Immagini della pagina
PDF
ePub

αὐτοῦ δ ̓ ἐν προμολῇ τετρυμένα γούνατ' ἔκαμψεν 1175 αὐσταλέος κονίησι, περιτριβέας δέ τε χεῖρας εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί· τῆμος ἂρ οἵγ ̓ ἀφίκοντο Κιανίδος ήθεα γαίης ἀμφ' Αργανθώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας 1180 δειδέχατ', ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν μῆλά τε δευομένοις μέθυ τ' ἄσπετον ἐγγυάλιξαν. ἔνθα δ ̓ ἔπειθ ̓ οἳ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες, στόρνυσθαι· τοὶ δ ̓ ἀμφι πυρήια δινεύεσκον· 1185 οἳ δ ̓ οἶνον κρητήρσι κέρων, πονέοντό τε δαῖτα, Ἐκβασίῳ ῥέξαντες υπο κνέφας Απόλλωνι.

αὐτὰρ ὁ δαῖτα πένεσθαι ἑταίροις εὖ ἐπιτείλας βῆ δ ̓ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν έρετμόν οἱ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι. 1190 εὗρεν ἔπειτ' ἐλάτην ἀλαλήμενος οὔτέ τι πολλοῖς ἀχθομένην ὄξοις, οὐ δὲ μέγα τηλεθόωσαν· ἀλλ ̓ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο,

τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι. ῥίμφα δ ̓ ὀιστοδόκην μὲν ἐπι χθονὶ θῆκε φαρέτρην 1195 αὐτοῖσιν τόξοισιν, ἔδυ δ ̓ ἀπο δέρμα λέοντος.

τὴν δ ̓ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας νειόθεν ἀμφοτέρῃσι περι στύπος ἔλλαβε χερσίν, ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν 1200 προςφὺς ἐξήειρε συν αὐτοῖς ἔχμασι γαίης. ὡς δ ̓ ὅτ' ἂν ἀπροφάτως ἱστὸν νεός, εὖτε μάλιστα χειμερίη ὀλοοῖο δύσις πέλει Ωρίωνος,

ὑψόθεν ἐμπλήξασα τοὴ ἀνέμοιο κατάιξ

αὐτοῖσιν σφήνεσσιν ὑπεκ προτόνων ἐρύσηται· 1205 ὡς ὅγε τὴν ἤειρεν. ὁμοῦ δ ̓ ἀνα τόξα καὶ τοὺς

δέρμα θ' ἑλὼν ῥόπαλόν τε παλίσσυτος ώρτο νέεσθαι. τόφρα δ' Ὕλας χαλκέῃ συν κάλπιδι νόσφιν ὁμίλου δίζητο κρήνης ἱερὸν ῥόον, ὡς κέ οἱ ὕδωρ

φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλά τε πάντα 1210 οτραλέως κατα κόσμον ἐπαρτίσσειεν ιόντι. δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν νηπίαχον τὰ πρῶτα, δόμων ἐκ πατρὸς ἀπούρας, δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν νηλειῶς, βοὸς ἀμφι γεωμόρου ἀντιόωντα. 1215 ἤτοι ὃ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ Θειοδάμας, ἄτῃ βεβολημένος· αὐτὰρ ὃ τόνγε βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα. ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι λευγαλέην, ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον. 1220 ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς. αἶψα δ' ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις ὅσσαι κεῖσ ̓ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο, 1225 Αρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς. αἳ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους, αἴ γε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο· ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάριο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν 1230 κάλλει καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. προς γάρ οἱ διχόμηνις ἀπ' αἰθέρος αὐγάζουσα βάλλε σεληναίη. τῆς δὲ φρένας ἐποίησεν Κύπρις, ἀμηχανίῃ δὲ μόγις συναγείρατο θυμόν. αὐτὰρ ὅγ' ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν 1235 λέχρις ἐπιχριμφθείς, περὶ δ ̓ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ' ἥγε λαιὸν μὲν καθύπερθεν ἐπ' αὐχένος ἄνθετο πῆχυν

κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ ἀγκῶν ἔσπασε χειρί, μέσῃ δ ̓ ἐνικάββαλε δίνῃ. 1240 τοῦ δ ̓ ἥρως ἰάχοντος ἐπέκλυεν οἷος ἑταίρων Ελλατίδης Πολύφημος, των προτέρωσε κελεύθου. δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθ ̓ ἵκοιτο. βῆ δὲ μεταΐξας Πηγέων σχεδόν ηύτέ τις θὴρ ἄγριος, ὅν ῥά τε γῆους ἀπόπροθεν ἵκετο μήλων, 1245 λιμῷ δ' αιθόμενος μετανείσεται, οὐ δ ̓ ἐπέκυρσεν ποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνι σταθμοῖσι νομῆες ἔλσαν· ὃ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν· ὡς τότ' ἂς Ελλατίδης μεγάλ ̓ ἔστενεν, ἀμφι δὲ χῶρον φοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή.

1250 αἶψα δ' έρυσσάμενος μέγα φάσγανον ώρτο νέεσθαι, μήπως ἢ θήρεσσιν ἕλως πέλοι, ἠέ μιν ἄνδρες μοῦνον ἐόντ ̓ ἐλόχησαν, ἄγουσι δὲ ληίδ ̓ ἑτοίμην. ἔνθ ̓ αὐτῷ ξύμβλητο κατα στίβου Ἡρακλῆι

γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνω 1255 σπερχόμενον μετα νῆα δια κνέφας. αὐτίκα δ ̓ ἄτην ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν ,,δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω. οὐ γὰρ Ὕλας κρήνην δὲ κιών σόος αὖτις ἱκάνει ἀλλὰ ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν, 1260 ἢ πῆρες σίνονται· ἐγὼ δ ̓ ἐάχοντος ἄκουσα.

66

ὡς φάτο· τῷ δ ̓ ἀίοντι κατα κροτάφων ἅλις ιδρώς κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα. χωόμενος δ ̓ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα. 1265 ὡς δ ̓ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐ δὲ νομήων, οὐ δ ̓ ἀγέλης ὄθεται, πρήσσει δ ̓ ὁδόν, ἄλλοτ ̓ ἄ

παυστος,

άλλοτε δ ̓ ἱστάμενος, καὶ ἀνα πλατὺν αὐχέν' ἀείρων

ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ· 1270 ὡς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατ' ἔπαλλεν συνεχέως, ὁτὲ δ ̓ αὖτε μεταλλήγων καμάτοιο τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ. αὐτίκα δ ̓ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ ἠρος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τίφυς 1275 ἐςβαίνειν ὀρόθυνεν ἐπαύρεσθαί τ' ανέμοιο. οἳ δ ̓ εἴςβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας. κυρτώθη δ ̓ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ ̓ ἀπ' ἀκτῆς γηθόσυνοι φορέοντο παραι Ποσιδήιον ἄκρην. 1280 ἦμος δ ̓ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ ̓ ἀταρποί, καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ, τῆμος τούςγ ̓ ἐνόησαν ἀνδρείῃσι λιπόντες.

ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς 1285 ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν σφωιτέρων ἑτάρων. ὁ δ ̓ ἀμηχανίῃσιν ἀτυχθεὶς οὔτέ τι τοῖον ἔπος μετεφώνεεν, οὔτέ τι τοΐον Αἰσονίδης· ἀλλ ̓ ἧστο βαρείῃ νειόθεν ἄτῃ θυμὸν ἔδων· Τελαμώνα δ ̓ ἕλεν χόλος, ὧδέ τ' ἔειπεν 1290,ἧσ ̓ αὐτως εὔχηλος, ἐπεί νύ τοι ἅρμενον ἦεν Ἡρακλῆα λιπεῖν· σέο δ ̓ ἔκτοθι μῆτις ὄρωρεν, ὄφρα τὸ κείνου κῦδος ἀν' Ἑλλάδα μή σε καλύψῃ, αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων 1295 εἶμι τέων, οἳ τόνγε δόλον συνετεκτήναντο.

ἦ, καὶ ἐς Αγνιάδην Τιφυν θόρε· τὼ δέ οἱ ὄσσε ὄστλιγγες μαλεροῖο πυρὸς ὡς ἰνδάλλοντο. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπι γαῖαν ἕκοντο λαΐτμα βιησάμενοι ἀνέμου τ' ἄλληκτον ζωήν, 1300 εἰ μὴ Θρηικίοιο δύω υΐες Βορέαο

Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,

σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ ̓ ὀπίσσω χερσὶν ὑφ ̓ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας 1305 Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν ἀμφ' αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν, ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσειν, κίνυται ἠχήεντος ὑπο πνοιῇ βορέαο.

καὶ τὰ μὲν ὡς ἤμελλε μετα χρόνον ἐκτελέεσθαι. 1310 τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε ̓ ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν

1315 „,τίπτε παρεκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αιήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; "Αργει οἱ μοῖρ ̓ ἐστὶν ατασθαλῳ Εὐρυσθῆν ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀθλους, ναίειν δ ̓ ἀθανάτοισι συνέστιον, εἴ ν' ἔτι παύρους 1320 ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. αὕτως δ ̓ αὖ Πολύφημον ἐπι προχοῇσι Κίοιο πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη 1325 ὃν πόσιν, οἷό περ οἵνεκ' ἀποπλαγχθέντες ἔλειφθεν.“ ἦ, καὶ κῦμ ̓ ἀλίαστον ἐφέσσατο νειόθι δύψας ἀμφι δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον, κοίλην δὲ διεξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δ' ἥρωες· ὃ δ ̓ ἐσσυμένως ἐβεβήκει 1330 Διακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρί ἄκρην ἀμφιβαλών προςπτύξατο, φώνησέν τε Αισονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν

« IndietroContinua »