Immagini della pagina
PDF
ePub

γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ ̓ ἱκοίμην. 445 ὡς ἔφατ'· αὐτὰρ ὃ τόνγε κατηφήσας προσέειπεν Αισονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐ δέ τι μῆχος ἔστ' ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανών πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν. 450 ὡς τώγ ̓ ἀλλήλοισι παραβλήδην ἀγόρευον. αὐτίκα δ' οὐ μετα δηρὸν ἀμειβομένων ἐφαάνθη Ἠριγενής· τὸν δ ̓ ἀμφι περικτίται ἠγερέθοντο ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ ̓ ἤματι κεῖσε θάμιζον, αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπο μοῖραν ἐδωδῆς. 455 τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο, ἔχραεν ἐνδυκέως, πολέων δ ̓ ἀπο πήματ' ἔλυσεν μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον. συν τοῖσιν δ ̓ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούςγ ̓ ἐνόησεν. 460 πρὶν γὰρ δή νύ ποτ' αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ἑλλάδος ἐξανιόντα μετα πτόλιν Αιήταο

πείσματ ̓ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ, οἵτέ οἱ Αρπυίας Διόθεν σχήσουσιν ιούσας. τοὺς μὲν ἔπειτ' ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν 465 πέμφ ̓ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετ' ἀριστήεσσι συν ἀνδράσιν· αἶψα δὲ τόνγε σφωιτέρων οίων ὅτις ἔξοχος, εἰς ἃ κομίσσαι ἧκεν ἐποτρύνας. τοῦ δ ̓ ἐκ μεγάροιο κιόντος μειλιχίως ἐρέτησιν ὁμηγερέεσσι μετηύδα

470,,ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν, οὐ δ ̓ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ ̓ ἀνὴρ τοῖος ἐὼν δεῦρ ̓ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη. εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι, δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο

475 χρησμοσύνη τρύχεσκεν· ἐπ ̓ ἤματι δ ̓ ἦμαρ ορώρει

κύντερον, οὐ δέ τις ἦεν ἀνάπνευσις μογέοντι. ἀλλ' ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν ἀμπλακίης. ὃ γὰρ οἷος ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ ̓ ἁμαδρυάδος νύμφης ἀνέριξε λιτάων, 480 ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.

τῷ δ ̓ ἄρα νηκερδή νύμφη πόρεν οἶτον ὀπίσσω 485 αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ ̓ ἀφίκανεν, ἀμπλακίην ἔγνων· βωμὸν δ ̓ ἐκέλευσα καμόντα Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ' αὐτῷ ἱερά, πατρώην αἰτεύμενον αἶσαν ἀλύξαι. ἔνθ ̓ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ ̓ ἐμεῖο 490 ἐκλάθετ', οὐ δ ̓ ἀθέρισσε· μόλις δ ̓ ἀέκοντα θύραζε πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.

66

ὡς φάτ' Αγηνορίδης· ὃ δ ̓ ἐπισχεδὸν αὐτίκα δοιὼ ἤλυθ ̓ ἄγων ποίμνηθεν ὄις. ἀνα δ ̓ ἵστατ ̓ Ἰήσων, ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος. 495 ὦκα δὲ κεκλόμενοι μαντήιον Απόλλωνα ῥέζον ἐπ ̓ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο. κουρότεροι δ ̓ ἑτάρων μενοεικέα δαῖτ' ἀλέγυνον. ἔνθ ̓ εὖ δαισάμενοι, τοὶ μὲν παρα πείσμασι νηός, τοὶ δ ̓ αὐτοῦ κατα δώματ' ἀολλέες εὐνάζοντο. 500 ἦρι δ ̓ ἐτήσιαι αὖραι ἐπέχραον, αἵτ' ἀνα πᾶσαν γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀνωγῇ.

Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο

μῆλα νέμειν προτέροισι παρ' ἀνδράσιν· εὔαδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Απόλλων 505 τήνγ ̓ ἀνερειψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν τηλόθεν Αἱμονίης, χθονίης παρακάτθετο νύμφαις, αἳ Λιβύην ἐνέμοντο παραι Μυρτώσιον αἶπος.

ἔνθα δ' Αρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν Αγρέα και Νόμιον πολυλήιοι Αίμονιῆες. 510 τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δ ̓ ἔνεικεν νηπίαχον Χείρωνος ὑπ ̓ ἄντροισιν κομέεσθαι. τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τ ̓ ἐδίδαξαν· 515 καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ ̓ ἐνέμοντο ἀμ πεδίον Φθίης Αθαμάντιον ἀμφί τ ̓ ἐρυμνὴν Ὄθουν καὶ ποταμοῦ ἱερὸν ῥόον Απιδανοῖο. ἦμος δ ̓ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους Σείριος, οὐ δ ̓ ἐπι δηρὸν ἔην ἄκος ἐνναέτησιν, 520 τῆμος τόνγ ̓ ἐκάλεσσαν ἐφημοσύνης Εκάτοιο λοιμοῦ ἀλεξητῆρα. λίπεν δ ̓ ὅγε πατρὸς ἐφετμῇ Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας Παρράσιον, τοίπέρ τε Λυκάονός εἰσι γενέθλης· καὶ βωμὸν ποίησε μέγαν Διὸς Ικμαίοιο, 525 ἱερά τ' εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ Σειρίῳ, αὐτῷ τε Κρονίδῃ Διί. τοῖς δ ̓ ἕκητι γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι ἤματα τεσσαράκοντα· Κέῳ δ ̓ ἔτι νῦν ἱερῆες ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς. 530 καὶ τὰ μὲν ὡς ὑδέονται· ἀριστες δὲ κατ ̓ αὖθι μίμνον ἐρυχόμενοι· ξεινήια δ ̓ ἄσπετα Θυνολ πᾶν δ ̓ ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωρήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ ̓ ἱερὰ θέντες, 535 νῆα θοὴν εἴςβαινον ἐρεσσέμεν, οὐ δὲ πελείης· τρήρωνος λήθοντο μετα σφίσιν· ἀλλ ̓ ἄρα τήνγε δείματι πεπτηυΐαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εὔφημος, γαίης δ' ἀπο διπλόα πείσματ ̓ ἔλυσαν.

οὐ δ ̓ ἂρ Αθηναίην προτέρω λάθον ὁρμηθέντες·

540 αὐτίκα δ' ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν, σεύατ ̓ ἴμεν πόντον δέ, φίλα φρονέουσ ̓ ἐρέτῃσιν. ὡς δ ̓ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ πλαζόμεθ ̓ ἄνθρωποι τετληότες, οὐ δέ τις αἷα 545 τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι, σφωιτέρους δ ̓ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος ὑγρή τε τραφερή τ ̓ ἐνδάλλεται, ἄλλοτε δ ̓ ἄλλῃ ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν· ὡς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα 550 θῆκεν ἐπ ̓ ἀξείνοιο πόδας Θννηίδος ἀκτῆς.

οἳ δ ̓ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείης σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν, δινήεις δ ̓ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, 555 ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὔατ ̓ ἔβαλλε, βόων δ ̓ ἁλιμυρέες ἀκταί, δὴ τότ ̓ ἔπειθ ̓ ὃ μὲν ώρτο πελειάδα χειρὶ μεμαρπὼς Εὔφημος πρώρης ἐπιβήμεναι· οἳ δ ̓ ὑπ ̓ ἀνωγῇ Τίφνος Αγνιάδαο θελήμονα ποιήσαντο 560 εἰρεσίην, ἵν ̓ ἔπειτα διεκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δ ̓ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο. συν δέ σφιν χύτο θυμός· ὃ δ ̓ ἀΐξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα· τοὶ δ ̓ ἅμα πάντες 565 ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι' αὐτῶν· ἔπτατο· ταὶ δ ̓ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὥρτο δὲ πολλὴ ἅλμη ἀναβρασθεῖσα, νέφος ὡς· αὖε δὲ πόντος σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αιθήρ. 570 κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας

κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δ ̓ ὄχθης

λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. νῆα δ ̓ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ ̓ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δ ̓ ἀπόρουσεν 575 ἀσκηθής. ἐρέται δὲ μέγ ̓ ἴαχον· ἔβραχε δ' αὐτὸς Τίους ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖθις ἄνδιχα. τοὺς δ ̓ ἐλάοντας ἔχει τρόμος, ὄφρά μιν αυτις πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένειμεν εἴσω πετράων. τότε δ' αινότατον δέος εἷλεν 580 πάντας· ὑπερ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος. ἤδη δ ̓ ἔνθα καὶ ἔνθα δια πλατὺς εἴδωτο Πόντος, καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κύμα πάροιθεν κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἳ δ ̓ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ρα 585 νηὸς ὑπερ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τίους ὑπ ̓ εἰρεσίῃ βαρύνουσαν ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπο τρόπιν ἐξεκυλίσθη, ἐκ δ ̓ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων· ὑψοῦ δὲ μεταχθονίη πεφόρητο. 590 Εὔφημος δ ̓ ἀνα πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἳ δ ̓ ἀλαλητῷ κόπτον ὕδωρ. ὅσσον δ ̓ ἂν ὑπείκαθε νηῦς ἐρέτησιν, δὶς τόσον αψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κώπαι ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.

595 ἔνθεν δ ̓ αὐτίκ ̓ ἔπειτα κατηρεφὲς ἔσσυτο κύμα, ἡ δ ̓ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρω προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ ̓ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχεν ῥόος· αἳ δ ̓ ἑκάτερθεν σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα. 600 και τότ' Αθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερές ὦσε φέρεσθαι· ἣ δ' ικέλη πτερόεντι μετήορος ἔσσυτ ̓ ὀιστῷ. ἔμπης δ ̓ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα

« IndietroContinua »