Immagini della pagina
PDF
ePub

και νύ κε δή σφ ̓ ἀέκητι θεῶν διεδηλήσαντο 285 πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, εἰ μὴ ἂρ ὠκέα Ιρις ἴδεν, κατα δ' αιθέρος άλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κετέρυκεν ,,οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Αρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ ̓ αὐτὴ 290 δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.“

ὡς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥτε θεοῖσιν ῥιγίστη πάντεσσιν ἐπιδνοτάτη τε τέτυκται, μὴ μὲν ̓Αγηνορίδαο δόμοις ἔτι τᾶσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. 295 οἳ δ ̓ ὅρκῳ είξαντες ὑπέστρεφον ἂψ ἐπι νῆα σεύεσθαι. Στροφάδας δὲ μετακλείουσ ̓ ἄνθρωποι νήσους τοϊό γ ̓ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Αρπυιαί τ' Ἶρίς τε διέτμαγον. αἱ μὲν ἔδυσαν κευθμώνα Κρήτης Μινωίδος· ἡ δ ̓ ἀνόρουσεν 300 οὔλυμπον δὲ, θοῇσι μεταχθονίη πτερύγεσσιν. τόφρα δ' ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα, τάτ ̓ ἐξ ̓Αμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνι μεγάροισιν ἔθεντο, 305 δαίνυνθ' ἑζόμενοι· συν δέ σφισι δαίνυτο Φινεύς ἁρπαλέως, οἷόν τ ̓ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δ ̓ ἐπεὶ δόρποιο κορέσσαντ' ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δ ̓ ἐν μέσσοισι παρ' ἐσχάρῃ ἧστο γεραιὸς 310 πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου

κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ύμμι δαῆναι ἀτρεκές· ὅσσα δ ̓ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίησιν χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς

315 βούλεται ἀνθρώποις ἐπιδενέα θέσφατα φαίνειν

μαντοσύνης, ἵνα και τι θεῶν χατέωσι νόοιο. πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν. τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. 320 οὐ γάρ τε ῥίζῃσιν ἐπήρεινται νεάτησιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, υπερθε δὲ πολλὸν ἁλὸς κορθύνεται ὕδωρ βρασσόμενον, στρηνὲς δὲ περι στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, 325 εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ' ἀλέγοντες πείρετε· μὴ δ' αὕτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ ̓ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἀποπρομεθέντες ἐφιέμεν. ἂν δὲ δι' αὐτῶν 330 πετράων πόντον δὲ σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ' αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ ̓ εὖ καρτύναντες ἑαῖς ἐνι χερσὶν ἐρετμὰ τέμνεθ ̓ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὐ νύ τι τόσσον ἔσσετ ̓ ἐν εὐχωλῇσιν, ὅσον τ' ἐνι κάρτει χειρῶν. 335 τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθε θαρσαλέως· πρὶν δ ̓ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθε· ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέασθε 340 πετράων, οὐδ ̓ εἴ κε σιδηρείη πέλοι Αργώ. ὦ μέλεοι, μὴ τλῆτε παρεξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον οίεσθ ̓ οὐρανίδησιν, ὅσσον ἀνάρσιος εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι· μὴ τλῆτ' οἰωνοῖο παρεξ ἔτι νηὶ περῆσαι.

345 καὶ τὰ μὲν ὡς κε πέλῃ, τὼς ἔσσεται. ἦν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπι δεξιὰ γαῖαν ἔχοντες

πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ρήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε Μέλαιναν 350 γνάμψαντες νήσου Θυνηίδος ὅρμον ίκησθε. κεῖθεν δ ̓ οὐ μάλα πουλὺ διεξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς ̓Αίδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Αχερουσιὰς ὑψόθι τείνει, 355 δινήεις τ' Αχέρων αὐτὴν δια νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοάς ἵησι φάραγγος. ἀγχίμολον δ' ἐπι τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσιν Ενετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ' αἵματος εὐχετόωνται. 360 ἔστι δέ τις ἄκρη Ελίκης κατεναντίον ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὑπερ βορέαο περισχίζονται ἄελλαι· ὧδε μάλ' ἀμ πέλαγος τετραμμένη αιθέρι κύρει. τὴν δὲ περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη 365 αἰγιαλός· πολέος δ ̓ ἐπι πείρασιν αἰγιαλοῖο ἀκτῇ ἔπι προβλῆτι ῥοαὶ Αλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετα τὸν δ ̓ ἀγχίρροος Ίρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν 370 ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ἐπ' ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο.

ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόλης τρισσαὶ ̓Αμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν 375 τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, ἐργατίναι· τοὶ δ ̓ ἀμφι σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοί Ζηνὸς Ευξείνοιο Γενηταίην ὑπερ ἄκρην. τῇ δ ̓ ἐπι Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν

380 ἑξείης ἤπειρον ὑπωρείας τε νέμονται, δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες κάλινα καὶ θαλάμους εὐπηγέας, οὓς καλέουσιν μόσουνας· καὶ δ ̓ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, 385 μήτι παντοίῃ μέγ ̓ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην. τῇ μέν τ' ἐνι νηὸν Αρηος λαΐνεον ποίησαν ̓Αμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Αντιόπη, ὁπότε στρατόωντο. 390 ἔνθα γὰρ ὄμμιν ὄνειας ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἀρητόν· τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν. ἀλλὰ τί ἤ με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντι ; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης 395 φέρβονται Φίλυρες· Φιλύρων δ ̓ ἐφύπερθεν ἔασιν Μάκρωνες· μετὰ δ ̓ αὖ περιώσια φύλα Βεχείρων. ἑξείης δὲ Σάπειρες ἐπι σφίσι ναιετάουσιν· Βύξηρες δ ̓ ἐπι τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ ̓ ἐνι νη 400 πείρεθ ̓, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δ ̓ ἐπ ̓ ἠπείροιο Κυταιίδος ἠδ ̓ Αμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆς ἐλάοντες ἐπι προχοὰς ποταμοῖο 405 πύργους εἰσόψεσθε Κυταιέος Αιήταο

410

ἄλσός τε σκιόειν "Αρεος, τόθι κῶας ἐπ' ἄκρης
πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐ δέ οἱ ἦμαρ,
οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.“
ὡς ἂρ ἔφη· τοὺς δ ̓ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
δὴν δ ̓ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ ̓ ἔειπεν

ἥρως Αίσονος υἱὸς ἀμηχανέων κακότητι

ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ' αέθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς δια πέτρας 415 πειθόμενοι Πόντον δὲ περήσομεν· εἰ δέ κεν αὖτις τᾶσδ ̓ ἡμῖν προφυγοῦσιν ἐς Ελλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστώς κε παρα σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὐτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐῶν ἑτάροις ἅμα νήισιν; Δία δὲ Κολχίς 420 Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.

66

ὡς φάτο· τὸν δ ̓ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν ὦ τέκος, εὖτ ̓ ἂν πρῶτα φύγῃς ὀλος δια πέτρας, θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἴης· μετα δ' Αἶαν ἅλις πομπῆες ἔσονται. 425 ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀθλων. καὶ δέ με μηκέτι τῶνδε παροιτέρω εξερέεσθε.

ὡς φάτ' Αγηνορίδης· ἐπι δὲ σχεδὸν υἱξε δοιω Θρηικίου Βορέαο κατ' αιθέρος ἀίξαντε

430 οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ ̓ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δ ̓ ἱεμένοισιν, ἔτ ̓ ἄσπετον ἐκ καμάτοιο ἄσθμ ̓ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδ ̓ ὡς Ἶρις ἐρύκακε τᾶσδε δαΐξαι, 435 ὅρκιά τ' εὐμενέουσα θεὰ πόρεν, αἳ δ ̓ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. γηθόσυνοι δ ̓ ἔπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τ' ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε Αισονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν 440,ἡ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δ ̓ ἡμέας αὖθι πέλασσεν τηλόθεν, ὄφρά τοι υἷες ἀμύνειαν Βορέαο· εἰ δὲ καὶ ὀφθαλμοϊσι φόως πόροι, ἦ τ' ἂν δίω

« IndietroContinua »