Immagini della pagina
PDF
ePub

οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτες, μὴ δ ̓ ἐρίδαινε 110 χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ἐπίσσω.

ἡ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ' Αθήνη. ἐκ δ ̓ ἴσαν ἄμφω ταίγε παλίσσυτοι, ἠδὲ καὶ αὐτὴ βῆ δ ̓ ἔμεν Ουλύμποιο κατα πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόνγ ̓ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, 115 οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφ' ἀστραγάλοισι δε τώγε χρυσείοις, ἅτε κοῦροι ὁμήθεες, ἑψιόωντο.

καί ῥ' ὃ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπο μαζῷ 120 μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφι παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὃ δ ̓ ἐγγύθεν ὀκλαδὸν ἧστο σιγα κατηφιόων· δοιὼ δ ̓ ἔχεν, ἄλλον ἔτ' αὕτως ἄλλῳ ἐπιπροϊείς· κεχόλωτο δὲ καγχαλόωντι. 125 καὶ μὴν τούσγε παράσσον ἐπι προτέροισιν ὀλέσσας βῆ κενεαῖς συν χερσὶν ἀμήχανος, οὐ δ ̓ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δ ̓ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν Στίπτ ̓ ἐπιμειδιάας, ἄφατον κακόν; δέ μιν αύτως 130 ἤπαφες, οὐ δὲ δίκῃ περιέπλεο, νῆιν ἐόντα;

εἰ δ ̓ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅ ττι κεν εἴπω·
8
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
κεῖνο, το οἱ ποίησε φίλη τροφὸς Αδρήστεια
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,

135 σφαίραν ἐντρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.

χρύσεα μὲν οἱ κύκλα τετεύχαται· ἀμφι δ ̓ ἑκάστῳ διπλόαι ἁψίδες περιηγέες ειλίσσονται·

κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ ̓ ἐπιδέδρομε πάσαις

140 κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνι χερσὶ βάλοιο, ἀστὴρ ὥς, φλεγέθοντα δι' ἠέρος ὁλκὸν ἵησιν. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αιήταο θέλξον οιστεύσας ἐπ ̓ Ἰήσονι· μὴ δέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.“

145

ὣς φάτο· τῷ δ ̓ ἀσπαστὸν ἔπος γένετ ̓ εἰσαΐοντι. μείλια δ ̓ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. λίσσετο δ' αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δ ̓ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, 150 κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα „,ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ ̓ ἐμὸν αὐτῆς, ἦ μέν τοι δωρόν γε παρέξομαι, οὐ δ ̓ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αιήταο.

66

φῆ ὁ δ ̓ ἂρ ἀστραγάλους συναμήσατο, καδ δὲ φαεινῷ 155 μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. αὐτίκα δ' ἰοδόκην χρυσέῃ περικάθετο μίτρη πρέμνῳ κεκλιμένην· ἀνα δ ̓ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διεκ μεγάροιο Διὸς πάγκαρπὸν ἀλωήν. αὐτὰρ ἔπειτα πύλας εξήλυθεν ουλύμποιο 160 αιθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ ̓ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρείδεται ἀκτίνεσσιν.

νειόθι δ ̓ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ' ἀνδρῶν 165 φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ' αύτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀν αιθέρα πολλὸν ἰόντι.

ἥρωες δ ̓ ἀπάνευθεν ἑῆς ἐπι σέλμασι νηὸς ἐν ποταμῷ καθ ̓ ἕλος λελοχημένοι ἠγορόωντο. αὐτὸς δ' Αίσονίδης μετεφώνεεν· οἳ δ ̓ ὑπάκουον 170 ἠρέμας ᾗ ἐνι χώρῃ ἐπισχερὼ ἑδριόωντες.

[ocr errors]

τὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ

[ocr errors]

ἐξερέω· τοῦ δ ̓ ἔμμι τέλος κρηῆναι ἔοικεν.
ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν

πᾶσιν ὁμῶς· ὁ δὲ σιγα νόον βουλήν τ' ἀπερύκων 175 ἔστω καὶ νόστου τόνδε στόλον οἷος ἀπούρας. άλλοι μὲν κατα νῆα συν ἔντεσι μίμνεθ ̓ ἕκηλοι· · αὐτὰρ ἐγὼν ἐς δώματ' ἐλεύσομαι Αιήταο, υἷας ἑλων Φρίξοιο δύω δ ̓ ἐπι τοῖσιν ἑταίρους. πειρήσω δ ̓ ἐπέεσσι παροίτερον ἀντιβολήσας, 180 εἴ κ' ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθ', εἴτ ̓ Αρηι συνοισόμεθ', εἴτέ τις ἄλλη μῆτις ἐπίρροπος ἔσται ἐεργομένοισιν ἀυτῆς. 185 μὴ δ' αὕτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, τόνδ' απαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις εξανύσειεν ἠνορέη, τόδ ̓ ἔρεξε κατα χρέος, ἵπερ ἐῴκει 190 πρηΰνας. ὃ δὲ καί ποτ' ἀμύμονα Φρίξον ἔδεκτο μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ ̓ ἀλεγίζει. “

ὡς φάτ'· ἐπῄνησαν δὲ νέοι ἔπος Αισονίδαο 195 πασσυδίῃ, οὐ δ ̓ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι. καὶ τότ' ἂρ υἱηας Φρίξου Τελαμῶνα θ ̓ ἕπεσθαι ώρσε καὶ Αὐγείην· αὐτὸς δ ̓ ἕλεν Ἑρμείας σκῆπτρον· ἄφαρ δ ̓ ἄρα νηὸς ὑπερ δόνακάς τε καὶ ὕδωρ

χέρσον δ ̓ ἐξαπέβησαν ἐπι θρωσμοῦ πεδίοιο. 200 Κιρκαίον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,

τῶν καὶ ἐπ' ἀκροτάτων νέκυες σειρῇσι κρέμανται.

δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐ δ ̓ ἐνι γαίῃ 205 ἔστι θέμις στείλαντας υπερθ ̓ ἐπι σῆμα χέεσθαι· ἀλλ ̓ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις

210

δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ ̓ ἴσην
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.

τοῖσι δὲ νεισομένοις Ἥρη φίλα μητιόωσα
ἠέρα πουλὺν ἐφῆκε δι ̓ ἄστεος, ὄφρα λάθοιεν
Κόλχων μυρίον ἔθνος ἐς Αιήταο κιόντες·

ὦκα δ ̓ ὅτ' ἐκ πεδίοιο πόλιν καὶ δώμαθ' ἵκοντο Αιήτεω, τότε δ ̓ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.. 215 ἔσταν δ ̓ ἐν προμολῇσι τεθηπότες ἕρκε ἄνακτος εὐρείας τε πύλας καὶ κίονας, οἳ περι τοίχους ἑξείης ἄνεχον· θριγκὸς δ ̓ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέῃσιν ἐπι γλυφίδεσσιν ἀρήρει. εὔκηλοι δ ̓ ὑπερ οὐδὲν ἔπειτ' ἔβαν. ἄγχι δὲ τοῖο 220 ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν ὑψοῦ ἀειρόμεναι μέγ' ἐθήλεον. αἳ δ ̓ ὑπο τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ηφαιστος. καί ῥ ̓ ἣ μὲν ἀναβλύεσκε γάλακτι, ἣ δ' οἴνῳ, τριτάτη δὲ θυώδει νᾶὲν ἀλοιφῇ· 225 ἡ δ ̓ ἂρ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ ̓ ἀνιούσαις κρυστάλλῳ ἔκελον κοίλης ἀνεκήκιε πέτρης. τοῖ ̓ ἂρ ἐνι μεγάροισι Κυταιέος Αιήταο τεχνήεις Ηφαιστος ἐμήσατο θέσκελα ἔργα.

230 καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων ἦν στόματ', ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.

235 ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δ' ἐπι πολλαὶ δικλίδες εὐπηγεῖς θάλαμοί τ' ἔσαν ἔνθα καὶ ἔνθα· δαιδαλέη δ' αἴθουσα παρὲς ἑκάτερθε τέτυκτο. λέχρις δ ̓ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν· τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν, 240 κρείων Αιήτης συν ἑῇ ναίεσκε δάμαρτι ἄλλῳ δ ̓ Αψυρτος ναῖεν πάις Αιήταο·

τὸν μὲν Καυκασίη νύμφη τέκεν Αστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυίαν· 245 καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα ἔκλεον, οἵνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. τοὺς δ ̓ ἔχον ἀμφίπολοί τε καὶ Αιήταο θύγατρες ἄμφω, Χαλκιόπη, Μήδεια τε. τέτμον ἂρ οἵγε ἐκ θαλάμου θάλαμον δὲ κασιγνήτην μετιοῦσαν. 250 Ἥρη γάρ μιν ἔφυκε δόμῳ· πρὶν δ ̓ οὔτι θάμιζεν ἐν μεγάροις, Εκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα.

καί σφεας ὡς ἔδεν ἄσσον, ἀνίαχεν· ὀξὺ δ ̓ ἄκουσεν Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 255 νήματα καὶ κλωστήρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον. ἡ δ ̓ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὡς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο, καὶ ἀμφαγαπαζον ἰδόντες γηθόσυνοι. τοῖον δὲ κινυρομένη φάτο μύθον ο 260,ἔμπης οὐκ ἂρ ἐμέλλετ ̓ ἀκηδείῃ με λιπόντες

τηλόθι πλάγξασθαι· μετα δ ̓ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν έλεσθε πατρός, ὃ μὲν θνήσκων στυγερὰς ἐπετείλατ ̓ ἀνίας 265 ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ορχομενοιο, ὅστις ὅδ ̓ Ορχομενός, κτεάνων Αθάμαντος ἕκητι

« IndietroContinua »