Immagini della pagina
PDF
ePub
[ocr errors]

ἄλλους τινὰς τῶν πρώτων ἐν αὐταῖς ταῖς ἀρχαιρεσίαις, ἵν ̓ ὕπατος εὐθὺς χειροτονηθῇ, φονεῦσαι, οὐκ ἠδυνήθη δέ. ὁ γὰρ 3 Κικέρων προμαθὼν τὸ ἐπιβούλευμα τῇ τε γερουσίᾳ ἐμήνυσεν αὐτὸ καὶ κατηγορίαν αὐτοῦ πολλὴν ἐποιήσατο· ἐπειδή τε οὐκ ἔπεισε σφᾶς ψηφίσασθαί τι ὧν ἠξίου, οὔτε γὰρ πιθανὰ ἐξηγγελκέναι καὶ διὰ τὴν ἑαυτοῦ ἔχθραν καταψεύδεσθαι τῶν ἀνδρῶν ὑπωπτεύθη, ἐφοβήθη ἅτε καὶ προσπαρωξυγκὼς τὸν Κατιλίναν, καὶ οὐκ ἐτόλμησεν ἁπλῶς ἐς τὴν ἐκκλησίαν ἐσελθεῖν 4 ὥσπερ εἰώθει, ἀλλὰ τούς τε ἐπιτηδείους συνεπηγάγετο παρεσκευασμένους ἀμῦναί οἱ εἴ τι δεινὸν γένοιτο, καὶ θώρακα τῆς τε ἑαυτοῦ ἀσφαλείας καὶ τῆς ἐκείνων διαβολῆς ἕνεκα, ὑπὸ μὲν τὴν ἐσθῆτα, παραφαίνων δ ̓ αὐτὸν ἐξεπίτηδες, ἐνεδύσατο. ἔκ τε 5 οὖν τούτου, καὶ ὅτι καὶ ἄλλως φήμη τις ἐγένετο ὅτι ἐπιβουλεύε ται, ὅ τε δῆμος δεινῶς ἠγανάκτησε καὶ οἱ συνομωμοκότες τῷ Κατιλίνα φοβηθέντες αὐτὸν ἡσύχασαν. καὶ οὕτως ὕπατοί τε 30 ἕτεροι ᾑρέθησαν, καὶ ἐκεῖνος οὐκέτι λάθρα, οὐδὲ ἐπὶ τὸν Κικέφωνα τούς τε σὺν αὐτῷ μόνους, ἀλλὰ καὶ ἐπὶ πᾶν τὸ κοινὸν τὴν ἐπιβουλὴν συνίστη. καὶ γὰρ τῆς Ῥώμης αὐτῆς τούς τε και 2 κίστους καὶ καινῶν ἀεί ποτε πραγμάτων ἐπιθυμητάς, κἀκ τῶν συμμάχων ὅτι πλείστους, χρεῶν τε ἀποκοπὰς καὶ γῆς ἀναδασμούς, ἄλλα τε ἐξ ὧν μάλιστα δελεάσειν αὐτοὺς ἤμελλεν, ὑπ ισχνούμενος σφίσι συνῆγε. καὶ τούς γε πρώτους αὐτῶν καὶ 3 δυνατωτάτους, ἦσαν δὲ ἄλλοι τε καὶ ̓Αντώνιος ὁ ὕπατος, καὶ ἐς ἀθεμίτων ὁρκωμοσιῶν ἀνάγκην προήγαγε παῖδα γάρ τινα καταθύσας, καὶ ἐπὶ τῶν σπλάγχνων αὐτοῦ τὰ ὅρκια ποιήσας, ἔπειτ ̓ ἐσπλάγχνευσεν αὐτὰ μετὰ τῶν ἄλλων. συνέπραττον δὲ 4 αὐτῷ τὰ μάλιστα τὰ μὲν ἐν τῇ Ρώμῃ ὅ τε ὕπατος καὶ ὁ Λέντουλος ὁ Πούπλιος ὁ μετὰ τὴν ὑπατείαν ἐκ τῆς γερουσίας ἐκπεσών, ἐστρατήγει δ ̓ ὅπως τὴν βουλείαν ἀναλάβῃ, τὰ δὲ ἐν ταῖς

σθαι] beschlossen sei. ὁ γὰρ Κικέρων] Uber seine Vorsichtsmasregeln vgl. Sall. Cat. 27 u. Cic. in Cat. I, c. 5. — οὐκ ἔπεισε] Am 20. Okt. fafste der Senat allerdings noch keinen entscheidenden Beschlufs, wohl aber am 21. Okt. In dieser Sitzung erteilte der Senat den Consuln unumschränkte Vollmacht, für die Sicherheit des Staates zu sorgen (videant consules etc.). Die Komitien waren auf den 28. Okt. festgesetzt, wurden aber, wie es

scheint, von Cicero auf den 4. Nov. vertagt.

C. 30. ὕπατοι ἕτεροι] Decimus Junius Silanus u. L. Licinius Murena.

χρεῶν ἀποκοπάς] tabulas novas, cf. Sall. C. 21. Cic. Cat. II, c. 8. Cic. Οf. ΙΙ, c. 24. — ἀθεμίτων ὁρκωμο Off. II, σιῶν] Sall. Cat. 22. Λέντουλος] Er war 71 v. Chr. Consul. Da er bei der lectio senatus von den Censoren übergangen war, so verwaltete er jetzt wieder die Prätur, um in den Senat zu gelangen. Lentulus

31

5 Φασούλαις, ἐς ἃς οἱ στασιῶται αὐτοῦ συνελέγοντο, Γαιός τις Μάλλιος, τῶν τε πολεμικῶν ἐμπειρότατος, μετὰ γὰρ τῶν τοῦ Σύλλου λοχαγῶν ἐστράτευτο, καὶ πολυδαπανώτατος ὤν σύμ παντα γοῦν ὅσα τότε ἐκτήσατο, καίπερ πάμπολλα ὄντα, κακῶς καταναλώσας ἑτέρων ἔργων ὁμοίων ἐπεθύμει.

παρασκευαζομένων οὖν ταῦτα αὐτῶν, μηνύεται τῷ Κικέ ρωνι πρότερα μὲν τὰ ἐν τῷ ἄστει γιγνόμενα διὰ γραμμάτων τινῶν, ἃ τὸν μὲν γράψαντα οὐκ ἐδήλου, τῷ δὲ δὴ Κράσσῳ καὶ ἄλλοις τισὶ τῶν δυνατῶν ἐδόθη· καὶ ἐπ' αὐτοῖς δόγμα ἐκυρώθη, 2 ταραχήν τε εἶναι καὶ ζήτησιν τῶν αἰτίων αὐτῆς γενέσθαι. δεύτερα δὲ τὰ ἀπὸ τῆς Τυρσηνίδος, καὶ προσεψηφίσαντο τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς τε πόλεως καὶ τῶν ὅλων αὐτῆς πραγμά των, καθάπερ εἰώθεσαν· καὶ γὰρ τούτῳ τῷ δόγματι προσεγράφη τὸ διὰ φροντίδος αὐτοὺς σχεῖν ὥστε μηδεμίαν ἀποτριβὴν τῷ 3 δημοσίῳ συμβῆναι. γενομένου δὲ τούτου καὶ φρουρᾶς πολλαχόθι καταστάσης τὰ μὲν ἐν τῷ ἄστει οὐκέτ ̓ ἐνεωτερίσθη, ὥστε καὶ ἐπὶ συκοφαντία τον Κικέρωνα διαβληθῆναι, τὰ δὲ ἐκ τῶν Τυρσηνῶν ἀγγελλόμενα τήν τε αἰτίαν ἐπιστώσατο καὶ βίας ἐπ' 32 αὐτοῖς γραφὴν τῷ Κατιλίνα παρεσκεύασε. καὶ ὃς τὰ μὲν πρῶτα καὶ πάνυ αὐτὴν ἑτοίμως, ὡς καὶ ἀπὸ χρηστοῦ τοῦ συνειδότος, ἐδέξατο, καὶ πρός τε τὴν δίκην δῆθεν ἡτοιμάζετο, καὶ τῷ Κικέρωνι αὐτῷ τηρεῖν ἑαυτόν, ὅπως δὴ μὴ φύγῃ που, παρεδίδου. 2 μὴ προσδεξαμένου δὲ ἐκείνου τὴν φρουρὰν αὐτοῦ, παρὰ τῷ Με τέλλῳ τῷ στρατηγῷ τὴν δίαιταν ἑκουσίως ἐποιεῖτο, ἵν ̓ ὡς ἥκιστα ὑποπτευθῇ νεωτερίζειν τι, μέχρις ἂν καὶ ἐκ τῶν αὐτό3 θεν συνωμοτῶν ἰσχυρόν τι προσλάβῃ. ὡς δ ̓ οὐδέν οἱ προεχώ ρει, ὅ τε γὰρ ̓Αντώνιος φοβηθεὶς ὑπεστέλλετο καὶ ὁ Λέντουλος

[blocks in formation]

ἥκιστα δραστήριος ἦν, προεῖπεν αὐτοῖς νυκτὸς ἐς οἰκίαν τινὰ συλλεγῆναι, καὶ λαθὼν τὸν Μέτελλον ἦλθέ τε πρὸς αὐτοὺς καὶ ἐπετίμησε σφίσιν ἐπί τε τῇ ἀτολμίᾳ καὶ ἐπὶ τῇ μαλακίᾳ. κάκ 4 τούτου διεξελθὼν ὅσα τε πείσοιντο φωραθέντες καὶ ὅσων τεύξοιντο κατορθώσαντες, οὕτως αὐτοὺς καὶ ἐπέρρωσε καὶ παρώξυνεν ὥστ ̓ ὑποσχέσθαι δύο τινὰς ἔς τε τὴν τοῦ Κικέρωνος οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἐσάξειν κἀνταῦθα αὐτὸν φονεύσειν. ὡς δὲ 33 καὶ τοῦτο προεμηνύθη, ὁ γὰρ Κικέρων πολὺ δυνάμενος, συ χνούς τε ἐκ τῶν συνηγορημάτων τοὺς μὲν οἰκειούμενος, τοὺς δὲ ἐκφοβῶν, πολλοὺς τοὺς διαγγέλλοντάς οἱ τὰ τοιαῦτα ἔσχε, με ταστῆναι ἡ γερουσία τὸν Κατιλίναν ἐψηφίσατο. καὶ ὃς ἀσμένως 2 τε ἐπὶ τῇ προφάσει ταύτῃ ἐξεχώρησε, καὶ πρὸς τὰς Φαισούλας ἐλθὼν τόν τε πόλεμον ἄντικρυς ἀνείλετο, καὶ τὸ ὄνομα καὶ τὴν σκευὴν τῶν ὑπάτων λαβὼν καὶ τοὺς προσυνειλεγμένους ὑπὸ τοῦ Μαλλίου συνεκρότει, καν τούτῳ καὶ ἄλλους τινάς, πρῶτον μὲν ἐκ τῶν ἐλευθέρων, ἔπειτα δὲ καὶ ἐκ τῶν δούλων, προσεποιεῖτο. ὅθενπερ καὶ οἱ Ρωμαῖοι τήν τε βίαν αὐτοῦ κατεψη- 3 φίσαντο, καὶ τὸν ̓Αντώνιον ἐς τὸν πόλεμον, ἀγνοοῦντές που τὴν συνωμοσίαν σφῶν, ἔστειλαν, αὐτοί τε τὴν ἐσθῆτα μετέβαλον. καὶ διὰ ταῦτα καὶ ὁ Κικέρων κατὰ χώραν ἔμεινεν. εἰλήχει γὰρ 4 τῆς Μακεδονίας ἄρξαι, οὔτε δὲ ἐς ἐκείνην, τῷ γὰρ συνάρχοντι αὐτῆς διὰ τὴν περὶ τὰς δίκας σπουδὴν ἐξέστη, οὔτε ἐς τὴν Γαλατίαν τὴν πλησίον, ἣν ἀντέλαβε, διὰ τὰ παρόντα ἐξήλασεν, ἀλλ ̓ αὐτὸς μὲν τὴν πόλιν διὰ φυλακῆς ἐποιήσατο, ἐς δὲ τὴν Γαλατίαν τον Μέτελλον, ὅπως μὴ καὶ ὁ Κατιλίνας αὐτὴν σφετερίσηται, ἔπεμψεν.

-

οἰκίαν τινά] des M. Porcius Läca in der Nacht vom 6./7. Nov. oder nach Mommsens Berechnung vom 5./6. Nov. (nox superior bei Cic. Cat. I, 1), so dafs der Mordversuch in die folgende Nacht 6./7. Nov. fiele. δύο τινάς] Sall. 28. ἅμα τῇ ἡμέρᾳ] Nach Mommsens Annahme liegt hier ein Mifsverständnis des Dio u. Sallust vor herbeigeführt durch die dunkle Ausdrucksweise des Cicero selbst, vgl. p. Sulla § 52, in Cat. I § 9. II § 13.

[ocr errors][merged small]

C. 33. τοὺς δὲ ἐκφοβῶν] davon berichtet Sallust nichts. στῆναι] urbe excedere. Ist der Ausdruck ἐψηφίσατο gerechtfertigt?

Die Senatssitzung u. somit die I. Rede Ciceros gegen Cat. (im Senat) fällt nach Mommsen auf den 7. Νον. · συνεκρότει] in unum cogere coepit (Impf.). τὴν βίαν] Sall. Cat. 36 senatus Catilinam et Manlium hostis iudicat. τὴν ἐσθῆτα μετέβαλον] Von einem solchen Beschlufs erwähnt Sall. nichts.

διὰ τὴν περὶ τὰς δίκας σπουδήν] Beachte den von Cic.s Angabe abweichenden Grund. Möglich, dafs dies der äufsere Grund war, den inneren Grund, Antonius von der Verschwörung abzuziehen, konnte Cicero offiziell nicht angeben. Μέτελλον] Q. Metellus Celer, cf. Sall. Cat. 30.

[ocr errors]

34 καὶ ἐν καιρῷ γε ἐς τὰ μάλιστα τοῖς Ῥωμαίοις κατέμεινε. παρασκευαζομένου γὰρ τοῦ Λεντούλου καταπρῆσαί τε τὸ ἄστυ καὶ σφαγὰς ἐργάσασθαι μετά τε τῶν ἄλλων τῶν συνομωμοκότων καὶ μετὰ ̓Αλλοβρίγων, οὓς κατὰ πρεσβείαν παρόντας ἀνέπεισε 2 συμφρονῆσαί τε αὐτῷ καὶ συλλαβὼν τοὺς ἐπ ̓ αὐτὴν στα λέντας ἔς τε τὸ βουλευτήριον μετὰ τῶν γραμμάτων ἐσήγαγε, καὶ ἄδειαν αὐτοῖς δοὺς πᾶσαν οὕτω τὴν συνωμοσίαν ἤλεγξε. κἀκ τούτου ὁ Λέντουλος ἀπειπεῖν τὴν στρατηγίαν ὑπὸ τῆς γερουσίας ἀναγκασθεὶς ἐν φρουρᾷ μετὰ τῶν ἄλλων τῶν συλ3 ληφθέντων ἐγένετο, καὶ οἱ λοιποὶ ἀνεζητοῦντο. καὶ ταῦτα καὶ τῷ δήμῳ ὁμοίως ἤρεσε, καὶ μάλιστ ̓ ἐπειδή, τοῦ Κικέρωνος δημηγοροῦντός τι περὶ αὐτῶν, τὸ ἄγαλμα τὸ τοῦ Διὸς ἔς τε τὸ Καπιτώλιον παρ' αὐτὸν τὸν καιρὸν τῆς ἐκκλησίας ανιδρύθη, καὶ κατὰ τὴν ὑφήγησιν τῶν μάντεων πρός τε τὰς ἀνατολὰς 4 καὶ πρὸς τὴν ἀγορὰν βλέπον ἀνετέθη. ἐπειδὴ γὰρ ἐκεῖνοί τε συνωμοσίαν τινὰ ἐξελεγχθήσεσθαι ἐκ τῆς τοῦ ἀγάλματος στάσεως εἰρήκεσαν, καὶ ἡ ἀνάθεσις αὐτοῦ τοῖς φωραθεῖσι συνέβαινε, τό τε θεῖον ἐμεγάλυνον καὶ τοὺς τὴν αἰτίαν λαβόντας δι ̓ ὀργῆς μᾶλλον ἐποιοῦντο.

35 διῆλθε μὲν οὖν λόγος ὅτι καὶ ὁ Κράσσος ἐν αὐτοῖς εἴη, καὶ τοῦτο καὶ τῶν συλληφθέντων τις ἐμήνυσεν, οὐ μέντοι πολλοὶ ἐπίστευσαν· οἱ μὲν γὰρ ἀρχὴν οὐδ ̓ ἠξίουν τοιοῦτό τι ἐς αὐτὸν 2 ὑποπτεύειν, οἱ δὲ καὶ ἐκ τῶν ὑπαιτίων ὑπετόπουν αὐτό, ὅπως βοηθείας τινὸς διὰ τοῦτο παρ ̓ αὐτοῦ, ὅτι πλεῖστον ἐδύνατο, τύχωσι, λογοποιεῖσθαι. εἰ δ ̓ οὖν τισι καὶ πιστὸν ἐδόκει εἶναι, ἀλλ ̓ οὔτι γε ἐδικαίουν ἄνδρα τε ἐν τοῖς πρώτοις σφῶν ὄντα 3 ἀπολέσαι καὶ τὴν πόλιν ἐπὶ πλεῖον ἐκταράξαι. ὥστε τοῦτο μὲν παντελῶς διέπεσε· παρασκευαζομένων δὲ δὴ πολλῶν καὶ δού λων καὶ ἐλευθέρων, τῶν μὲν ὑπὸ δέους, τῶν δὲ καὶ οἴκτῳ τοῦ τε Λεντούλου καὶ τῶν ἄλλων, ἐξαρπάσαι πάντας αὐτούς, ὅπως μὴ ἀποθάνωσι, προπυθόμενος τοῦθ ̓ ὁ Κικέρων τό τε Καπιτώ 4 λιον καὶ τὴν ἀγορὰν τῆς νυκτὸς φρουρᾷ προκατέσχε, καί τινα παρὰ τοῦ δαιμονίου χρηστὴν ἐλπίδα ἅμα τῇ ἕῳ λαβών, ὅτι ἱερῶν ἐν τῇ οἰκίᾳ αὐτοῦ ὑπὸ τῶν ἀειπαρθένων ὑπὲρ τοῦ δήμου

C. 34. δημηγοροῦντος] die dritte Catilinarische Rede. Warum erwähnt das wunderbare Zusammentreffen der Ereignisse Cicero u. Dio, nicht aber Sallust? — δι ̓ ὀργῆς

μᾶλλον ἐποιοῦντο] die Umstimmung des Volkes erwähnt auch Sallust, vgl. c. 48 mit c. 36.

C. 35. ὁ Κράσσος] Vgl. Sall. Cat.

ποιηθέντων τὸ πῦρ ἐπὶ μακρότατον παρὰ τὸ εἰκὸς ἤρθη, τὸν μὲν δῆμον τοῖς στρατηγοῖς ὁρῶσαι ἐς τὸν κατάλογον, εἰ δή τις χρεία στρατιωτῶν γένοιτο, ἐκέλευσεν, αὐτὸς δὲ ἐν τούτῳ τὴν βουλὴν ἤθροισε, καὶ σφᾶς συνταράξας τε καὶ ἐκφοβήσας ἔπεισε θάνατον τῶν συνειλημμένων καταγνῶναι. ἐγένοντο μὲν γὰρ 36 ἀμφίβολοι, καὶ παρ ̓ ὀλίγον αὐτοὺς ἀπέλυσαν. ὁ γὰρ Καίσαρ, πάντων τῶν πρὸ αὐτοῦ ψηφισαμένων ἀποθανεῖν σφᾶς, γνώμην ἔδωκε δῆσαί τε αὐτοὺς καὶ ἐς πόλεις ἄλλους ἄλλῃ καταθέσθαι, τῶν οὐσιῶν ἐστερημένους, ἐπὶ τῷ μήτε περὶ ἀδείας ἔτι αὐτῶν 2 χρηματισθῆναι τί ποτε, κἂν διαδρᾷ τις, ἐν πολεμίων μοίρα τὴν πόλιν ἐξ ἧς ἂν φύγῃ εἶναι· καὶ τοῦτο πάντες οἱ μετὰ ταῦτα ἀποφηνάμενοι μέχρι τοῦ Κάτωνος ἐψηφίσαντο, ὥστε καὶ τῶν προτέρων τινὰς μεταγνῶναι. ἐπεὶ δὲ οὗτος αυτός τε τον θά-3 νατον αὐτῶν κατεδίκασε καὶ τοὺς λοιποὺς πάντας ὁμοψήφους ἐποιήσατο, οὕτω δὴ ἐκεῖνοί τε ἐκ τῆς νικώσης ἐκολάσθησαν, καὶ ἐπ ̓ αὐτοῖς καὶ θυσία καὶ ἱερομηνία ἐψηφίσθη, ὃ μηπώποτε ἐπὶ τοιούτῳ τινὶ ἐγεγόνει· καὶ οἱ ἄλλοι οἱ μηνυθέντες ἐζητοῦντο, καί τινες καὶ ἐπὶ τῷ μελλῆσαι συμφρονήσειν αὐτοῖς ὑποπτευθέντες εὐθύνοντο. καὶ τὰ μὲν ἄλλα οἱ ὕπατοι διώκουν, Αὖλον 4 δὲ Φούλουιον ἄνδρα βουλευτὴν αὐτὸς ὁ πατὴρ ἀπέσφαξεν, οὔτι γε καὶ μόνος, ὥς γέ τισι δοκεῖ, τοῦτ ̓ ἐν ἰδιωτεία ποιήσας. συχνοὶ γὰρ δὴ καὶ ἄλλοι, οὐχ ὅτι ὕπατοι, ἀλλὰ καὶ ἰδιῶται, παϊδάς σφων ἀπέκτειναν.

2. Der Catilinarische Krieg (Dio 37, 38-42).

τῷ μὲν οὖν Καίσαρι διά ταῦθ' οἱ πολλοὶ προσφιλεῖς ἦσαν, 38 τὸν δὲ δὴ Κικέρωνα ἐν ὀργῇ ἐπὶ τῷ τῶν πολιτῶν θανάτῳ ποιού

48. — συνταράξας τε καὶ ἐκφοβήσας] drückt sich dieser Charakter in der IV. Cat. Rede des Cic., welche hierher gehört, wirklich aus? Oder sollte Cicero seine Rede bei der Herausgabe verändert haben? Fällt die Veröffentlichung der consularischen Reden Ciceros in die Zeit seines Ruhmes oder in die Zeit der feindseligen Angriffe seiner Gegner? Vgl. Cic. ad Att. II, 1.

C. 36. θυσία καὶ ἱερομηνία] Cic. Phil. XIV $ 24: nam mihi consuli supplicatio nullis armis sumptis

non ob caedem hostium, sed ob conservationem civium novo et inaudito genere decreta est. Erkennt Dio die dem Cicero zuerkannte Ehre an?

C. 38. προσφιλεῖς ἦσαν] Dio hatte erzählt, wie Cäsar gegen Catulus das Amt des pontifex maximus erhielt, weil er kein Mittel scheute, um sich die Zuneigung des Volkes zu erwerben oder zu erhalten (οὐδὲ ἔμελέν οἱ τῆς αὐτίκα ταπεινότητος πρὸς τὴν ἐκ τοῦ ἔπειτα ἰσχύν. — ἐπὶ τῷ τῶν πολιτῶν θανάτῳ] Cic. hatte sich gegen die lex Sempronia ver

« IndietroContinua »