Immagini della pagina
PDF
ePub

1245

ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.

κείθεν δ ̓ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βύζηράς τ' ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.

καὶ δὴ νεισομένοισι μυχὸς διεφαίνετο πόντου· 1250 καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περι στυφελοίσι πάγοισιν Ιλλόμενος χαλκέησιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.

τὸν μὲν ἐπ ̓ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ροίζω 1255 νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης λαίφεα πάντ' ἐτίναξε, παραιθύξας πτερύγεσσιν. οὐ γὰρ ὅγ ̓ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δ ̓ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς. δηρὸν δ ̓ οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν 1260 ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δ ̓ αἰθὴρ οἰμωγῇ, μέσφ ̓ αὖτις ἀπ ̓ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δ' Αργοιο δαημοσύνησιν ίκοντο Φασίν τ' εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου. αὐτίκα δ' ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ώκα δ ̓ ἐρετμοῖς εἰσέλασαν ποταμοιο μέγαν ρόον· αὐτὰρ ὃ πάντῃ καχλάζων ὑπόεικεν. ἔχον δ ̓ ἐπ' ἀριστερὰ χειρῶν 1270 Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης, ἔνθεν δ ̓ αὖ πεδίον τὸ ̓Αρήιον ιερά τ' ἄλση τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων πεπτάμενον λασίοισιν ἐπι δρυὸς ἀκρεμόνεσσιν. αὐτὸς δ ̓ Αισονίδης χρυσέῳ ποταμὸν δὲ κυπέλλῳ 1275 οίνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς

1265

Γαίῃ τ' ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων· γουνοῦτο δ ̓ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. · αὐτίκα δ' Αγκαῖος τοῖον μετα μῦθον ἔειπεν 1280 Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος· ὥρη δ' ἡμιν ἐνι σφίσι μητιάασθαι, εἴτ' οὖν μειλιχίῃ πειρησόμεθ' Αιήταο,

εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.

ὡς ἔφατ' · "Αργου δ' αὖτε παρηγορίῃσιν Ιήσων 1285 ὑψόθι νῆς ἐκέλευσεν ἐπ ̓ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ' ἐπισχεδὸν ἦεν νεισομένων, ἔνθ' οίγε δια κνέφας ηὐλίζοντο. ἠὼς δ ̓ οὐ μετα δηρὸν ἐελδομένοισι φαάνθη.

ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

Α Ρ Γ Ο Ν ΑΥΤΙΚΩΝ Γ

Εἰ δ ̓ ἄγενῦν, Ερατώ, παρά θ ̓ ἵστασο καί μοι ἐνίσπες, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ιήσων Μηδείης ὑπ ̓ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις 5 παρθενικάς· τῷ καί τοι ἐπήρατον οὔνομ ̓ ἀνῆπται. ὡς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι. αἳ δ ̓ ἐνόησαν Ηρη Αθηναίη τε· Διὸς δ ̓ αὐτοῖς καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμον δὲ κιοῦσαι 10 βούλευον πείραζε δ' Αθηναίην πάρος Ἥρη αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχει βουλῆς.

τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αιήταο μεθ ̓ Ἑλλάδα κώας ἄγοιντο, ἡ καὶ τόνγ ̓ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 15 μειλιχίοις; ἦ γὰρ ὅγ ̓ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ ̓ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.

ὡς φάτο· τὴν δὲ παράσσον Αθηναίη προσέειπεν καὶ δ ̓ αὐτὴν ἐμὲ τοῖα μετα φρεσὶν ὁρμαίνουσαν, Ἥρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 20 φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ἀνήσει θυμὸν ἀριστήων· πολέας δ ̓ ἐπεδοίασα βουλάς.“ ἦ, καὶ ἐπ ̓ οὔδεος αἴγε ποδῶν πάρος ὄμματ' ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνι σφίσιν. αὐτίκα δ' Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μύθον

25 „,δεῦρ ̓ ἴομεν μετα Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αιήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπ ̓ Ἰήσουι. τὸν δ ̓ ἂν δίω κείνης ἐννεσίησιν ἐς Ελλάδα κῶας ἀνάξειν. 30 ὡς ἂρ ἔφη. πυκινὴ δὲ συνεύαδε μῆτις Αθήνῃ, καί μιν ἔπειτ' ἐξαῦτις ἀμείβετο μειλιχίοισιν Ηρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐ δέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δὲ σοὶ αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ' ἂν ἔγωγε 35 ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα, ἦ, καὶ ἀναΐξασαι ἐπι μέγα δῶμα νέοντο Κύπριδος, ὅ ορά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραι Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δ ̓ εἰσελθοῦσαι ὑπ ̓ αἰθούσῃ θαλάμοιο 40 ἔσταν, ἵν ̓ ἐντύνεσκε θεὰ λέχος Ηφαίστοιο. ἀλλ ̓ ὃ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ ̓ ἄρα μούνη

66

ἧστο δόμῳ δινωτὸν ἀνα θρόνον, ἄντα θυράων· 45 λευκοῖσιν δ ̓ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείη δια κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους. τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφ ̓ ἐκάλει, καὶ ἀπὸ θρόνου ώρτο, εἶσέ τ' ἐνι κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 50 ΐζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίσισιν ὐθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὕτως; τί δ ̓ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι; ἐπεὶ περίεστε θεάων. 55 τὴν δ ̓ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνι Φάσιδι νῆα κατίσχει Αισονίδης ἠδ ̓ ἄλλοι ὅσοι μετα κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, 60 δείδιμεν ἐκπάγλως, περι δ' Αίσονίδαο μάλιστα. τὸν μὲν ἐγών, εἰ καί περ ἐς"Αιδα ναυτίλληται λυσόμενος χαλκέων Ιξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνι σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, 65 ὅς μ' ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. καὶ δ ̓ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ' Ιήσων ἐξότ ̓ ἐπι προχοῇσιν ἅλις πλήθοντος Αναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δ ̓ ἐπαλύνετο πάντα 70 οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ' αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ' εἰσαμένην ὀλοφύρατο, καί μ' ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διεκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐ δέ κε λώβην 75 τίσειεν Πελίης, εἰ μὴ σύγε νόστον ὀπάσσοις.

ὡς ηὔδα· Κύπριν δ ̓ ἐνεοστασίη λάβε μύθων. ἅζετο δ ̓ ἀντομένην Ἥρην ὅθεν εἰσορόωσα, καί μιν ἔπειτ' ἀγανοῖσι προσέννεπεν ἥγ' ἐπέεσσιν πότνα θεά, μή τοι τι κακώτερον ἄλλο πέλοιτο 80 Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αΐγε κάμοιεν ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.

90

66

ὡς ἔφαθ'· Ἥρη δ ̓ αὖτις ἐπιφραδέως ἀγόρευσεν „,οὔτι βίης χατέουσαι ἱκάνομεν οὐ δέ τι χειρῶν. 85 ἀλλ ̓ αὕτως ἀκέουσα τεῷ ἐπικέκλες παιδι παρθένον Αιήτεω θέλξαι πόθῳ Αισονίδαο. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον δίω νοστήσειν ἐς Ἰωλκόν· ἐπεὶ δολόεσσα τέτυκται.“ ὡς ἂρ ἔφη· Κύπρις δὲ μετ' ἀμφοτέρῃσιν ἔειπεν Ηρη, Αθηναίη τε, πίθοιτό κεν ύμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γ' αἰδὼς ἔσσετ' ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο οὐκ ἔθεται, μάλα δ' αἰὲν ἐριδμαίνων ἀθερίζει. 95 καὶ δὴ οἱ μενέηνα, περισχομένη κακότητι, αὐτοῖσιν τόξοισι δυσηχέας ᾶξαι διστοὺς ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς, εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμάς, μετέπειτα γ ̓ ἀτεμβοίμην ἑοῖ αὐτῇ.“

100

66

ὡς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην ἀλλήλαις. ἡ δ ̓ αὖτις ακηχεμένη προσέειπεν ,,ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐ δέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. νῦν δ ̓ ἐπεὶ ἔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν, 105 πειρήσω, καί μιν μειλίξομαι· οὐ δ ̓ ἀπιθήσει.“

ὡς φάτο· τὴν δ ̓ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν

« IndietroContinua »