Immagini della pagina
PDF
ePub

Αιήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ ̓ ἄλλο 430 ῥίγιον ἀνθρώποισι κακῆς ἐπινείσετ ̓ ἀνάγκης· ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.

ὡς φάτ ̓ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὃ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα ἔρχεο νῦν μεθ ̓ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 435 εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι, ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,

[ocr errors]

αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
ἀνὴρ ἐρρίγησιν ἀρείονα φῶτα μετελθεῖν.

ἴσκεν ἀπηλεγέως· ὃ δ ̓ ἀπὸ θρόνου ὤρνυτ ̓ Ἰήσων, 440 Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δ ̓ Αργος οἶος, ἐπεὶ μεσσηγὺς ἔτ ̓ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις. οἳ δ ̓ ᾔεσαν ἐκ μεγάροιο. θεσπέσιον δ ̓ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλει καὶ χαρίτεσσιν· ἐπ' αὐτῷ δ' ὄμματα κούρη 445 λοξά παρα λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, κῆς ἄχει σμύχουσα· νόος δέ οἱ ἠύτ' ὄνειρος ἑρπύζων πεπότητο μετ' ἔχνια νεισομένοιο. καί ῥ' οἳ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αιήταο 450 καρπαλίμως θάλαμον δὲ συν υἱάσιν οἷσι βεβήκει. αὕτως δ ̓ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ ὥρμαιν', ὅσσα τ' Ἔρωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δ ̓ ἂρ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα, αὐτός θ ̓ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,

455 οἷά τ' ἔειφ', ὥς θ ̓ ἕζετ' ἐπι θρόνου, ὥς τε θύραζε ἤιεν· οὐ δέ τιν ἄλλον δίσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ' αδὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.

τάρβει δ' ἀμφ' αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς 460 Αιήτης φθίσειεν· ὀδύρετο δ' ήύτε πάμπαν ἤδη τεθνειώτα, τέρεν δέ οἱ ἀμφι παρειάς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν· ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον ,,τίπτ' ἐμὲ δειλαίην τόδ ̓ ἔχει ἄχος; εὔθ ̓ ὅγε πάντων 465 φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο, οἴκαδε νοστήσειε φυγών μόρον. εἰ δέ μιν αἶσα δμηθῆναι ὑπο βουσί, τόδε προπάροιθε δαείη, 470 οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.

66

ἡ μὲν ἀρ ὡς ἐόλητο νόον μελεδήμασι κούρη. οἳ δ ̓ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότ ̓ Ἰήσονα τοῖσδε προσέννεπεν Αργος ἔπεσσιν 475 „, Αισονίδη, μήτιν μὲν ὀνόσσεαι, ἥντιν' ἐνίψω· πείρης δ ̓ οὐ μάλ' ἔοικε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Εκάτης Περσηίδος ἐννεσίῃσιν· τὴν εἴ κεν πεπίθοιμεν, οίομαι, οὐκέτι τάρβος 480 ἔσσετ' ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ' αἰνῶς δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δ ̓ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ ̓ ἡμιν ὄλεθρος.“ ἴσκεν ἐυφρονέων· ὃ δ ̓ ἀμείβετο τοῖσδ ̓ ἐπέεσσιν 485,,ὦ πέπον, εἰ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω. βάσκ ̓ ἴθι καὶ πυκινοῖσι τεὴν παρα μητέρα μύθοις ὄρνυθι λισσόμενος. μελέη γε μὲν ἡμιν ὄρωρεν ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.6 ὡς ἔφατ'. ὦκα δ ̓ ἕλος μετεκίαθον. αὐτὰς ἑταῖροι 490 γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο.

τοῖσιν δ ̓ Αἰσονίδης τετιημένος ἔκφατο μύθον ὦ φίλοι, Αιήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται. ἕκαστα γὰρ οὐ νύ τι τέκμωρ οὔτ ̓ ἐμοί, οὔτέ κεν ὄμμι διειρομένοισι πέλοιτο. 495 φῆ δὲ δύω πεδίον τὸ ̓Αρήιον ἀμφινέμεσθαι ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας. τετράγυον δ ̓ ἐπι τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι· δώσειν δ ̓ ἐξ ὄφιος γενύων σπόρον, ὃς δ ̓ ἀνίησιν Γηγενέας χαλκέοις συν τεύχεσιν· ἤματι δ ̓ αὐτῷ 500 χρειώ τούσγε δαΐξαι. ὃ δή νύ οἱ — οὔτι γὰρ ἄλλο βέλτερον ἦν φράσσασθαι — ἀπηλεγέως ὑποέστην. ὡς ἂρ ἔφη· πάντεσσι δ ̓ ἀνήνυτος εἴσατ ̓ ἄεθλος, δὴν δ ̓ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς 505 θαρσαλέως μετα πᾶσιν ἀριστήεσσιν ἔειπεν· γὥρη μητιάασθαι ὅ κ' ἔρξομεν. οὐ μὲν ἔολπα βουλῆς εἶναι ὄνειας, ὅσον τ' ἔπι κάρτεϊ χειρῶν. εἰ μὲν νῦν τύνη ζεύξαι βόας Αιήταο,

66

ἥρως Αισονίδη, φρονέεις, μέμονάς τε πόνοιο, 510 ή τ' ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· εἰ δ ̓ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπι πάγχυ πέποιθεν ἠνορέῃ, μήτ' αὐτὸς ἐπείγει, μήτε τιν ἄλλον τῶνδ ̓ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομ'· ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος." 515 ὡς ἔφατ' Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη· σπερχόμενος δ ̓ ἀνόρουσε θοῶς· ἐπι δὲ τρίτος Ἴδας ώρτο μέγα φρονέων, ἐπι δ ̓ υἱέε Τυνδαρέοιο· σὺν δὲ καὶ Οἰνείδης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ιούλους 520 ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτει θυμός.

οἱ δ ̓ ἄλλοι είξαντες ἀκὴν ἔχον. αὐτίκα δ' Αργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀθλου

66

,,ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν' οἴω μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ύμμιν ἀρωγήν. 525 τῶ καί περ μεμαῶτες, ἐρητύοισθ ̓ ἐνι νη

τυτθὸν ἔθ ̓, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐπιτρέφετ' Αιήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι 530 φάρμαχ', ὅσ' ήπειρός τε φύει καὶ νήχυτον ὕδωρ. τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ' αυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρά τε καὶ μήνης ἱερᾶς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατα στίβου ἐνθάδ' ιόντες 535 μνησάμεθ', εἴ κε δύναιτο, κασιγνήτη γεγαυία, μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀθλῳ.

εἰ δὲ καὶ αὐτοῖσιν τόδ ̓ ἐφανδάνει, ἦ τ' ἂν ἱκοίμην ἤματι τῷδ' αὐτῷ πάλιν εἰς δόμον Αιήταο

πειρήσων· τάχα δ ̓ ἂν συν δαίμονι πειρηθείην. 540 ὡς φάτο. τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. τρήρων μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αισονίδεω πεφοβημένη ἔμπεσε κόλποις κίρκος δ ̓ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος τοῖον ἔπος μετα πᾶσι θεοπροπέων ἀγόρευσεν 545,ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ιότητι τέτυκται, οὐ δέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δ ̓ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν, εἰ ἐτεὸν Φινεύς γε θεῇ ἐνι Κύπριδι νόστον 550 πέφραδεν ἔσσεσθαι. κείνης δ ̓ ὅγε μείλιχος ὄρνις πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνι θυμῷ τόνδε κατ' οἰωνὸν προτιόσσεται, ὡς δὲ πέλοιτο. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Αργοιο παραιφασίῃσι πίθεσθε,

66

555

ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι· μοῦνος δ ̓ Αφαρήιος ἄνθορεν Ἴδας, δείν' ἐπαλαστήσας μεγάλῃ ἐπί, φώνησέν τε

τα πόποι, ἦρα γυναιξὶν ὁμόστολοι ἐνθάδ' ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροον ἄμμι πέλεσθαι, 560 οὐκέτ' Ενυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας καὶ κίρκους λεύσοντες ἐρητύεσθε ἀέθλων; ἔρρετε, μὴ δ' ύμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. ὡς ηὔδα μεμαώς· πολέες δ ̓ ὁμάδησαν ἐταῖροι 565 ἧκα μάλ', οὐ δ ̓ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον. χωόμενος δ ̓ ὅγ ̓ ἔπειτα καθέζετο· τοῖσι δ ̓ Ἰήσων αὐτίκ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ ̓ ἀγόρευεν Αργος μὲν παρα νηός, ἐπεὶ τόδε πᾶσιν ἔαδεν, στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπι χθονὸς ἐκ ποταμοῖο 570 ἀμφαδὸν ἤδη πείσματ ̓ ἀνάψομεν. ἦ γὰρ ἔοικεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας αυτήν.

ὡς ἂρ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνα πτόλιν· οἳ δ ̓ ἐπι νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο

575 τυτθὸν ὑπὲξ ἔλεος χέρσω ἐπέκελσαν ἐρετμοῖς. αὐτίκα δ' Αιήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύαισι δόλους καὶ κήδεα τεύχων. στεῦτο δ', ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται 580 ἄνδρα τόν, ὅς ῥ ̓ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον, δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ' ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αιολίδην Φρίξον μάλα περ χατέοντα 585 δέχθαι ένι μεγάροισιν ἐφέστιον, ὃς περι πάντων ξείνων μειλιχίη τε θεουδείῃ τ' ἐκέκαστο,

« IndietroContinua »