Immagini della pagina
PDF
ePub

μητέρ' τὴν ἀχέουσαν ἀποπρολιπόντες ἵκοισθε, ὡς ἔφατ'· Αιήτης δὲ πανύστατος ώρτο θύραζε, ἐκ δ ̓ αὐτὴ Εἰδυτα δάμαρ κίεν Αιήταο, 270 Χαλκιόπης αίουσα· τὸ δ ̓ αὐτίκα πᾶν ὁμάδοιο ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφεπένοντο ταῦρον ἅλις ὁμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐ δέ τις ἦεν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. 275 τόφρα δ' Ἔρως πολιοῖο δι' ἠέρος ἶξεν ἄφαντος, τετρηχώς, οἷόν τε νέαις ἐπι φορβάσιν οἶστρος τέλλεται, ὅντε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δ ̓ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ' ιόν.

280 ἐκ δ' ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων· αὐτῷ δ ̓ ὑπὸ βαιὸς ἐλυσθεὶς Αισονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, Ιθὺς δ ̓ ἀμφοτέρησι διασχόμενος παλάμησιν ἧκ ἐπι Μηδείῃ· τὴν δ ̓ ἀμφασίη λάβε θυμόν. 285 αὐτὸς δ ̓ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο καγχαλόων ἤιξε. βέλος δ ̓ ἐνεδαίετο κούρῃ νέρθεν ὑπο κραδίῃ, φλογὶ είκελον· ἀντία δ ̓ αἰεὶ βάλλεν ὑπ ̓ Αισονίδην ἀμαρύγματα, καί οἱ ἄηντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐ δέ τιν' ἄλλην 290 μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. ὡς δὲ γυνὴ μαλερῷ περι κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,

ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, πάγχυ μάλ' ἐγρομένη· τὸ δ' ἀθέσφατον ἐξ ὀλίγοιο 295 δαλοῦ ἀνεγρόμενον συν κάρφεα πάντ' ἀμαθύνει· τοῖος ὑπο κραδίῃ εἰλυμένος αἴθετο λάθρη οὖλος ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτ ̓ ἔρευθος, ἀκηδείῃσι νόοιο.

δμῶες δ ̓ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν, 300 αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν

παιδὸς ἐμῆς κούροι Φρίξοιό τε, τὸν περι πάντων 305 ξείνων ἡμετέροισιν ἐνι μεγάροισιν ἔτισα, πῶς Αίαν δὲ νέεσθε παλίσσυτοι; ήέ τις ἄτη σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 310 δινεύσας, ὅτ' ἐμεῖο κασιγνήτην ἐκόμιζεν Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ ̓ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ ̓ ἔτι νῦν περ ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. ἀλλὰ τί μύθων ἦδος; ἃ δ ̓ ἐν ποσὶν ὑμιν όρωρεν, 315 εἴπατ ̓ ἀριφραδέως, ἠδ ̓ οἵτινες οἶδ ̓ ἐφέπονται ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.“

τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Αργος ὑποδδείσας ἀμφι στόλῳ Αίσονίδαο μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν. 320 Αιήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι ζαχρηεῖς· αὐτοὺς δ ̓ ὑπο δούρασι πεπτηῶτας νήσου Ενυαλίοιο ποτι ξερὸν ἔκβαλε κύμα λυγαίῃ ὑπο νυκτί· θεὸς δέ τις ἄμμ ̓ ἐσάωσεν. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατα νῆσον 325 ηὐλίζοντ ̓ ὄρνιθες Αρήται, οὐδ ̓ ἔτι κείνας εὕρομεν. ἀλλ ̓ οἵν ̓ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνι ἤματι· καί σφ ̓ ἀπέφυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα· αὐτίκ ̓ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ ̓ ἔδωκαν, 330 οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες

ἠδ ̓ αὐτοῖο σέθεν· μετα γὰρ τεὸν ἄστυ νέονται. χρειὼ δ ̓ ἣν ἐθέλῃς ἐξίδμεναι, οὔ σ' ἐπικεύσω. τόνδέ τις ιέμενος πάτρης απάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεύς, περιώσιον οἵνεκεν ἀλκῇ 335 σφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν, πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐ δ ̓ ὑπαλύξειν στεῦται ἀμειλικτοιο Διὸς θυμαλγέα μῆνιν

καὶ χόλον, οὐ δ ̓ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς Αιολιδέων γενεήν, πρὶν ἐς Ελλάδα κῶας ἱκέσθαι. 340 νῆα δ' Αθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην, οἷαί περ Κόλχοισι μετ' ἀνδράσι νῆες ἔασιν, τάων αἰνοτάτης ἐπεκύρσαμεν· ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν. ἡ δ ̓ ἐνι γόμφοις ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 345 ἶσον δ ̓ ἐξ ἀνέμοιο θέει καὶ ὅτ' ανέρες αὐτοὶ

νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. τῇ δ ̓ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ ̓ ἐπαληθεὶς ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 350 αὐτῷ δ ̓ ὡς κεν ᾅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας, τοὺς σοῖσιν ὑπο σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 355 ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. τόνδε μέν, οἷό περ οἵνεκ ἄφ' Ελλάδος ώλλοι ἄγερθεν, κλείουσ' Αἴσονος υἱὸν Ἰήσονα Κρηθείδαο. εἰ δ ̓ αὐτοῦ Κρηθῆς ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.

360 ἄμφω γὰρ Κρηθεὺς ̓Αθάμας τ' ἔσαν Αιόλου υἷες· Φρίξος δ ̓ αὖτ' Αθάμαντος ἔην πάις Αιολίδας. τόνδε δ ̓ ἄρ, Ἠελίου γόνον ἔμμεναι εἴ τιν ἀκούεις,

δέρκεαι Αὐγείην· Τελαμὼν δ ̓ ὅγε, κυδίστοιο

Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δ ̓ Διακὸν αὐτὸς ἔτικτεν. 365 ὡς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, αθανάτων υἱές τε καὶ υἱωνοὶ γεγάασιν.

τοῖα παρέννεπεν Αργος. ἄναξ δ ̓ ἐπεχώσατο μύθοις · εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.

[ocr errors]

φῆ δ ̓ ἐπαλαστήσας μενέαινε δὲ παισὶ μάλιστα 370 Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οἵνεκ' ἐώλπει· ἐκ δὲ οἱ ὄμματ' ἔλαμψεν ὑπ ̓ ὀφρύσιν ἱεμένοιο „,οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητήρες, νεῖσθ ̓ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 375 αὐτίχ ̓ ὁμαρτήσαντες ἀφ ̓ Ἑλλάδος, οὐ δ ̓ ἐπι κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθαι. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦτ' ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν, 380 ὡς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι· οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.

φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αιακίδαο νειόθεν οιδαίνεσκον· ἐέλετο δ' ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλ ̓ ἀπέρυκεν 385 Αισονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν Αιήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὕτως ἄστυ τεὸν καὶ δώμαθ' ἱκάνομεν, ὥς που ἔολπας, οὐδὲ μὲν ἱέμενοι. τίς δ ̓ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπι κτέρας; ἀλλά με δαίμων 390 καὶ κρυερὴ βασιλῆος ατασθαλον ώρσεν ἐφετμή. δὸς χάριν ἀντομένοισι· σέθεν δ ̓ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσίην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη πρόφρονες εἶμεν Αρηι θοὴν ἀποτῖσαι ἀμοιβήν, εἴτ ̓ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτέ τιν ἄλλον

395 δῆμον σφωιτέροισιν ὑπο σκήπτροισι δαμάσσαι.66
ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί. τοῖο δὲ θυμὸς
διχθαδίην πόρφυρεν ἐνι στήθεσσι μενοινήν,
ἢ σφέας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ ̓ ἄρειον
400 φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν
ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
εἰ γὰρ ἐτήτυμον ἔστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
οὐδὲν ἐμεῖο χέρηες ἐπ' ὀθνείοισιν ἔβητε,

δώσω τοι χρύσειον ἄγειν δέρος, ἤν κ ἐθέλῃσθα, 405 πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ ̓ ἀνδράσιν οὔτι μεγαίρω, ὡς αὐτοὶ μυθείσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ' ἄεθλος, τόν ῥ ̓ αὐτὸς περίειμι χεροῖν, ὀλοόν περ ἐόντα. δοιώ μοι πεδίον τὸ ̓Αρήιον ἀμφινέμονται 410 ταύρω χαλκόποδες στόματι φλόγα φυσιόωντες· τοὺς ἐλάω ζεύξας στυφελὴν κατα νειὸν "Αρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπι τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν, ἀλλ ̓ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 415 ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δ ̓ αὖθι δαΐζων κείρω ἐμῷ ὑπο δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην

παύομαι ἀμήτοιο. σὺ δ ̓, εἰ τάδε τοῖα τελέσσεις,
αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος.

420 πρὶν δέ κεν οὐ δοίην, μὴ δ ̓ ἔλπεο. δὴ γὰρ ἀεικὲς ἄνδρ' ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.

་་

ὡς ἂρ ἔφη· ὃ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας ἧστ' αὕτως ἔφθογγος, ἀμηχανέων κακότητι. βουλὴν δ ̓ ἀμφιπολὺν στρώφα χρόνον, οὐ δέ πῃ εἶχεν 425 θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· ὀψὲ δ ̓ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν

APOLLON.

7

« IndietroContinua »