Immagini della pagina
PDF
ePub

νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Αθήνη 605 οὔλυμπον δ ̓ ἀνόρουσεν, ὅτ ̓ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δ ̓ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλησιν νωλεμὲς ἐρρίζωνεν· ὃ δὴ καὶ μόρσιμον δεν ἐκ μακάρων, εὖτ ̓ ἄν τις ἰδὼν δια νηὶ περήσῃ. οἳ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο 610 ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλ ̓ ἀναπεπταμενον. δὴ γὰρ φάσαν ἐξ Αίδαο σώεσθαι· Τίφυς δὲ παροίτατος ἤρχετο μύθων ἔλπομαι αὐτῇ νηὶ τόγ' ἔμπεδον ἐξαλέασθαι ἡμέας· οὐ δέ τις ἄλλος ἐπαίτιος, ὅσσον Αθήνη, 615 ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὐτέ μιν Αργος γόμφοισιν συνάρασσε· θέμις δ ̓ οὐκ ἔστιν ἁλῶναι. Αισονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν, εὖτε διεκ πέτρας φυγέειν θεὸς ἡμιν ὄπασσεν, μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀθλους 620 εὐπαλέας τελέεσθαι 'Αγηνορίδης φάτο Φινεύς.“

5

ἦ ῥ ̓ ἅμα καὶ προτέρωσε παραι Βιθυνίδα γαϊαν νῆα διεκ πέλαγος σε εν μέσον. αὐτὰρ δ τόνγε μειλιχίοις επέεσσι παραβλήδην προσέειπεν Τίου, τί ἤ μοι ταῦτα παρηγορέεις ἀχέοντι; 625 ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν γὰρ ἐφιεμένοιο κατ ̓ ἀντικρύ Πελίαο αὐτίκ ̓ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον νηλειῶς μελεῖστὶ κεδαιόμενος θανέεσθαι· νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδώνας 630 ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν, στυγέων δ ̓, ὅτ ̓ ἐπ ̓ ἠπείροιο βαίνωμεν. πάντῃ γὰρ ἀναρσιοι ἄνδρες ἔασιν. αἰεὶ δὲ στονόεσσαν ἐπ ̓ ἤματι νύκτα φυλάσσω, ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέεσθε,

635 φραζόμενος τὰ ἕκαστα· σὺ δ' εὑμαρέως ἀγορεύεις

66

οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε εἷο μὲν οὐδ ̓ ἠβαιὸν ἀτύζομαι· ἀμφι δὲ τοῖο καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι ̓ ἑταίρων, εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ἄμμε κομίσσω. 640 ὥς φάτ ̓ ἀριστήων πειρώμενος· οἳ δ ̓ ὁμάδησαν Θαρσαλέοις ἐπέεσσιν. ὃ δὲ φρένας ἔνδον ιάνθη κεκλομένων, καί δ ̓ αὖθις ἐπιρρήδην μετέειπεν „,ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω. τούνεκα νῦν οὐδ ̓ εἴ κε διεξ Αίδαο βερέθρων 645 στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνι δείμασιν. ἀλλ ̓ ὅτε πέτρας Πληγάδας ἐξέπλωμεν, οίομαι οὐκέτ ̓ ὀπίσσω ἔσσεσθαι τοιόνδ ̓ ἕτερον φόβον, εἰ ἐτεόν γε φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.“ ὥς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων, εἰρεσίῃ δ ̓ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης, ἄκρην δ ̓ οὐ μετα δηθὰ παρεξενέοντο Μέλαιναν, τῇ δ ̓ ἂρ ἐπι προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν 655 Διψακὸς υἱ' Αθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν, ὁππόθ ̓ ἅμα κριῷ φεῦγε πτόλιν Ορχομενοῖο· τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐ δέ οἱ ὕβρις ἥνδανεν, ἀλλ' ἐθελημὸς ἐφ ̓ ὕδασι πατρὸς ἑοῖο μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων. 660 τοῦ μέν θ' ἱερὸν αἶψα καὶ εὐρείας ποταμοῖο ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην δερκόμενοι παράμειβον, ὁμῶς δ ̓ ἐπι ἤματι νύκτα νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ ̓ ἐλάτῃσιν. οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν

650

665 ἐργατίναι μογέουσι βόες, περὶ δ ̓ ἄσπετος ἱδρὼς εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴ

αὐαλέη στομάτων ἄμοτον βρέμει· οἳ δ ̓ ἐνι γαίῃ χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται· 670 τοῖς ἔκελοι ἥρωες ὑπεξ ἁλὸς εἷλκον ἐρετμά.

ἦμος δ ̓ οὔτ ̓ ἄρ πω φάος ἄμβροτον, οὔτ ̓ ἔτι λίην ὀρφναίη πέλεται, λεπτὸν δ ̓ ἐπιδέδρομε νυκτὶ φέγγος, ὅτ ̓ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν, τῆμος ἐρημαίης νήσου λιμέν ̓ εἰσελάσαντες 675 Θυνιάδος καμάτῳ πολυπήμονι βαῖνον ἔραζε. τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν τῆλ ̓ ἐπ ̓ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων, ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι· 680 λαιῇ δ ̓ ἀργύρεον νώμα βιόν, ἀμφι δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ ̓ ὑπο ποσσὶν σείετο νῆσος ὅλη, κλύζεν δ ̓ ἐπι κύματα χέρσω. τοὺς δ ̓ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐ δέ τις ἔτλη ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.

685 στὰν δὲ κάτω νεύσαντες ἐπι χθονός· αὐτὰρ ὃ τηλοῦ βῆ ῥ ̓ ἴμεναι πόντον δὲ δι' ἠέρος· ὀψὲ δὲ τοῖον Ὀρφεὺς ἔκφατο μῦθον, ἀριστήεσσι πιφαύσκων „εἰ δ ̓ ἄγε δὴ νῆσον μὲν Ἑωίου Απόλλωνος τῆνδ ̓ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη 690 ήρος μετιών· τὰ δὲ ῥέξομεν, οἷα πάρεστιν, βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δ ̓ ἂν ἐπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ, δὴ τότε οἱ κεραῶν ἐπι μηρία θήσομεν αἰγῶν. νῦν δ ̓ αὐτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι 695 κέκλομαι. ἀλλ ̓ ἵληθι, ἄναξ, ἵληθι φαανθείς.

66

ὡς ἂρ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν· οἳ δ ̓ ἀνα νῆσον ἐδίνεον ἐξερέοντες, εἰ κέ τιν ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.

APOLLON.

5

700 τοῖσι δὲ Λητοίδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων
εὐαγέως ἱερῷ ἀνα διπλόα μηρία βωμῷ
καῖον, ἐπικλείοντες Εώιον Απόλλωνα.
ἀμφι δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ἰηπαιήον Ἰηπαιήονα Φοΐβον
705 μελπόμενοι· συν δέ σφιν ἐὺς πάις Ο άγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
ὥς ποτε πετραίῃ ὑπο δειράδι Παρνησσοῖο
Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
710 ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰέν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ ̓ αὐτὴ
Λητώ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει.
πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι·

715 ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἢ μὲν ἀρήξειν,
ἀλλήλοις εἰς αἰὲν ὁμοφροσύνῃσι νόοιο,

ἁπτόμενοι θυέων· καί τ ̓ εἰσέτι νῦν γε τέτυκται 720 κεῖσ ̓ ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ρο ̓ ἐκάμοντο αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.

ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ ̓ ἔπειτα ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν. ἔνθεν δ ̓ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο 725 καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν ἠδὲ Λύκοιο ῥέεθρα καὶ ̓Ανθεμοεισίδα λίμνην δερκόμενοι παραμειβον· ὑπο πνοιῇ δὲ κάλωες ὅπλά τε νήια πάντα τινάσσετο νεισομένοισιν. ἠσθεν δ ̓ ἀνέμοιο δια κνέφας εὐνηθέντος 730 ασπασίως ἄκρης 'Αχερουσίδος ὅρμον ἵκοντο,

ἣ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,

[ocr errors]

εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δ ̓ ὑπὸ πέτραι λισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφι δὲ τῇσιν κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὅπερθεν 735 ἀμφιλαφεῖς πλατάνιστοι ἐπ ̓ ἀκροτάτῃ πεφύασιν. ἐκ δ ̓ αὐτῆς εἴσω κατακέκλιται ἤπειρον δὲ κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ' Αίδαο ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀντμὴ πηγυλίς, οκριόεντος ἀναπνείουσα μνχοίο 740 συνεχές, αργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην, ἥτε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.

σιγὴ δ ̓ οὔποτε τήνγε κατα βλοσυρὴν ἔχει ἄκρην, ἀλλ ̓ ἄμυδις πόντοιο θ υπο στένει ἠχήεντος, φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν. 745 ἔνθα δὲ καὶ προχοαὶ ποταμού Αχέροντος ἔασιν, ὅστε διεξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠοίην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαίοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον 750 γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας εξεσάωσεν αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ. τῇ δ ̓ οἵγ ̓ αὐτίκα νηὶ διὲξ Αχερουσίδος ἄκρης εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.

οὐ δ ̓ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο, 755 καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμηθέντες αὐθένται 'Αμύκοιο κατα κλέος, ὃ πρὶν ἄκουον· ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετα σφίσι τοῖς ἕκητι. αὐτὸν δ ̓ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἡ μάλα τοίγ' ἐπι δηρὸν 760 ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον. καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο κεῖν ̓ ἦμαρ φιλότητι, μετα πτολίεθρον ιόντες, δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.

« IndietroContinua »