Immagini della pagina
PDF
ePub

εἰ τί περ ἀασάμην· περὶ γάρ μ' ἄχος ἧκεν ἐνισπεῖν μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον. ἀλλ ̓ ἀνέμοισιν 1335 δώομεν αμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.66

τὸν δ ̓ αὖτ' Αίσονος υἱὸς ἐπιφραδέως προσέειπεν· ,,ὦ πέπον, ή μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ, φὰς ἐνι τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι. ἀλλ ̓ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω 1340 πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περι πώεσι μήλων, οὐ δὲ περι κτεάτεσσι χαλεψάμενος μενέηνας, ἀλλ ̓ ἑτάρου περι φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφ' ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.

ἦ ῥα, καὶ ἀρμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο. 1345 τὼ δὲ Διὸς βουλῇσιν, ὃ μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολιστάμενος ποταμοίο Ελλατίδης Πολύφημος, ὃ δ ̓ Εὐρυσθῆος ἀθλους αὖτις των πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν Μυσίδ ̓ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ 1350 ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος. τοῖο δὲ ῥύσι ὄπασσαν ἀποκρίναντες ἀρίστους υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,

μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο. τούνεκεν εἰσέτι νῦν περ Ὅλαν ἐρέουσι Κιανοί, 1355 κοῦρον Θειοδάμαντος, ἐνκτιμένης τε μέλονται Τρηχίνος. δὴ γάρ ῥα κατ' αὐτόθι νάσσατο παῖδας, οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.

νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ ̓ ἐπι τυτθὸν ἄητο 1360 ἠους τελλομένης. οἳ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλ ̓ εὐρεῖαν ἐσιδέσθαι φρασσάμενοι, κώπῃσιν ἅμ' ἠελίῳ ἐπέκελσαν.

ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

ΑΡΓΟΝΑΥΤΙΚ Ω Ν Β.

"Ενθα δ' ἔσαν σταθμοί τε βοῶν αὐλις τ' Αμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπλέστατον ἀνδρῶν· 5 ὥστ ̓ ἐπι καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μήτιν ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτι νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τ ̓ εἶεν, ὑπερβασίησιν ἄτισσεν, 10 τοῖον δ ̓ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον κέκλυθ', ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ύμμιν ἔοικεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνα χεῖρας ἀείραι. 15 τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. · εἰ δ ̓ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ ̓ ἀνάγκη.

66

ἦ ρα μέγα φρονέων. τοὺς δ ̓ ἄγριος εἰσαΐοντας 20 εἷλε χόλος. περὶ δ ̓ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή. αἶψα δ ̓ ἑῶν ἑτάρων πρόμος ἵστατο φώνησέν τε „,ἴσχεο νῦν, μὴ δ ̓ ἄμμι κακὴν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπόσχομαι ἀντιάασθαι.“ 25 ὡς φάτ ̓ ἀπηλεγέως· ὃ δ ̓ ἐσέδρακεν ὄμμαθ ̓ ἑλίξας, ὥστε λέων ὑπ ̓ ἄκοντι τετυμμένος, ὅντ ̓ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται· ὃ δ ̓ ἐλλόμενός περ ὁμίλῳ

τῶν μὲν ἔτ ̓ οὐκ ἀλέγει, ἐπι δ ̓ ὄσσεται οἰόθεν οἶος ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐ δ ̓ ἐδάμασσεν. 30 ἔνθ ̓ αὖ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος

λεπταλέον, το ῥά οἱ τις ἑὸν ξεινήιον εἶναι ώπασε Λημνιάδων· ὃ δ ̓ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. 35 αὐτίκα δ ̓ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες Τζον ἑοὺς δίχα πάντας ἐνι ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐ δὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλ ̓ ὃ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν 40 χωομένη Διὶ τίκτεν· ὃ δ ̓ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν ἑσπερίην δια νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ιούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ 45 καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας πειράζων, εὔθ ̓ ὡς πρὶν ἐντρόχαλοι φορέονται, μὴ δ ̓ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν. οὐ μὰν αὖτ' "Αμυκος πειρήσατο· σίγα δ ̓ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχ ̓ ὄμματα, καί οἱ ὀρέχθει 50 θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. τοῖσι δὲ μεσσηγύς θεράπων ̓Αμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς, ἀζαλέους, περὶ δ ̓ οἵγ ̓ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὃ τόνγ' ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα· 55 τῶνδέ τοι ὅν κ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν. ἀλλὰ βάλευ περι χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥίνούς τε βοῶν περί τ' εἰμὶ ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.

[ocr errors]

60 ὡς ἔφατ'. αὐτὰρ ὅγ' οὔτι παραβλήδην ἐρίδηνεν· ἦκα δὲ μειδήσας, οἵ οἱ παρα ποσσὶν ἔκειντο,

τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ ̓ ἀντίος ήλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας, ώκα δ ̓ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν· 65 τῷ δ ̓ αὖτ' Αρητός τε καὶ Ὄρνυτος, οὐ δέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.

οἳ δ ̓ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπ' ἀλλήλοισι μένος φέρον αντιόωντες. 70 ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης τρηχὺ θοὴν ἐπι νῆα κορύσσεται, ἡ δ ̓ ὑπο τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,

ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,

་་

ὡς ὅγε Τυνδαρίδην φοβέων ἕπετ', οὐ δέ μιν εἴα 75 δηθύνειν. ὃ δ ̓ ἂρ αἰὲν ἀνούτατος ἣν δια μῆτιν ἀίσσοντ ̓ ἀλέεινεν· ἀπηνέα δ' αἶψα νοήσας πυγμαχίην, ἢ κάρτος ἀάατος, ή τε χερείων, στῆ δ ̓ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δ ̓ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις 80 ανέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες

θείνωσιν σφύρῃσιν, ἐπ' ἄλλῳ δ ̓ ἄλλος ἄηται δοῦπος ἄδην· ὡς τοῖσι παρήιά τ ̓ ἀμφοτέρωθεν καὶ γέννες κτύπεον· βρυχὴ δ ̓ ὑπετέλλετ ̓ ὀδόντων ἄσπετος, οὐ δ ̓ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, 85 ἔςτέ περ οὐλοὸν ἄσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων ἱδρῶ ἅλις, καματηρὸν ἀντμένα φυσιόωντε. ἅψ δ ̓ αὖθις συνόρουσαν ἐναντίοι, ήύτε ταύρω φορβάδος ἀμφι βοὺς κεκοτηότε δηριάασθον. 90 ἔνθα δ' ἔπειτ' Αμυκος μὲν ἐπ ̓ ἀκροτάτοισιν ἀερθείς, βουτύπος οἷα, πόδεσσι τανύσσατο, καὶ δὲ βαρεῖαν

χεῖρ ̓ ἐπι οὗ πελέμιξεν· ὃ δ ̓ ἀίξαντος ὑπέστη,
κράτα παρακλίνας, ὤμῳ δ ̓ ἀνεδέξατο πῆχυν

τυτθόν· ὃ δ ̓ ἄγχ' αὐτοῖο παρεκ γόνυ γουνὸς ἀμείβων 95 κόψε μεταΐγδην ὑπερ οὔατος, ὀστέα δ ̓ εἴσω

ῥῆξεν· ὃ δ ̓ ἀμφ' ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δ' ἰάχησαν ἥρωες Μινύαι· τοῦ δ ̓ ἀθρόος ἔκχυτο θυμός.

οὐ δ ̓ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος· ἀλλ ̓ ἄμυδις κορύνας ἀξηχέας ἠδὲ σιγύννους 100 ιθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον. τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν ̓ ἑταῖροι ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλασ ̓ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ ̓ ἑκάτερθεν ἔνθα καὶ ἔνθ ̓ ὤμοισιν ἐπ ̓ ἀμφοτέροισι κεάσθη. 105 αὐτὸς δ ̓ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,

τὸν μὲν ὑπο στέρνοιο ποῷ ποδὶ λὰς ἐπορούσας πλῆξε, καὶ ἐν κονίησι βάλεν· τοῦ δ ̓ ἄσσον ιόντος δεξιτερῇ σκαιῆς ὑπερ ὀφρύος ἤλασε χειρί,

δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ ̓ ὑπελείπετ ̓ ὀπωπή. 110 Ωρείδης δ' Αμύκοιο βίην υπέροπλος ὀπάων οὗτα Βιαντιάδαο κατα λαπάρην Ταλαοίο,

ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ ̓ ἐπι δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αὕτως δ' Αρητος μενεδήιον Εὐρύτου υἷα 115 Ἴφιτον ἀζαλέη κορύνῃ στυφέλιξεν ἐλάσσας, οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχ ̓ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπο ξίφει Κλυτίοιο.

καὶ τότ ̓ ἂρ Αγκαῖος Λυκούργοιο θρασὺς υἱὸς αἶψα μάλ' ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν 120 ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ ἐμμεμαώς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο Αιακίδαι συν δέ σφιν ἀρήιος ὤρνυτ' Ιήσων.

ὡς δ ̓ ὅτ ̓ ἐνι σταθμοῖσιν ἀπείρονα μῆλ' ἐφόβησαν

« IndietroContinua »