Immagini della pagina
PDF
ePub

μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. 1085 ὡς δ ̓ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τ' ἄστυ καὶ οἰκία, τοὶ δ ̓ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ΰπερ εἰσαΐοντες

ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον· 1090 ὡς πυνικὰ πτερὰ τοῖσιν ἐφίεσαν αίσσοντες ὕψι μάλ' ἀμ πέλαγος περάτης εἰς οὔρεα γαίης. τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα ποῖον ὄνειας ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι; 1095 υἱηες Φρίξοιο μετα πτόλιν Ορχομενοῖο ἐξ Αἴης ἐνέοντο παρ' Αιήταο Κυταίου

Κολχίδα νῆ ̓ ἐπιβάντες, ἵν ̓ ἄσπετον ὄλβον ἄρωνται πατρός· ὃ γὰρ θνήσκων ἐπετείλατο τῆνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδόν ἤματι κείνω. 1100 Ζεὺς δ ̓ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν ̓Αρκτούροιο·

αὐτὰρ ὅγ' ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ ̓ ἐτίνασσεν τυτθὸν ἐπ ̓ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν· νυκτὶ δ ̓ ἔβη πόντον δὲ πελώριος, ώρσε δὲ κῦμα 1105 κεκληγώς πνοιῇσι· κελαινὴ δ ̓ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐ δέ πῃ ἄστρα διαυγέα φαίνετ' ιδέσθαι ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. οἳ δ ̓ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱηες Φρίξοιο φέρονθ ̓ ὑπο κύμασιν αὕτως. 1110 ἱστία δ ̓ ἐξήρπαξ ̓ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχ ̓ ἔαξε τινασσομένην ῥοθίοισιν. ἔνθα δ' ὑπ ̓ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ ῥαισθείσης κεκέδαστο θοοῖς συναρηρότα γόμφοις. 1115 καὶ τοὺς μὲν νῆσον δέ, παρεξ ὀλίγον θανάτοιο,

κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. αὐτίκα δ' ἐρράγη ὄμβρος ἀθέσφατος, δε δὲ πόντου καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. 1120 τοὺς δ ̓ ἄμυδις κρατερῷ συν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετ' ἠιόνας βάλε νήσου

νύχθ ̓ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμ ̓ ἠελίῳ· τάχα δ' ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, ̓́Αργος δὲ παροίτατος ἔκφατο μῦθον 1125,,ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινες ἐστε ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν. πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι νηὸς ἀεικελίης δια δούρατα πάντ ̓ ἐκέδασσαν, ᾗ ἔνι πείρομεν οἶμον ἐπι χρέος ἐμβεβαῶτες. 1130 τούνεκα νῦν ὑμέας γουναζόμεθ', αἴ κε πίθησθε, δοῦναι ὅσον θ ̓ εἵλυμα περι χροός, ἠδὲ κομίσσαι ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. ἀλλ ̓ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε Ξεινίου Ἱκεσίου τε. Διὸς δ ̓ ἄμφω ἱκέται τε 1135 καὶ ξεῖνοι. ὃ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.

66

τὸν δ ̓ αὖτ ̓ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν, μαντοσύνας Φινῆος δισσάμενος τελέεσθαι·

ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες. ἀλλ ̓ ἄγε μοι κατάλεξον ετήτυμον, ὁππόθι γαίης 1140 ναίετε, καὶ χρέος οἷον ὑπειρ ἅλα νεῖσθαι ανώγει, αὐτῶν θ ̓ ὑμείων ὄνομα κλυτὸν ἠδὲ γενέθλην.

τὸν δ ̓ Αργος προσέειπεν ἀμηχανέων κακότητι Αἰολίδην Φρίξόν τιν ̓ ἀφ ̓ Ἑλλάδος Αἶαν ἱκέσθαι ἀτρεκέως, δοκέω, που ἀκούετε καὶ πάρος αὐτοί, 1145 Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αιήταο, κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν· Ερμείας· κώας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε

πεπτάμενον λασίοισιν ἐπι δρυὸς ἀκρεμόνεσσιν. τὸν μὲν ἔπειτ ̓ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν 1150 Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο Αιήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο. τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ ̓ ὃ μὲν ἤδη γηραιός θάνε Φρίξος ἐν Αιήταο δόμοισιν· 1155 ἡμεῖς δ ̓ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες νεύμεθ ̓ ἐς Ορχομενὸν κτεάνων Αθάμαντος ἕκητι. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι, τῷδε Κυτίσωρος πέλει οὔνομα, τῷδέ τε Φρόντις, τῷ δὲ Μέλας· ἐμὲ δ ̓ αὐτὸν ἐπικλείοιτέ κεν "Αργον.“ ὡς φάτ'· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο, καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ιήσων ἐξαῦτις κατα μοῖραν ἀμείψατο τοῖσδ ̓ ἐπέεσσιν „ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ιόντες λίσσεσθ ̓ εὐμενέοντας ἐπαρκέσται κακότητα. 1165 Κρηθεὺς γάρ δ' Αθάμας τε κασίγνητοι γεγάασιν. Κρηθῆος δ' υἱωνὸς ἐγὼ συν τοισίδ ̓ ἑταίροις Ἑλλάδος ἐξ αὐτῆς νέομ ̓ ἐς πόλιν Αιήταο. ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν· νῦν δ ̓ ἔσσασθε πάροιθεν. ὑπ ̓ ἐννεσίῃσιν οίω 1170 ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ικέσθαι.

1160

66

ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δύναι. πασσυδίῃ δ ̓ ἤπειτα κίον μετα νηὸν "Αρηος, μῆλ' ἱερευσόμενοι· περι δ ̓ ἐσχάρῃ ἐστήσαντο ἐσσυμένως, ἥτ ̓ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ 1175 στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο

ἱερός, ᾧ ποτε πᾶσαι Αμαζόνες εὐχετόωντο.
οὐ δέ σφιν θέμις ἦεν, ὅτ ̓ ἀντιπέρηθεν ἵκοντο,
μήλων τ' ἠδὲ βοῶν τῇδ ̓ ἐσχάρῃ ἱερὰ καίειν·
ἀλλ ̓ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.

[ocr errors]

1180 αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτα πάσαντα, δὴ τότ' ἂς Αισονίδης μετεφώνεεν, ἦρχέ τε μύθων Ζεὺς ἔτι που τὰ ἕκαστ ̓ ἐπιδέρκεται· οὐ δέμιν ἄνδρες λήθομεν, ἔμπεδον οἵ τε θεουδέες, οὐ δὲ δίκαιοι· ὡς μὲν γὰρ πατέρ' ὑμὸν ὑπεξείρυτο φόνοιο 1185 μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον, ὡς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ ̓ ἐπι νηὸς ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ' Αἶαν, εἴτε μετ' ἀφνειὴν θείου πόλιν Ορχομενοῖο. 1190 τὴν γὰρ Αθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ · δούρατα Πηλιάδος κορυφῆς πέρι· συν δέ οἱ Ἄργος τευξεν. ἀτὰρ κείνην γε κακὸν δια κῦμ ̓ ἐκέδασσεν, πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵτ ̓ ἐνι πόντου στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. 1195 ἀλλ ̓ ἄγεθ ̓ ὧδε καὶ αὐτοὶ ἐς Ελλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροποι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αιολίδησιν. ἴσκε παρηγορέων· οἳ δ ̓ ἔστυγον εἰσαΐοντες.

1200 οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αιήταο

66

κῶας ἄγειν κριοῖο μεμαότας. ὧδέ τ' ἔειπεν Αργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι ,,ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ' ἀρωγῆς σχήσεται, οὐδ ̓ ἠβαιόν, ὅτε χρειώ τις ίκηται. 1205 ἀλλ ̓ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης. τῷ καὶ περιδείδια ναυτίλλεσθαι.

στεῦται δ' Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Αρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ισοφαρίζοι. 1210 οὐ μὴν οὐδ ̓ ἀπάνευθεν ἑλεῖν δέρος Αιήταο ῥηίδιον· τοῖός μιν ὄφις περί τ' ἀμφί τ' ἔρυται

APOLLON.

6

.

66

ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαι' ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅτι πέτρη, ἔνθα Τυφάονα φασὶ Διὸς Κρονίδαο κεραυνῷ 1215 βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπο κρατὸς στάξαι φόνον· ἵκετο δ' αὕτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ ̓ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης. ὡς ἂρ ἔφη· πολέεσσι δ ̓ ἐπὶ χλόος εἷλε παρειὰς 1220 αὐτίκα, τοῖον ἄεθλον ὅτ' ἔκλυον. αἶψα δὲ Πηλεύς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε ,,μὴ δ' οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδ ̓ ἀλκὴν ἐπιδευόμεθ', ὥστε χερείους ἔμμεναι Αιήταο συν ἔντεσι πειρηθῆναι· 1225 ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδόν αἵματος ἐκγεγαώτας. τῷ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων. ὡς οἵν ̓ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, 1230 μέσφ' αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δ ̓ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος· ἱστία δ ̓ ἤειραν, τὰ δ ̓ ὑπαι ῥιπῆς ἀνέμοιο τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Αρηος. νυκτὶ δ ̓ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον· 1235 ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ ̓ ἐν ὀλύμπῳ Τιτήνων ἤνασσεν, ὃ δὲ Κρηταῖον ὑπ ̓ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ ̓ Ἰδαίοισιν, Ῥείην ἐξαπαφών, παρελέξατο· τοὺς δ ̓ ἐνι λέκτροις τέτμε θεα μεσσηγύς· ὃ δ ̓ ἐξ εὐνῆς ἀνορούσας

66

1240 ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ· ἡ δ ̓ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ωκεανίς Φιλύρη εἰς οὔρεα μακρά Πελασγών ἕρφ ̓, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,

« IndietroContinua »