Immagini della pagina
PDF
ePub

καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών· τῷ τε γὰρ ναυτικῷ πολὺ ἐκράτει, ἅτε πεντακοσίας ναῦς ταχείας ἔχων, ὥστε πανταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ οὔτ ̓ ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ τὰ μάλιστα ἠλλοτρίωτο, ἀξιόμαχά γε ἀντιπολεμῆσαι ἦν. πόρρω τε γὰρ τοῦ περὶ αὐτῆς δόξαι πολεμεῖν ἀφεστηκέναι 2 ἐβούλετο, καὶ φόβον οὐδένα τοῖς ἐν τῇ Ῥώμῃ τότε οὖσι παρασχεῖν ἠξίου. τῆς μὲν οὖν Ἰταλίας διὰ ταῦτ ̓ οὐκ ἐπείρασεν, οὐ μὴν οὐδὲ ἐπέστειλε τῷ κοινῷ περὶ τῶν πραχθέντων οὐδέν ̇ ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦ ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο.

ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἡ μὲν ὄψις τῶν στρατο- 53 πέδων πολέμου τινὰ εἰκόνα ἔφερεν, ἡ δὲ δὴ χρεία τῶν ὅπλων ὡς καὶ ἐν εἰρήνῃ ἡσύχαζε. τό τε γὰρ μέγεθος τοῦ κινδύνου διασκοποῦντες, καὶ τὸ ἄδηλον τό τε ἀστάθμητον τῶν πραγμάτ των προορώμενοι, καί τινα καὶ αἰδῶ τοῦ τε ὁμοφύλου καὶ τῆς συγγενείας ἔτι ποιούμενοι διέμελλον, καν τούτῳ καὶ λόγους περὶ 2 φιλίας σφίσιν ἀντέπεμπον, καί τισι καὶ συναλλαγήσεσθαι διὰ κενῆς ἔδοξαν. αἴτιον δὲ ὅτι τοῦ τε παντὸς κράτους ἀμφότεροι ἐφιέμενοι, καὶ πολλῇ μὲν φιλοτιμίᾳ ἐμφύτῳ, πολλῇ δὲ καὶ φιλονικίᾳ ἐπικτήτῳ χρώμενοι, πρός τε γὰρ τῶν ἴσων καὶ πρὸς 3 τῶν οἰκειοτάτων ἥκιστά τινες ἐλαττούμενοι φέρουσιν, οὔτε τι συγχωρῆσαι ἀλλήλοις ἤθελον, ὥσπερ καὶ ἀμφότεροι κρατῆσαι δυνάμενοι, οὔτε πιστεῦσαι, κἂν συμβαθῇ τι, ἐδύναντο μὴ οὐ τοῦ πλείονός τε ἀεὶ σφᾶς ὀριγνήσεσθαι καὶ ὑπὲρ τοῦ παντὸς

[merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][ocr errors]

54 αὖθις στασιάσειν. γνώμῃ μὲν γὰρ τοσοῦτον ἀλλήλων διέφερον ὅσον Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπεθύμει, καὶ ὁ μὲν παρ ̓ ἑκόντων τε τιμᾶσθαι καὶ ἐθελόντων προστατεῖν φιλεῖσθαί τε ἐσπούδαζε, τῷ δὲ οὐδὲν ἔμελεν εἰ καὶ ἀκόντων ἄρχοι καὶ μισοῦσιν ἐπιτάσσοι, 2 τάς τε τιμὰς αὐτὸς ἑαυτῷ διδοίη. τὰ μέντοι ἔργα, δι' ὧν ἤλπιζον πάνθ' ὅσα ἐβούλοντο καταπράξειν, ἀμφότεροι ὁμοίως καὶ ἀνάγκῃ ἐποίουν· ἀδύνατον γὰρ ἦν αὐτῶν κατατυχεῖν τινι μὴ οὐ τοῖς τε οἰκείοις πολεμοῦντι καὶ τοὺς ὀθνείους ἐπὶ τοὺς ὁμο φύλους ἄγοντι, καὶ πολλὰ μὲν χρήματα ἀδίκως συλῶντι, πολ3 λοὺς δὲ καὶ τῶν φιλτάτων ἀνόμως κτείνοντι. ὥστε εἰ καὶ ταῖς ἐπιθυμίαις διήλλαττον, ἀλλὰ ταῖς γε πράξεσι, δι ̓ ὧν ἀποπλη ρώσειν αὐτὰς ἤλπιζον, ὁμοιοῦντο. καὶ διὰ τοῦτ ̓ οὔθ ̓ ὑφίεντό τινος ἀλλήλοις, καίπερ πολλὰς δικαιώσεις προτεινόμενοι, καὶ ἐς χεῖρας τελευτῶντες ἦλθον. 55 ἐγένετο δὲ ὁ ἀγὼν μέγας καὶ οἷος οὐχ ἕτερος. αὐτοί τε γὰρ ἄριστοι πρὸς πάντα τὰ πολέμια καὶ εὐδοκιμώτατοι διαφανῶς οὐχ ὅτι τῶν Ῥωμαίων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν τότε ἀνθρώπων 2 ἠξιοῦντο εἶναι· οἷα γὰρ ἐκ παίδων τε ἐν αὐτοῖς ήσκημένοι καὶ διὰ παντὸς αὐτοῖς ὁμιληκότες, ἔργα τε ἀξιόλογα ἀποδεδειγμένοι, καὶ πολλῇ μὲν ἀρετῇ, πολλῇ δὲ καὶ τύχῃ κεχρημένοι, καὶ ἀξιο3 στρατηγητότατοι καὶ ἀξιονικότατοι ἦσαν· καὶ δυνάμεις Καῖσαρ μὲν τοῦ τε πολιτικοῦ τὸ πλεῖστον καὶ καθαρώτατον, καὶ ἐκ τῆς ἄλλης Ιταλίας τῆς τε Ἰβηρίας καὶ τῆς Γαλατίας πάσης, τῶν τε νήσων ὧν ἐκράτει, τοὺς μαχιμωτάτους εἶχε, Πομπήιος δὲ

yvão a trachten, streben nach etwas.

C. 54. γνώμη] Lucan. I, 124 inpatiensque loci fortuna secundi, Nec quemquam iam ferre potest Caesarve priorem, Pompeiusve parem. Vgl. Caes. I, 4. Vell.: neque Pompeius, ut primum ad remp. adgressus est, quemquam animo parem tulit et in quibus rebus primus esse debebat, solus esse cupiebat. Cic. Phil. XIII § 2 stellt die These auf: proximo bello si aliquid de summa gravitate Pompeius, multum de cupiditate Caesar remisisset, et pacem stabilem et aliquam remp. nobis habere licuisset. τινι] für den einen oder den andern war es unmöglich das Ziel (αὐτῶν) zu erreichen, ohne

[ocr errors]

dafs er kämpfte etc. ἀποπλη ρώσειν] zur Erfüllung bringen, verwirklichen.

C. 55. ὁ ἀγὼν μέγας] Vell. II, 52 Aciem Pharsalicam et illum cruentissimum Romano nomini diem tantumque utriusque exercitus profusum sanguinis et conlisa duo inter se reip. capita effossumque alterum Romani inperi lumen, tot talisque Pompeianarum partium caesos viros non recipit enarranda hic scripturae modus. Καῖσαρ μέν] Cäsar hatte etwa 22000 Mann zu Fufs und 1000 Reiter, Gallier und Germanen, nämlich Belgier von germanischer Abkunft. Πομπήιος δέ] Die Streitmacht des Pompeius wird auf 45000 Mann zu

[ocr errors]

συχνοὺς μὲν καὶ ἐκ τῆς βουλῆς τῆς τε ἱππάδος κἀκ τῶν κα ταλόγων ἐπῆκτο, παμπληθεῖς δὲ παρά τε τῶν λοιπῶν ὑπηκόων καὶ παρὰ τῶν ἐνσπόνδων καὶ δήμων καὶ βασιλέων ἠθροίκει. ἄνευ γὰρ δὴ τοῦ τε Φαρνάκου καὶ τοῦ Ὀρώδου, καὶ γὰρ 4 τοῦτον, καίτοι πολέμιον ἀφ ̓ οὗ τοὺς Κράσσους ἀπέκτεινεν ὄντα, προσεταιρίσασθαι ἐπεχείρησε, πάντες οἱ ἄλλοι, οἱ καὶ ἐφ ̓ ὁσονοῦν οἰκειωθέντες ποτὲ αὐτῷ, καὶ χρήματά οἱ ἔδωκαν, καὶ βοηθείας οἱ μὲν ἔπεμψαν, οἱ δὲ ἤγαγον. ὁ δὲ δὴ Πάρθος 5 ὑπέσχετο μὲν αὐτῷ, ἂν τὴν Συρίαν λάβῃ, συμμαχήσειν, μὴ τυχὼν δὲ αὐτῆς οὐκ ἐπήμυνε. προύχοντος δ ̓ οὖν πολὺ τοῦ Πομπηίου τῷ πλήθει, ἐξισοῦντο σφίσιν οἱ τοῦ Καίσαρος τῇ ῥώμῃ· καὶ οὕτως ἀπ ̓ ἀντιπάλου πλεονεξίας καὶ ἰσόρροποι ἀλλήλοις καὶ ἰσοκίνδυνοι ἐγίγνοντο.

ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς αἰτίας τῆς τε ὑποθέσεως 56 τοῦ πολέμου ἀξιολογώτατος ἀγὼν συνηνέχθη. ἥ τε γὰρ πόλις ἡ τῶν Ρωμαίων καὶ ἡ ἀρχὴ αὐτῆς ἅπασα, καὶ πολλὴ καὶ μεγάλη ἤδη οὖσα, ἆθλον σφίσι προύκειτο· εὔδηλον γάρ που πᾶσιν ἦν ὅτι τῷ τότε κρατήσαντι δουλωθήσεται. τοῦτό τε οὖν ἐκλογιζό- 2 μενοι, καὶ προσέτι καὶ τῶν προτέρων ἔργων, Πομπήιος μὲν τῆς τε Αφρικῆς καὶ τοῦ Σερτωρίου τοῦ τε Μιθριδάτου καὶ τοῦ Τιγράνου καὶ τῆς θαλάσσης, Καῖσαρ δὲ τῆς τε Γαλατίας καὶ τῆς Ἰβηρίας τοῦ τε Ρήνου καὶ τῆς Βρεττανίας, ἀναμιμνησκόμενοι, κινδυνεύειν τε καὶ περὶ ἐκείνοις ἡγούμενοι και προσκτήσα- 3 σθαι τὴν ἀλλήλων δόξαν σπουδὴν ποιούμενοι, ὤργων. τά τε γὰρ ἄλλα τῶν ἡττημένων τοῖς κρατοῦσι προσγίγνεται καὶ ἡ εὔκλεια ὅτι μάλιστα· ὅσῳ γὰρ ἂν μείζω καὶ δυνατώτερόν τις ἀνταγωνιστὴν καθέλῃ, τόσῳ καὶ αὐτὸς ἐπὶ μεῖζον αἴρεται. καὶ 57 διὰ τοῦτο καὶ τοῖς στρατιώταις πολλὰ μὲν παραπλήσια δ ̓ οὖν ἀλλήλοις παρήνεσαν, εἰπόντες πάνθ ̓ ὅσα ἐν τῷ τοιούτῳ πρὸς τε τὸ αὐτίκα του κινδύνου καὶ πρὸς τὸ ἔπειτα πρέπει λέγεσθαι. ἔκ τε γὰρ τῆς αὐτῆς πολιτείας ὁρμώμενοι καὶ ὑπὲρ τῶν αὐτῶν λόγους ποιούμενοι, καὶ ἀλλήλους τε τυράννους καὶ αὑτοὺς 2

[merged small][merged small][ocr errors]

ἐλευθερωτὰς αὐτῶν ὀνομάζοντες, οὐδὲν σφισι διάφορον εἰπεῖν ἔσχον, ἀλλ ̓ ὅτι τοῖς μὲν ἀποθανεῖν, τοῖς δὲ σωθῆναι, καὶ τοῖς μὲν αἰχμαλώτοις, τοῖς δὲ ἐν δεσπότου μοίρα πάντα τε ἔχειν ἢ πάντων στερηθῆναι, καὶ παθεῖν ἢ ποιῆσαι δεινότατα, 3 ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους, τοὺς ὁμοσπον 4 δους. καὶ τί ἄν τις τὰ τῶν ἄλλων ὀδύραιτο, ὁπότε καὶ αὐτοὶ ἐκεῖνοι πάντα τε ταῦτα ἀλλήλοις ὄντες, καὶ προσέτι πολλῶν μὲν λόγων ἀπορρήτων, πολλῶν δὲ καὶ ἔργων ὁμοίων κεκοινωνηκότες, κδός τέ ποτε συναψάμενοι καὶ τὸ αὐτὸ παιδίον, ὁ μὲν ὡς πατήρ, ὁ δὲ ὡς πάππος, ἀγαπήσαντες, ὅμως ἐμάχον5 το; ὅσα γὰρ ἡ φύσις τὸ αἷμα αὐτῶν μίξασα συνέδησε, τοσαῦτα τῇ ἀπλήστῳ τῆς δυναστείας ἐπιθυμίᾳ διέλυον καὶ διέσπων καὶ διερρήγνυσαν. καὶ δι ̓ ἐκείνους καὶ ἡ Ῥώμη περί τε ἑαυτῇ καὶ πρὸς ἑαυτὴν ἅμα κινδυνεύειν ἠναγκάζετο, ὥστε καὶ νικήσασα ἡττηθῆναι.

58

τοιούτῳ μὲν ἀγῶνι συνηνέχθησαν· οὐ μέντοι καὶ εὐθὺς συνέμιξαν, ἀλλ ̓ οἷα ἐκ τε τῆς αὐτῆς πατρίδος καὶ ἐκ τῆς αὐτῆς ἑστίας ὁρμώμενοι, καὶ τά τε ὅπλα παραπλήσια καὶ τὰς τάξεις ὁμοίας ἔχοντες, ὤκνουν μὲν ἄρξαι τῆς μάχης, ὤκνουν δὲ καὶ 2 φονεῦσαί τινας ἑκάτεροι. σιγή τε οὖν ἀμφοτέρων καὶ κατήφεια πολλὴ ἦν, καὶ οὔτε τις αὐτῶν ἐς τὰ πρόσω προῄει οὔθ ̓ ὅλως ἐκινεῖτο, ἀλλ ̓ ἐγκύψαντες ἠτρέμιζον ὥσπερ ἄψυχοι. φοβηθέντες οὖν ὅ τε Καίσαρ καὶ ὁ Πομπήιος μὴ καὶ ἐπὶ πλεῖον ἡσυχάσαντες ἀμβλύτεροι πως γένωνται ἢ καὶ συναλλαγῶσι, προσέταξαν σπουδῇ τοῖς τε σαλπικταῖς σημῆναι καὶ ἐκείνοις συμβοῆσαι τὸ

[merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small]

πολεμικόν. καὶ ἐπράχθη μὲν ἑκάτερον, τοσούτου δὲ ἐδέησαν 3 ἐπιρρωσθῆναι ὥστε καὶ ἐπὶ μᾶλλον ἔκ τε τῆς τῶν σαλπικτῶν ἠχῆς ὁμοφωνούσης καὶ ἐκ τῆς ἑαυτῶν βοῆς ὁμογλωσσούσης τό τε ὁμόφυλον σφῶν ἐξέφηναν καὶ τὸ ὁμογενὲς ἐξήλεγξαν, κἀκ τούτου καὶ ἐς δάκρυα καὶ θρῆνον ἔπεσον. ὀψὲ δ ̓ οὖν ποτε τῶν 59 συμμαχικῶν προκαταρξάντων καὶ ἔκεῖνοι συνέμιξαν, ἔκφρονες ἐπ ̓ αὐτοῖς γενόμενοι. καὶ τοῖς μὲν ἄλλοις, οἷς πόρρωθεν ἡ ἀλκὴ ἦν, ἧττον τὸ δεινὸν συνέβαινεν, οὐδὲ γὰρ εἰδότες οὓς ἔβαλλον, ἐτόξευον, ἠκόντιζον, ἐσφενδόνων· οἱ δὲ δὴ ὁπλῖται οἵ 2 τε ἱππεῖς χαλεπώτατα ἀπήλλασσον, ἅτε καὶ ἐγγὺς ἀλλήλων ὄντες καί τι καὶ λαλεῖν σφίσι δυνάμενοι, ἐγνώριζόν τε ἅμα τοὺς ἀντιπαρατεταγμένους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν πατρίδων ἐμέμνηντο καὶ ἐσκύλευον. ταῦτα μὲν οἵ τε ̔Ρω- 3 μαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοι σφίσιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον· καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε δι' αὐτῶν τῶν σφαγέων ἐνετέλλοντο. τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμά- 4 χετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ τῆς σφετέρας ἐλευ θερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι, ἐπιθυμίᾳ, ὅτε ἐν πᾶσιν αὐτῶν ἐλαττούμενοι, ὁμοδούλους σφᾶς ἔχειν.

μεγίστη τε οὖν μάχη καὶ πολυτροπωτάτη διά τε τοῦτα καὶ 60 διὰ τὸ πλῆθος τό τε πολυειδὲς τῆς παρασκευῆς ἐγένετο. πάμπολλοι μὲν γὰρ ὁπλῖται, πάμπολλοι δὲ καὶ ἱππεῖς, τοξόται τε ἕτεροι καὶ σφενδονῆται ἄλλοι ὄντες, τό τε πεδίον πᾶν κατέλαβον, καὶ σκεδασθέντες πολλαχῇ μὲν ἀλλήλοις οἷα ὁμόσκευοι, πολλαχῇ δὲ καὶ ἑτέροις ἀναμίξ ἐμάχοντο. προεῖχον δὲ οἱ Πομ- 2 πηίειοι τῇ τε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσβολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτ ̓ αὖθις καὶ μάλ' αὖθις ἐπετίθεντο σφίσι, τοτὲ μὲν ἐνταῦθα, τοτὲ δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν 3 ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσβάλλουσιν ἐγίγνοντο

C. 59. ἐκεῖνοι] die Römer. ἐνετέλλοντο] trugen auf, ἐντολὰς ἐποιοῦντο.

C. 60. μεγίστη] atrocissima, που λύτροπος mannigfaltig, reich an Wendungen (modi) des Kampfes. τὸ πολυειδὲς τῆς παρασκευῆς] Auf

Seiten des Pompeius waren Makedonier, Thrakier, Agypter, Galater, Kappadokier, Syrer etc. zum grofsen Teil in ihrer nationalen Bewaffnung. τοξόται ἕτεροι] andere als τοξ. andrerseits Bogenschützen etc. οἷα] quippe. = ἐξελίσσοντες]

« IndietroContinua »