Immagini della pagina
PDF
ePub

σούτοις ἐφεξῆς ἔτεσι τὴν ἀρχὴν τῶν στρατοπέδων ἔσχε καὶ μετὰ τοῦτο δικτάτωρ, εἶν ̓ ὕπατος ἀπεδείχθη. οὐ γάρ ἐστιν ἐν τῇ τῶν ἀνθρώπων φύσει ψυχήν, μὴ ὅτι νέαν, ἀλλὰ καὶ πρεσβυτέραν, ἐν ἐξουσίαις ἐπὶ πολὺν χρόνον ἐνδιατρίψασαν τοῖς πατρίοις ἔθεσιν ἐθέλειν ἐμμένειν. καὶ τοῦτο μὲν οὐχ ὡς 32 καὶ κατεγνωκώς τι τοῦ Πομπηίου λέγω, ἀλλ' ὅτι μήτ' ἄλλως συνενεγκόν ποτε ὑμῖν φαίνεται μήτε ἐκ τῶν νόμων ἐπιτέτραπται. καὶ γὰρ εἴτε τιμὴν τοῖς ἀξιουμένοις αὐτοῦ φέρει, πᾶσιν αὐτῆς, οἷς γε ἐπιβάλλει, προσήκει τυγχάνειν· τοῦτο γάρ ἐστιν ἡ δημοκρατία· εἴτε κάματον, καὶ τούτου πρὸς τὸ μέρος πάντας μεταλαμβάνειν δεῖ· τοῦτο γάρ ἐστιν ἡ ἰσομοιρία. ἔτι τοίνυν 2 ἐν μὲν τῷ τοιούτῳ πολλούς τε ἐν ταῖς πράξεσιν ἐγγυμνάζεσθαι καὶ ῥᾳδίαν ὑμῖν τὴν αἵρεσιν τῶν πιστευθῆναι δυναμένων πρὸς πάντα τὰ πρακτέα ἀπὸ τῆς πείρας ὑπάρχειν συμβαίνει, ἐκείνως δὲ δὴ πολλὴν τὴν σπάνιν καὶ τῶν ἀσκησόντων τὰ προσήκοντα καὶ τῶν ἐπιτραπησομένων ἀνάγκη πᾶσα γίγνεσθαι καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ 3 στρατηγοῦ ἠπορήσατε, ὅτι τὸν πρὸ τούτου χρόνον τοῖς αὐτοῖς ἐπὶ πολὺ ἐχρῆσθε. ὥστ ̓ εἰ καὶ κατὰ τὰ ἄλλα πάντα ἄξιός ἐστι Πομπήιος ἐπὶ τοὺς καταποντιστὰς χειροτονηθῆναι, ἀλλ ̓ ὅτι γε παρά τε τὰ διατεταγμένα ἐν τοῖς νόμοις καὶ παρὰ τὰ διεληλεγμένα ἐν τοῖς ἔγροις αἱρεθείη ἄν, ἥκιστα καὶ ὑμῖν καὶ τούτῳ προσήκει αὐτὸ πραχθῆναι.

πρῶτον μὲν οὖν τοῦτο καὶ μάλιστα λέγω, δεύτερον δὲ 33 ἐκεῖνο, ὅτι τεταγμένως ἐκ τῶν νόμων τάς τε ἀρχὰς καὶ τὰς

[merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small]

ἡγεμονίας λαμβανόντων καὶ ὑπάτων καὶ στρατηγῶν καὶ τῶν ἀντὶ τούτων ἀρχόντων, οὔτ ̓ ἄλλως καλῶς ὑμῖν ἔχει παριδόν τας αὐτοὺς καινήν τινα ἀρχὴν ἐπεσαγαγέσθαι οὔτε συμφέρει. 2 τίνος μὲν γὰρ ἕνεκα καὶ τοὺς ἐνιαυσίους ἄρχοντας χειροτονεῖτε, εἴγε μηδὲν αὐτοῖς πρὸς τὰ τοιαῦτα χρήσεσθε; οὐ γάρ που ἵν' ἐν τοῖς περιπορφύροις ἱματίοις περινοστῶσιν, οὐδ ̓ ἵνα τὸ ὄνομα μόνον τῆς ἀρχῆς περιβεβλημένοι τοῦ ἔργου αὐτῆς στερωνται. 3 πῶς δ ̓ οὐχὶ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τι πράττειν τῶν πολιτικῶν προαιρουμένοις ἀπεχθήσεσθε, ἂν τὰς μὲν πατρίους ἀρχὰς καταλύητε καὶ τοῖς ἐκ τῶν νόμων χειροτονουμένοις μηδὲν ἐπιτρέπητε, ξένην δέ τινα καὶ μηπώποτε γεγενη34 μένην ἡγεμονίαν ιδιώτῃ προστάξητε; εἰ γάρ τοι καὶ παρὰ τὰς ἐπετησίους ἀρχὰς ἀνάγκη τις εἴη ἑτέραν ἑλέσθαι, ἔστι καὶ τούτου παράδειγμα ἀρχαῖον, λέγω δὲ τὸν δικτάτωρα, καὶ τούτον μέντοι τοιοῦτον ὄντα οὔτε ἐπὶ πᾶσι ποτε τοῖς πράγμασιν οἱ πατέρες ἡμῶν οὔτε ἐπὶ πλείω χρόνον ἑξαμήνου κατεστήσαντο. 2 ὥστ ̓ εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν μήτε παρανομήσασι μήτ' ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις δικτάτωρα εἴτε Πομπήιον εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφ ̓ ᾧ μήτε πλείω τοῦ τεταγμένου χρόνου μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ. οὐ γάρ που ἀγνοεῖτε ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο, καὶ οὐκ ἂν εὑρεθείη δικτάτωρ ἄλλοσε, πλὴν ἑνὸς 3 ἐς Σικελίαν, καὶ ταῦτα μηδὲν πράξαντος, αἱρεθείς. εἰ δ ̓ οὔτε δεῖται ἡ Ἰταλία τοιούτου τινός, οὔτ ̓ αὖ ὑμεῖς ὑπομενεῖτε ἔτι οὐχ ὅτι τὸ ἔγρον τοῦ δικτάτωρος, ἀλλ ̓ οὐδὲ τὸ ὄνομα, δῆλον

[ocr errors][merged small][merged small][merged small][ocr errors][merged small]

ciendorum, feriarum Latinarum, senatus legendi, comitiorum habendorum, clavi figendi causa. Die volle Machtfülle an Stelle der beiden Consuln ohne Verantwortlichkeit besafs der Diktator nur dann, wenn er rei gerendae causa ernannt, d. h. zur Rettung des Staates bestellt war. ἑξαμήνου] Eine Prorogation des Imperiums kam bei M. Furius Camillus u. L. Papirius Cursor vor. ἐφ ̓ ᾧ] mit folg. μὴ u. Konj. unter der Bedingung dafs, nur darf er nicht etc. πλὴν ἑνὸς ἐς Σικελίαν] Α. Atilius Calatinus (249 v. Chr.), um die Consuln P. Claudius Pulcher u. L. Junius zur Abdikation zu nötigen.

=

δὲ ἐξ ὧν πρὸς τὸν Σύλλαν ἠγανακτήσατε, πῶς ἂν ὀρθῶς ἔχοι καινὴν ἡγεμονίαν, καὶ ταύτην ἐς ἔτη τρία καὶ ἐπὶ πᾶσιν ὡς εἰπεῖν καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς ἔξω πράγμασιν, ἀποδει χθῆναι; ὅσα γὰρ ἐκ τοῦ τοιούτου δεινὰ ταῖς πόλεσι συμβαίνει, 4 καὶ ὅσοι διὰ τὰς παρανόμους φιλαρχίας τόν τε δῆμον ἡμῶν πολλάκις ἐτάραξαν καὶ αὐτοὶ αὑτοὺς μυρία κακὰ εἰργάσαντο, πάντες ὁμοίως ἐπίστασθε.

ὥστε περὶ μὲν τούτων παύομαι λέγων· τίς γὰρ οὐκ οἶδεν 35 ὅτι οὔτ ̓ ἄλλως καλῶς ἔχει οὔτε συμφέρει ἑνί τινι πάντα τὰ πράγματα προστάσσεσθαι καὶ ἕνα τινὰ πάντων τῶν ὑπαρχόν των ἡμῖν ἀγαθῶν κύριον γίγνεσθαι, κἂν τὰ μάλιστα ἄριστός τις ᾖ; αἱ δὲ γὰρ μεγάλαι τιμαὶ καὶ αἱ ὑπέρογκοι ἐξουσίαι καὶ τοὺς τοιούτους ἐπαίρουσι καὶ διαφθείρουσιν. ἐκεῖνο δὲ δὴ 2 σκοπεῖν ὑμᾶς ἀξιῶ, ὅτι οὐδὲ οἷόν τέ ἐστιν ἕνα ἄνδρα πάσης τῆς θαλάσσης ἐπάρξαι καὶ πάντα τὸν πόλεμον τοῦτον ὀρθῶς διοικῆσαι. δεῖ μὲν γὰρ ὑμᾶς, εἴπερ τι τῶν δεόντων ποιήσετε, πανταχῇ ἅμα αὐτοῖς πολεμῆσαι, ἵνα μὴ συνιστάμενοι πρὸς ἀλλήλους, μηδ' αὖ τὰς ἀναφυγὰς πρὸς τοὺς οὐ πολεμουμένους ἔχοντες, δύσληπτοι γένωνται. τοῦτο δὲ οὐδένα ἂν τρόπον εἷς 3 τις ἄρξας πρᾶξαι δυνηθείη· πῶς γὰρ ἂν ὑπὸ τὰς αὐτὰς ἡμέρας ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Κιλικία, τῇ τε Αἰγύπτῳ καὶ τῇ Συρίᾳ, τῇ τε ̔Ελλάδι καὶ τῇ Ἰβηρίᾳ, τῷ τε Ἰονίῳ καὶ ταῖς νήσοις πολεμήσειε; πολλοὺς μὲν δὴ διὰ τοῦτο καὶ στρατιώτας καὶ στρατη γοὺς ἐπιστῆναι δεῖ τοῖς πράγμασιν, εἴπερ τι ὄφελος αὐτῶν ἔσται· εἰ δὲ δή τις ἐκεῖνό φησιν, ὅτι κἂν ἑνί τῳ πάντα τὸν πόλεμον 36 ἐπιτρέψητε, πάντως που καὶ ναυάρχους καὶ ὑπάρχους πολλοὺς ἕξει, πῶς οὐ πολὺ δικαιότερον καὶ συμφορώτερον, ἐγὼ γὰρ ἂν εἴποιμι, καὶ τί κωλύει τούτους αὐτοὺς τοὺς ὑπάρξειν ἐκείνῳ μέλλοντας καὶ προχειρισθῆναι ὑφ ̓ ὑμῶν ἐπ ̓ αὐτὸ τοῦτο καὶ τὴν ἡγεμονίαν παρ' ὑμῶν αὐτοτελῆ λαβεῖν; οὕτω μὲν γὰρ καὶ 2 φροντιοῦσι τοῦ πολέμου μᾶλλον, ἅτε καὶ ἰδίαν ἕκαστος αὐτῶν μερίδα πεπιστευμένος καὶ ἐς μηδένα ἕτερον τὴν ὑπὲρ αὐτῆς ἀμέλειαν ἀνενεγκεῖν δυνάμενος, καὶ φιλοτιμήσονται πρὸς ἀλ

C. 35. ὅτι οὐδὲ οἷόν τέ ἐστιν etc.] dadurch dafs Catulus so unvorsichtig war, zu viel zu beweisen, schadete er nur der Regierungspartei und arbeitete den Freunden des Pompeius für die Beratung der

lex Manilia in die Hände. Denn der glänzende Erfolg des Pomp. liefs die Gegner bald als schlechte Ratgeber erscheinen und stellte seine Person nur in ein um so höheres Licht.

λήλους ἀκριβέστερον, ἅτε καὶ αὐτοκρατεῖς ὄντες καὶ τὴν δόξαν ὧν ἂν ἐγράσωνται αὐτοὶ κτησόμενοι· ἐκείνως δὲ τίνα μὲν προθύμως οἴεσθε ἄλλῳ τῷ ὑποκείμενον, τίνα δ ̓ ἀπροφασίστως ὁτιοῦν ποιήσειν, μέλλοντα μὴ ἑαυτῷ ἀλλ ̓ ἑτέρῳ κρατήσειν; 3 ὥστ ̓ ὅτι μὲν εἷς οὐδ ̓ ἂν δύναιτο τοσοῦτον ἅμα πόλεμον πολεμῆσαι καὶ παρ' αὐτοῦ Γαβινίου ὡμολόγηται· πολλοὺς γοῦν τῷ χειροτονηθησομένῳ συνεργοὺς ἀξιοῖ δοθῆναι. λοιπὴ δὲ δὴ σκέψις ἐστὶ πότερόν ποτε ἄρχοντας αὐτοὺς ἢ ὑπάρχους και πρὸς τοῦ δήμου παντὸς ἐπ ̓ αὐτοκράτορος τινος ἡγεμονίας ἢ 4 πρὸς ἐκείνου μόνου ἐφ ̓ ὑπηρεσία αὐτοῦ πεμφθῆναι δεῖ. οὐκοῦν ὅτι μὲν καὶ νομιμώτερον καὶ πρός τε τἄλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς τοῦθ ̓ ὅπερ ἐγὼ λέγω συμφορώτερόν ἐστι πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. χωρὶς δὲ τούτου καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταποντιστῶν προφάσει καταλυθῆναι, καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον. . . .

66

Xiphilinus p. 5: Κάτλου δέ τινος τῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμον ἐὰν ἐπὶ ταῦτα ἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε ἀγῶσι πολλοῖς καὶ τούτοις θαλαττίοις φιλεῖ γίνεσθαι, τίνα ἀντ ̓ αὐτοῦ πρὸς τὰ ἀναγκαιότερα ευρήσετε; ὁ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβόησεν εἰπὼν σέ καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάττης τῶν τε νήσων καὶ τῆς ἠπείρου ἐς τριακοσίους σταδίους ἀπὸ τῆς θαλάσσης ἄνω ειλήφει.

37 . . . τῆς δὲ Ἰταλίας ἀντὶ ὑπάτου ἐπὶ τρία ἔτη, προσέταξαν

C. 36. ἀπροφασίστως] ohne weiteres. ὥσθ' ὅτι] denn dafs. τὸν χρόνον τοῦτον] der Schlufs der Rede, sowie die Erzählung von der Aufnahme derselben bei dem Volke, endlich die schliefsliche Annahme des Gesetzes ist in den Handschr. verloren gegangen. Wir wissen aus Plutarch, dafs Catulus nicht einmal bis zu Ende sprach, weil er doch einsah, dafs seine Worte keinen Eindruck auf den festen Willen des Volkes machten. Eine genügende Ergänzung der ausgefallenen Stelle giebt uns der Epitomator des Dio, nämlich Xiphilinus: Κάτλου δέ τινος τῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμον, ἐὰν ἐπὶ ταῦτα ἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε ἀγῶσι πολ

λοῖς καὶ τούτοις θαλαττίοις φιλεῖ γίνεσθαι, τίνα ἀντ ̓ αὐτοῦ πρὸς τὰ αναγκαιότερα ευρήσετε;“ ὁ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβοήσεν εἰπὼν σέ. (Ebenso Cic. de imp. Pomp. § 29.) καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάτ της τῶν τε νήσων καὶ τῆς ἠπείρου ἐς τριακοσίους σταδίους ἀπὸ τῆς θαλάττης ἄνω ειλήφει (7/2 geogr. Meilen). Plut. v. Pomp. 25 sagt ἐπὶ σταδίους τετρακοσίους ἀπὸ θα λάσσης (= 10 geogr. Μ.). Er fügt hinzu: τοῦτο δὲ οὐ πάνυ πολλὰ χωρία τῆς ὑπὸ Ῥωμαίων οἰκουμένης τὸ μέτρον ἐξέφυγον, ἀλλὰ τὰ μέγιστα τῶν ἐθνῶν καὶ τῶν βασιλέων οἱ δυ νατώτατοι περιλαμβάνοντο.

C. 37. τῆς δὲ Ἰταλίας] Wahr

αὐτῷ ὑποστρατήγους τε πεντεκαίδεκα καὶ τὰς ναῦς ἁπάσας, τά τε χρήματα καὶ τὰ στρατεύματα ὅσα ἂν ἐθελήσῃ λαβεῖν ἐψηφίσαντο. καὶ ἐκεῖνά τε ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσε, καὶ τἄλλα ὅσα πρόσφορα ἐς αὐτὰ εἶναι ἑκάστοτε ἐγίγνωσκεν, ἄλλως τε καὶ ἐπειδὴ τοῦ Πίσωνος μὴ ἐπιτρέψαντος τοῖς ὑπάρ- 2 χοις καταλόγους ἐν τῇ Γαλατίᾳ τῇ Ναρβωνησίᾳ, ἧς ἦρχε, ποιήσασθαι δεινῶς ὁ ὅμιλος ἠγανάκτησε, καὶ εὐθύς γ ̓ ἂν αὐτὸν ἐκ τῆς ἀρχῆς ἐξήλασεν, εἰ μὴ ὁ Πομπήιος παρητήσατο. παρα- 3 σκευασάμενος οὖν ὡς τό τε πρᾶγμα καὶ τὸ φρόνημα αὐτοῦ ἀπῄτει, πᾶσαν ἅμα τὴν θάλασσαν, ὅσην οἱ καταποντισταὶ ἐλύπουν, τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων περιέπλευσε, καὶ τὰ πλείω αὐτῆς αὐτοετὲς ἡμέρωσε. πολλῇ μὲν γὰρ 4 καὶ τῇ παρασκευῇ τῇ τε τοῦ ναυτικοῦ καὶ τῇ τῶν ὁπλιτῶν ἐχρῆτο, ὥστε καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ ἀνυπόστατος εἶναι, πολλῇ δὲ καὶ τῇ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ὁμολογοῦντάς οἱ, ὥστε καὶ ἀπὸ τοῦ τοιούτου παμπόλλους προσποιήσασθαι οἱ γὰρ ἄνθρωποι ταῖς τε δυνάμεσιν ἡττώμενοι καὶ τῆς χρη- 5 στότητος αὐτοῦ πειρώμενοι προθυμότατα αὐτῷ προσεχώρουν. τά τε γὰρ ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδ ̓ αὖθις ποτε ἐς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα, καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου. καὶ ἄλλαι τε ἐκ τούτου συνῳκίσθησαν καὶ ἡ Πομπηι- 6 όπολις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ τῇ παραθαλασσίᾳ καὶ ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη.

2. Feldzug des Pompeius in Asien gegen Mithridates und Tigranes
66-62 τ. Chr.

Vgl. Ciceros Rede (de imperio Cn. Pompei) für die Lex Manilia,
daneben Dio Cass. 36, 43. 37, 20-22.

̓Αγανάκτησις μὲν καὶ ἀντιλογία καὶ τότε παρὰ τῶν δυνα-43

[ocr errors][merged small][merged small][merged small][merged small]
« IndietroContinua »