90

δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.

τοῖσι δ ̓ ἐπ' Αιακίδαι μετεκίαθον· οὐ μὲν ἅμ ̓ ἄμφω, οὐ δ ̓ ὁμόθεν. νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φώκον ἀδελφεὸν ἐξενάριξαν

ἀφραδίῃ. Τελαμων μὲν ἐν ̓Ατθίδι νάσσατο νήσῳ· Πηλεὺς δὲ Φθίῃ ἐνι δώματα ναῖε λιασθείς. 95 τοῖς δ ̓ ἐπι Κεκροπίηθεν ἀρήιος ήλυθε Βούτης, παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Αλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ ̓ ἄλλους · γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.

ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα 100 πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. Θησέα δ', ὃς περὶ πάντας Ερεχθείδας ἐκέκαστο, Ταιναρίην ἀίδηλος ὑπο χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν. ἦ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.

105

Τίφυς δ' Αγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμ ̓ ἁλὸς εὐρείης, ἐσθλὸς δ ̓ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλου 110 ώρσεν Αθηναίη, μετα δ' ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· συν δέ οἱ Ἄργος τευξεν Αρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπ ̓ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. Φλίας δ ̓ αὖτ ̓ ἐπι τοῖσιν Αραιθυρέηθεν ἵκανεν, ἔνθ ̓ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,

115

πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ασωποῖο.

Αργόθεν αὖ Ταλαὸς καὶ ̓Αρήιος, υἱε Βίαντος, ἤλυθον ἔφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρώ 120 Νηληίς· τῆς δ ̓ ἀμφι δύην ἐμόγησε βαρεῖαν

Αιολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. οὐ δὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθ ̓ Αισονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλ ̓ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων, 125 νεῖον ἀπ ̓ Αρκαδίης Λυρκήιον "Αργος ἀμείψας τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάποιον, ὅς ῥ ̓ ἐνι βήσσης φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἀμ μέγα τίφος, τὸν μὲν ἐνι πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἱλλόμενον μεγάλων ἀπεθήκατο νώτων, 130 αὐτὸς δ ̓ ᾗ ιότητι παρεκ νόον Εὐρυσθῆος ὡρμήθη· συν καί οἱ Ἕλας κίεν ἐσθλὸς ὀπάων, πρωθήβης, τῶν τε φορεὺς φύλακός τε βιοῖο.

τῷ δ ̓ ἐπι δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, Ναύπλιος. ἡ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· 135 Ναύβολος αὖ Λέρνου· Λέρνόν γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη πρίν ποτ' Αμυμώνη Δαναὶς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. Ἴδμων δ ̓ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον 140 Αργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.

[ocr errors]

οὐ μὲν ὅγ ̓ ἦεν Αβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς γείνατο κυδαλίμοις ἐναρίθμιον Αιολίδησιν Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν 145 οιωνούς τ' ἀλέγειν ἠδ ̓ ἔμπυρα σήματ' ἰδέσθαι. καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη Κάστορά τ' ώκυπόδων ώρσεν δεδαημένον ἵππων Σπάρτηθεν· τοὺς δ ̓ ἤγε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐ δ ̓ ἀπίθησεν 150 νεισομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.

οἵ τ ̓ Αφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας Αρήνηθεν ἔβαν, μεγάλη περιθαρσέες ἀλκῇ

ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον 155 ῥηιδίως καὶ νέρθε κατα χθονὸς αὐγάζεσθαι.

σὺν δὲ Περικλύμενος Νηλήιος ώρτο νέεσθαι, πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν δῶκεν ἀπειρεσίην ἠδ ̓ ὅ ττι κεν ἀρήσαιτο ő 160 μαρνάμενος, τὸ πέλεσθαι ἐνι ξυνοχῇ πολέμοιο.

καὶ μὴν ̓Αμφιδάμας Κηφεύς τ ̓ ἴσαν ̓Αρκαδίηθεν, οἳ Τεγέην καὶ κλῆρον Αφειδάντειον ἔναιον, ντε δύω Αλεοῦ· τρίτατός γε μὲν ἕσπετ ̓ ἰοῦσιν ̓Αγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν, 165 τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ ̓ ὃ μὲν ἤδη γηράσκοντ' Αλεὸν λίπετ ̓ ἀμ πόλιν ὄφρα κομίζοι, παῖδα δ ̓ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. βῆ δ ̓ ὅγε Μαιναλίης ἄρκτου δέρος ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ 170 πατροπάτωρ Αλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, αἱ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο ἔμμεναι· Ἠλείοισι δ ̓ ὅγ ̓ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων· μέγα δ ̓ ἵετο Κολχίδα γαϊαν 175 αὐτόν τ' Αιήτην ιδέειν σημάντορα Κόλχων. Αστέριος δὲ καὶ ̓Αμφίων Ὑπερασίου υἷες Πελλήνης ἀφίκανον Αχαιίδος, ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπ' ὀφρύσιν αἰγιαλοῖο. Ταίναρον αὖτ ̓ ἐπι τοῖσι λιπὼν Εὔφημος ἵκανεν, 180 τόν ρα Ποσειδάωνι ποδωκηέστατον ἄλλων Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη. κεῖνος ἀνὴρ καὶ πόντου ἐπι γλαυκοῖο θέεσκεν οἴδματος, οὐ δὲ νοοὺς βάπτεν πόδας· ἀλλ ̓ ὅσον ἄκροις

ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. 185 καὶ δ ̓ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· ἤτοι ὃ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος, ὃ δ ̓ Ἰμβρασίης ἕδος Ἥρης, Παρθενίην, Αγκαῖος ὑπέρβιος· ἵστορε δ ̓ ἄμφω ἠμὲν ναυτιλίης ἠδ ̓ ἄρεος εὐχετόωντο.

190 Οἰνείδης δ' ἐπι τοῖσιν ἀφορμηθεὶς Καλυδώνος ἀλκήεις Μελέαγρος ανήλυθε Λαοκόων τε, Λαοκόων Οἰνῆος ἀδελφεός· οὐ μὲν τῆς γε μητέρος· ἀλλὰ ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἂρ Οι νεὺς

ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· 195 ὧδ ̓ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων. τοῦ δ ̓ οὔτιν ̓ ὑπέρτερον ἄλλον οίω, νόσφιν γ' Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ ̓ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι, 200 εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, Θεστιάδης Ιφικλος ἐφωμάρτησε κιόντι.

σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ωλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ηφαίστοιο· τούνεκ ̓ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὐ κέ τις ἔτλη 205 ἠνορέην τ ̓ ὀνόσασθαι· δ καὶ μεταρίθμιος ἦεν πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.

ἐκ δ ̓ ἄρα Φωκήων κίεν Ἴφιτος Ορνυτίδαο Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν, ἦμος ἔβη Πυθώ δὲ θεοπροπίας ἐρεείνων 210 ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. Ζήτης αὖ Κάλαις τε Βορήιοι υἷες ίκοντο, οὕς ποτ' Ερεχθηὶς Βορέῃ τέκεν Ωρείθυια ἐσχατιῇ Θρήκης δυςχειμέρου· ἔνθ ̓ ἄρα τήνγε Θρηίκιος Βορέης ανερείψατο Κεκροπίηθεν

« IndietroContinua »